TLG 2116 001 :: ARCADIUS :: De accentibus [Sp.]

ARCADIUS Gramm.
(Antiochenus: A.D. 4?)

De accentibus [Sp.]

Source: Schmidt, M. (ed.), Ἐπιτομὴ τῆς καθολικῆς προσῳδίας Ἡρωδιανοῦ. Jena: Mauke, 1860: 1–227.

Citation: Page — (line)

1

Τὸ ἐφικέσθαι τῆς ἐν προσῳδίαις καθολικῆς ἀνα‐ λογίας ποθοῦντας, πρὸς δὲ τὸ μῆκος τῆς Ἡρωδιανοῦ πραγματείας ἀπαγορεύοντας, ἡ δι’ ἐπιτομῆς παράδοσις ὀνήσει πρὸς τὸ βούλημα. Σκόπει οὖν εἴ τι καὶ ἡμῖν
5ἤνυσται χρήσιμον εἰς συντομίαν, ἀλλὰ καὶ εἰς σαφή‐ νειαν. ἐπεὶ γὰρ τὸ πολύυλον τῶν ὁρισμῶν ἐν πολλοῖς κανόσιν ἀθρόως κείμενον δύσληπτον ἦν, καταδιῃρέθη τοῦτο, ἵν’ εὔληπτα γένηται διαιρεθέντα τὰ ὑφ’ ἓν κεί‐ μενα τῷ Ἡρωδιανῷ· τὸ γὰρ ἅμα γένος εἶδος σχῆμα κα‐
10τάληξιν παράληξιν ἀρχὴν χρόνον στοιχεῖον πάθος παρα‐ τηρεῖν, καὶ ὅσα ἄλλα, ἢ τὰ πλεῖστα τούτων, χαλεπὸν
καὶ δυσέφικτον. ἐφ’ ἑκάστῳ δὲ τῶν τοιούτων ὁρισμῶν1

2

ἡ μὴ [ἐπιπολλοῖς ἅμα διὰ] τῶν παραδειγμάτων εὐθὺς παράθεσις ἀπαγορεύει διάνοιαν, ὥστε ῥᾷον τοῖς ἄλλοις ἀκολουθεῖν. δεῖ δὲ τὸν ἐφ’ ἑκάστου κανόνος περιμένον‐ τας λόγον οὕτως ἔχειν αὐτὸν ἐντελῆ συναγόμενόν τε ἐκ
5τῶν κατὰ μέρος, ἵνα μὴ συντομία μόνον, ἀλλὰ καὶ σα‐ φήνεια τοῖς ἐντευξομένοις ὑπάρχῃ. συντομίας δὲ χάριν παρεῖται τὸ διὰ ζητήσεως κανονίζειν τῶν μὲν ἀνατρε‐ πομένων λόγον, τῶν δὲ κρατυνομένων· ἱκανὸν γὰρ τῷ κρατοῦντι λόγῳ πείθεσθαι περὶ τῆς ὀρθῆς προσῳδίας,
10ὥστε τῆς ὀρθότητος τοῦ ἑλληνισμοῦ μὴ διαμαρτάνειν, καὶ τοῦ ταύτην συνιστάντος λόγου μὴ ἀνεπιστήμονα ἔχειν. ἀλλὰ καὶ τὸ πολὺ πλῆθος τῶν παραδειγμάτων, καὶ ἡ περὶ τῶν ἀγνοουμένων ἐν αὐτοῖς ἐξήγησις, καὶ ἡ τῆς χρήσεως αὐτῶν πολλὴ παράθεσις καταλέλειπται
15τῷ συγγραφεῖ· κἀκεῖθεν αὐτὰ λήψεται ὁ μὴ μόνον τὴν τῶν προσῳδιῶν ὀρθότητα ζητῶν, ἀλλὰ καὶ περὶ τὰς δυνάμεις καὶ χρήσεις φιλομαθῶν. εὐθὺς οὖν τὴν ἐν τῷ προοιμίῳ διατριβὴν περιελόντες, ἐνδεικνυμένην τὸ μέγεθος τῆς πραγματείας, καὶ τῶν πρότερον γεγραφό‐
20των τὸ ἐνδεὲς ἐλέγχουσαν, ἐπ’ αὐτὰ ἥξομεν τὰ πρὸς ἐπίγνωσιν τῆς ἀναλογίας κατεπείγοντα. εἰ δὲ τὸ συντο‐ μώτερον τοῦ πρὸ ἡμῶν ἐπειγομένου πεποιήκαμεν, ὥσπερ ἐζήτησας, μετὰ τοῦ σαφεστέρου καὶ εὐσυνόπτου τοῖς
πολλοῖς, αὐτὸς ἐπικρινεῖς.2

3

(1t)

Πίναξ τοῦ ὅλου βιβλίου τοῦ περὶ τόνων.
2 Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰς Ν λή‐ γοντα ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὰ καὶ θη‐ λυκά.
5 Τὸ δὲ δεύτερον περιέχει τὰ εἰς Ξ καὶ εἰς Ρ καὶ τὰ εἰς ΑΣ. Τὸ δὲ τρίτον τὴν εἰς ΗΣ κατάληξιν. Τὸ δὲ τέταρτον τὴν εἰς ΙΣ. Τὸ δὲ πέμπτον τὰ εἰς ΩΣ λήγοντα καθαρά.
10 Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰς ΒΟΣ συμπλη‐ ροῖ τὰ εἰς ΛΟΣ· κατὰ γὰρ τὴν τῶν στοιχείων τάξιν ἡ παράθεσις καὶ ἐπὶ τῶν εἰς ΩΝ ληγόντων. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰς ΜΟΣ μέχρι τῶν εἰς ΠΟΣ.
15 Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰς ΡΟΣ μέχρι καὶ ΨΟΣ καὶ ἔτι περὶ τῶν εἰς ΟΣ οὐδετέρων.
Τὸ ἔννατον περὶ τῶν εἰς ΟΣ συνθέτων.3

4

Τὸ δὲ δέκατον περιέχει τὰ εἰς ΥΣ ἀρσενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγους πρὸ τοῦ Σ· ἔτι τὰ εἰς ΩΣ καὶ Ψ. Τὸ ἑνδέκατον περιέχει τὰ εἰς Α λήγοντα θηλυκά.
5 Τὸ δωδέκατον τὴν εἰς Η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν συμφώνων πάλιν τάξιν, καὶ τὴν εἰς Ω. Τὸ τρισκαιδέκατον περὶ οὐδετέρων ὀνομάτων διέξ‐ εισι. Τὸ τεσσαρεσκαιδέκατον περιέχει πᾶν ὄνομα μονο‐
10σύλλαβον. Τὸ δέκατον πέμπτον τὰς πλαγίας τῶν ὀνομάτων κανονίζει, καὶ τοὺς κατὰ κλίσιν ἀριθμοὺς καὶ τοὺς κατὰ θέμα εἰρημένους. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰς Ω καὶ εἰς ΜΙ ῥή‐
15ματα κατὰ πᾶν πρόσωπον. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν ῥῆμα καὶ πᾶσαν μετοχήν. Τὸ δέκατον ὄγδοον ἀντωνυμίας ἄρθρα καὶ προ‐ θέσεις.
20 Τὸ δέκατον ἔννατον περιέχει ἐπιῤῥήματα καὶ συν‐ δέσμους. Τὸ εἰκοστὸν περὶ χρόνων τῶν ἐν φωνήεσι καὶ πνευ‐
μάτων.4

5

Ἐπὶ δὲ τοῖς εἴκοσι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωστι‐ κὸν εἶδος κατὰ τὴν σύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθως μετὰ τὴν δήλωσιν τῆς καθ’ ἑκάστην προσῳ‐ δίας γινομένης διδασκαλίας περὶ διαστολῆς καὶ συναλοι‐
5φῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀνα‐ γνώσει, οἷον ὅτε τὸ Ζεύς ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην, ἐν τῷ Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶας, ἀλλ’ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ συνδέσμου. ἐν γοῦν τῷ Ζεύς τε καταχθόνιος ῥώννυται διὰ
10τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία περισπωμένη ἐν τῷ οἷ αὐτῷ θάνατον, οὐκ ἐφύλαξε τὴν περι‐ σπωμένην ἐν τῷ καί οἱ ἐπευχόμενος, τῆς συντά‐ ξεως τοῦτ’ ἀπαιτούσης τοῦ σημαινομένου. οὕτως ἔχει
καὶ τὸ μάχῃ ἐνὶ κυδιανείρῃ, καὶ ὅσα ἄλλα.5

6

(1t)

Τὰ εἰς Ν.
2tΒιβλίον αʹ.
3 Τὰ εἰς ΑΝ λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεσθαι θέ‐ λει, ἐπ’ εὐθείας πτώσεως μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ
5τῶν εἰς ΗΝ βαρυτόνων, οἷον· παιάν Ἰάν Δαρειάν Ἀλκμάν τιτάν πελεκάν. Τὰ εἰς ΑΝ σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βα‐ ρύνονται, οἷον· Αἰγίπαν Ἑρμόπαν αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται, καὶ ὅσα μὴ ἀπὸ ἁπλῶν ῥητῶν.
10 Τὰ εἰς ΗΝ λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς ΗΝ ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ΗΝ δασὺ σύμφωνον ἢ ψι‐ λὸν, ὀξύνεσθαι θέλει, οἷον· ἀρχήν εὐχήν ναυχήν κηφήν ὀρφήν. Τὰ εἰς ΗΝ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ
15Α ἤτοι μόνον, ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι δισσύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παρασχηματισμὸν, οἷον·
Ἀγήν αὐχήν ἀτμήν ἀπτήν αἰτήν ἁδήν (ἡ νόσος).6

7

Τὰ εἰς ΗΝ λήγοντα ἔχοντα πρὸ τοῦ Η τὸ Σ, ἢ δι‐ πλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ ΟΥ διφθόγγῳ(?) ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχηματίζοιτο οὐδετέρῳ γένει, οἷον· ἐσσήν καμασήν (ὁ ἰχθῦς) νασσήν ἐρσήν
5Αἰζήν ἀζήν ἀψήν. Τὰ εἰς ΗΝ λήγοντα ὀξύνεται· βαλλήν Τελλήν Ὠλήν σωλήν κωλήν Πελλήν. σεσημείωται τὸ Ἕλ‐ λην βαρυνόμενον. Τὰ εἰς ΗΝ ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφω‐
10νον ὀξύνεται· ἐσσήν ὀσσήν Τελλήν βαλλήν πλὴν τοῦ Ἕλλην. τὸ δὲ ἄῤῥην ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονε. Τὰ εἰς ΗΝ κατ’ ἐπιπλοκὴν δύο συμφώνων ὀξύνε‐ ται· πυθμήν Κεβρήν, πλὴν τοῦ Ἕκτην.
15 Τὰ εἰς ΗΝ ἔχοντά τι τῶν μέσων πρὸ τοῦ Η ὀξύ‐ νεται, ὁπότε διχρόνῳ παραλήγοιτο, ἢ φύσει μακρᾷ, οἷον· Ὠγήν ἁδήν ἀττήν ἀτταγήν τριβήν (ὁ τρίπους). Τὰ εἰς ΗΝ ὑπὲρ δύο συλλαβὰς χαίρουσι τῇ ὀξείᾳ, οἷον· ἀτταγήν κορδυλήν μαραθήν δοθιήν,
20πλὴν τοῦ περπέρην.
Τὰ εἰς ΗΝ ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς7

8

ΗΝ βαρύνεται, οἷον· Ἕλλην φιλέλλην, εἴρην μελλεί‐ ρην, ποιμήν ἀρχιποίμην. Τὰ εἰς ΜΗΝ ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰς ΜΗΝ· Δαμήν λιμήν ὑμήν ποιμήν.
5 Τὰ εἰς ΡΗΝ καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλ‐ λαβὴν εἰς τὸ Ε φωνῆεν καταλήγουσαν ὀξύνεται· Σει‐ ρήν Πειρήν διπρήν πλὴν τοῦ εἴρην. Τὰ εἰς ΡΗΝ καθαρὸν τῷ Ε παραλήγοντα παροξύ‐ νεται, οἷον· ἔρην τέρην Θέρην (ποταμὸς) πέρην.
10 Τὰ εἰς ΙΝ δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται· δελ‐ φίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς, Σαλαμίν καὶ Σαλαμίς, ἀκτίν καὶ ἀκτίς. σύνθετα δὲ βαρύνεται· εὐ‐ άκτιν χρυσάκτιν. Τὰ εἰς ΥΝ λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς
15Αἰολεῦσι· Φόρκυν Πόλτυν Γόρτυν μόσυν τέ‐ κτυν (ὁ τέκτων). Τὰ εἰς ΒΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ, οἷον· Στίβων τρίβων Στρά‐
βων ἄμβων.8

9

Τὰ εἰς ΒΩΝ ὑπερδισύλλαβα ὀξύνεται· Ἀλαβών ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περισπᾶται. Τὰ εἰς ΓΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ πε‐ ριεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ Ο κλίνοιτο κατὰ τὴν
5πρὸ τέλους συλλαβὴν, βαρύνεται, οἷον· πύγων Αἴγων Μέγων. τὸ δὲ φλεγών καὶ ἀγών ὀξύνονται. Τὰ εἰς ΓΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βα‐ ρύνεται. καὶ βαρύνεται μὲν, ὅσα φυλάττει τὸ Ω κατὰ τὴν γενικὴν, καὶ διὰ τοῦ ΝΤ κλίνεται· Οὐκαλέγων
10Πελάγων προάγων Σαλάγγων Ἐρίγων. ὀξύ‐ νεται δὲ διὰ τοῦ Ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέτου τοῦ ΟΣ παρώνυμα ὑπάρχοι, οἷον· Παφλαγών Λαιστρυ‐ γών ἀρηγών (ὁ σύμμαχος), πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ συνθέτων εἰς ΟΣ παραχθέντα κατὰ τοῦ
15αὐτοῦ σημαινομένου βαρύνεται· ἄπειρος ἀπείρων, ἄναι‐ μος ἀναίμων, ἀγκύλος ἀγκύλων. Τὰ εἰς ΔΩΝ δισύλλαβα ὀξύνεται καὶ βαρύνεται. βαρύνεται μὲν, ὅσα ἐστὶν ἀρσενικὰ διὰ τοῦ ΝΤ κλινό‐ μενα καὶ φυλάττοντα τὸ Ω κατὰ τὴν γενικὴν, χωρὶς
20τῶν συνεμπιπτόντων πόλει, οἷον· κώδων Φαίδων
Φείδων κλύδων κνώδων. τὸ δὲ Σιδών πόλις.9

10

ὀξύνεται δὲ τὰ διὰ τοῦ Ο μόνου κλινόμενα, οἷον· Μυγ‐ δών σαρδών σινδών. Τὰ εἰς ΔΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο τῷ Ο ἢ Α ἢ Υ βαρύνεται, οἷον· ἀκόδων κινάδων
5Κορύδων. Τὰ εἰς ΔΩΝ ὑπερδισύλλαβα ὀξύνεται, παραλή‐ γοντα τῷ Υ ἢ Ι, ὀνόματα ὄντα πόλεων ἢ ἐθνικὰ· Ἀμυ‐ δών Καλυδών Ἀπιδών χελιδών. Τὰ εἰς ΔΩΝ θηλυκὰ ὀξύνεται· ληθεδών τηκε‐
10δών σηπεδών ἀηδών. Τὰ εἰς ΖΩΝ λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδισύλλαβα, ἢ πρὸ τέλους ἔχοι μακρὸν τὸ Α ἢ πόλει ὁμωνυμεῖ, οἷον· μείζων Ῥίζων Ὄζων ..... ὀλίζων. τὸ δὲ ἀλαζών (ὁ ὑπερήφανος) ὀξύνεται. τὸ
15δ’ ἐπὶ ἔθνους φυλάττει τὸ Ω ἐν ταῖς πλαγίαις. Τὰ εἰς ΗΩΝ βαρύνεται· παιήων ξυνήων. Τὰ εἰς ΘΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικὰ· μόθων Ὄθων Μά‐ θων (ὁ Θηβαῖος) πίθων (ὁ πίθηκος ὑποκοριστικῶς)
20Ῥίνθων αἴθων. τὸ δὲ Πυθών πόλις καὶ Σι‐
θών καὶ πιθών καὶ κιθών (ὁ χιτὼν) ὀξύνεται.10

11

Τὰ εἰς ΘΩΝ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ΝΤ κλί‐ νοιτο, καὶ φυλάττει τὸ Ω τῆς εὐθείας, οἷον· Φαέθων Φαέθοντος, Πυριφλεγέθων Πυριφλεγέθοντος, Κι‐
5ναίθων ἐνοσίχθων. τὸ μέντοι Μαραθών Ἀρ‐ γανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυ‐ λάττον καὶ τὸ Ω μέγα καὶ διὰ τοῦ ΝΤ κλινόμενον. Τὰ εἰς ΚΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ εἴη περιεκτικὰ, ἢ μέρος σώματος σημαίνοι, βαρύνεται· Χάλ‐
10κων Δράκων Κίκων Δίκων Λάκων. τὸ δὲ κρο‐ κών πευκών χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος, καὶ τὸ Ἀγκών πόλις ὡς θηλυκὸν, καὶ τὸ εἰκών. Τὰ εἰς ΚΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βα‐
15ρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ τοῦ ΝΤ κλι‐ νόμενα καὶ Ο παραληγόμενα περισπᾶται· Ἱπποκῶν Λαοκῶν. τὰ μέντοι μὴ οὕτως καὶ παραληγόμενα τῷ Α ὀξύνεται, εἰ ἔστι τοπικώτερα, οἷον· χαρακών ἀν‐ θρακών φαρμακών (τὸ βαφεῖον)· τοιοῦτο καὶ τὸ
20γυναικών ἑλικών ὡς τοπικόν· τὸ μέντοι Τριάκων σαλάκων καὶ Αἰολοσίκων ὑγιῶς βαρύνεται· οὐ γάρ εἰσι τοπικά. Τὰ εἰς ΛΩΝ δισύλλαβα βαρύνονται μὴ ὄντα το‐ πικὰ, οἷον· δόλων Φίλων Γέλων. τὸ δὲ αὐλών
25καὶ μυλών ὡς τοπικὰ ὀξύνονται.11

12

Τὰ εἰς ΛΩΝ λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύ‐ νονται, μὴ ὄντα περιεκτικὰ· Ἀπόλλων Κεφάλων. τὸ δὲ ἀμπελών καὶ καμηλών ὡς περιεκτικὰ ὀξύ‐ νονται· τὸ Βαβυλών ἀρσενικῶς, ἀφ’ οὗ καὶ ἡ πόλις,
5ὁμοίως καὶ τὸ μιμαλλών θηλυκὸν, (ἤτοι μαινάς). Τὰ εἰς ΜΩΝ δισύλλαβα μὴ ὄντα τοπικὰ, [ἢ ἐπὶ καιροῦ λαμβάνοιτο, ἢ ἔχοι πρὸ τοῦ τέλους τὸ Υ ἐκτε‐ ταμένον,] βαρύνεται· Ἕρμων Σάλμων Τίμων Σί‐ μων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν, ἢ ἐπὶ καιροῦ
10λαμβάνεται, ἢ ἔχει τὸ Υ ἐκτεταμένον· καὶ τὸ κρεμών ὀξύνεται. Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο φύσει ἢ θέσει μακρᾷ, βαρύνεται· ἀμύμων ἐγκύμων Ἡγήμων Φιλήμων.
15 Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα Α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ Ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡς κύριον. καὶ ὀξύτονα μὲν Τελαμών (καὶ τὸ κύριον καὶ τὸ προσηγορικὸν), καλαμών πλα‐ ταμών κεραμών περιεκτικόν· Κεράμων δὲ τὸ κύ‐
20ριον, ὡς τὸ Ποτάμων ἀσσάμων. τὸ δὲ τεράμων βαρύνεται ὡς διὰ τοῦ ΝΤ κλινόμενον. Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ
τέλους συλλαβὴν βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ Α12

13

παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ τοῦ ΝΟΣ, τῆς πρὸ τέλους οὔσης διὰ τῆς Ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ Ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων· Ἀρτέμων Πο‐ λέμων Διδύμων. τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών
5ἰτυμών κηδεμών ἀκρεμών ἐθνυμών (τὸ ἔθνος). Τὰ διὰ τοῦ ΑΙΜΩΝ βαρύνεται· δαίμων αἵ‐ μων ἀναίμων κακοδαίμων. Τὰ εἰς ΝΩΝ μὴ ἔχοντα ἐν ἐπιπλοκῇ σύμφωνον, ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεων εἴη ἢ περιεκτικὰ,
10βαρύνεται· Μέμνων ἄφνων Ἄγνων. τὸ Κρα‐ νών ὡς ἐπὶ πόλεως ὀξύνεται, καὶ τὸ δαφνών ὡς περιεκτικόν. Τὰ εἰς ΝΩΝ ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λήγουσαν, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται ἢ
15ἰσοδυναμεῖ τοῖς διὰ τοῦ ΩΝΟΣ, οἷον· Κόνων Σί‐ νων. τὸ δὲ κανών ὀξύνεται, προσέτι πλατανών καὶ ξενών. Τὰ εἰς ΞΩΝ, ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεσθαι, βαρύνονται· ἄξων πρά‐
20ξων. τὸ μέντοι δραξών ὀξύνεται ὡς ἐπιθετικόν. Τὰ εἰς ΠΩΝ μὴ ὄντα περιεκτικὰ βαρύνεται· Λάμ‐
πων δράπων (ὁ δραπέτης) Δούπων Ἵππων τὸ13

14

κύριον, ἱππών περιεκτικὸν, πέπων τὸ πεπώνιον, πε‐ πών περιεκτικόν. Τὰ εἰς ΡΩΝ μετ’ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη περιεκτικὰ, ἢ ἐπὶ πόλεων, ἢ διὰ τοῦ ΝΥ κλινόμενα,
5βαρύνεται· ἄφρων πρόφρων Μάκρων. τὸ μέντοι ἀντρών λουτρών ἀνδρών ὡς περιεκτικὰ ὀξύνεται. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν ὡς διὰ τοῦ ΝΤ κλινόμενα περισπᾶται. Τὰ εἰς ΡΩΝ μὴ παραληγόμενα τῇ ΟΙ ἢ ΑΙ δι‐
10φθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνον‐ ται· Θήρων Νέρων γέρων τήρων. τὸ δὲ οἰρών καὶ σχαιρών διὰ τὰς διφθόγγους, καὶ τὸ προθυρών θυρών ἀχυρών Πλευρών ὡς τοπικὰ ἢ ὁμώνυμα. Τὰ εἰς ΣΩΝ ἀρσενικὰ, εἰ μὴ ἐθνικὰ εἴη ἢ πε‐
15ριεκτικὰ, βαρύνονται· Παύσων Θράσων Αἴσων Ἰάσων. τὸ δὲ Ὀλοσσών πόλις ....... καὶ τὸ κισ‐ σών ὡς περιεκτικόν. Τὰ εἰς ΤΩΝ μὴ περιεκτικὰ ...... διὰ τοῦ Ο κλι‐
νόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν14

15

ἀνεδέξατο βαρυνομένου· Πλούτων Πλάτων Κρά‐ των Χίτων ποταμός, χιτών δὲ τὸ ἱμάτιον. τὸ Ἀρί‐ στων Ἑκάτων Χαρίτων βαρύνονται· τὸ δὲ κοι‐ τών ἱστών προβατών ὡς περιεκτικὰ ὀξύνεται.
5 Τὰ δὲ διὰ τοῦ ΥΩΝ ὑπὲρ δύο συλλαβὰς καὶ βα‐ ρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν, ὅσα κλίνεται διὰ τοῦ Ω, μὴ συνεμπίπτοντα πόλεσιν, ὡς ἔχει Ἀμφι‐ τρύων Ἠλεκτρύων. τὸ δὲ σικυών ὀξύνεται. τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ Ω εἰς Ο ὀξύνεται·
10ἀλεκτρυών Γηρυών Κερκυών ἀμφικτυών. Τὰ εἰς ΦΩΝ ἀρσενικὰ σύνθετα διὰ τοῦ ΝΤ κλι‐ νόμενα περισπᾶται· Ἀγλαοφῶν Ξενοφῶν Ἀντι‐ φῶν Δημοφῶν. τὸ μέντοι κολοφών καὶ κατη‐ φών ὀξύνεται.
15 Τὰ εἰς ΧΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα· Βρύχων Τύχων Σπέρχων. τὸ δὲ γλήχων ὤφειλε βαρύνεσθαι. εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ Β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται ὄνομα μηνὸς παρ’ Αἰγυπτίοις ὄν. τὸ δὲ Πολυσπερχῶν διὰ
20τοῦ ΝΤ κλινόμενον περιεσπάσθη. Τὰ εἰς ΩΝ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ κλινό‐
μενα διὰ τοῦ ΝΤ περισπᾶται· Ξενοφῶν Ἱπποκῶν.15

16

σεσημείωται τὸ Ποσειδῶν καὶ ταῶν καὶ τυφῶν περισπώμενα μὲν, οὐ μέντοι διὰ τοῦ ΝΤ κλινόμενα. Τὰ εἰς ΩΝ θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ Ω κλίνεται· χιών λαγών
5τρυγών σταγών γοργών. τὸ δὲ τρήρων μή‐ κων γλήχων βαρύνονται φυλάττοντα τὸ Ω ἐπὶ τῆς γενικῆς. Τὰ εἰς ΩΝ δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι, ἢ διαστολῇ σημαινο‐
10μένου· Ἠιών Πλευρών Πυθών Σιδών. τὸ Ἴτων βαρύνεται, ὡς [ἐν] ἑτέρῳ χαρακτῆρι ὑποπεσόν· (καθό‐ λου γὰρ τὰ εἰς ΤΩΝ δισύλλαβα φύσει μακρᾷ παραλη‐ γόμενα βαρύνεται μὴ ὄντα τοπικὰ, διὰ τὸ κοιτών. τὰ δὲ βαρύτονα· Πλούτων γείτων Τρίτων) ... Σούλ‐
15μων πόλις Σικελίας, πλὴν τοῦ κροτών. Τὰ εἰς ΩΝ ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύ‐ νεσθαι θέλει, εἰ μὴ εἰς ΛΩΝ λήγοι ἔχοντα πρὸ τοῦ τέλους Α, ἢ ἔννοιαν συνθέσεως· Ἐλεών Μεδεών Σικυών Βαβυλών. σεσημείωται τὸ Ἀσκάλων καὶ
20ἀσσάλων. Τὰ εἰς ΩΝ σύνθετα ἀπὸ ἁπλῶν, συντεθειμένα
ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται· Ἀνακρέων Χα‐16

17

μαιλέων. τὰ δὲ ἀπὸ περισπωμένων περισπῶνται· φι‐ λοξενοφῶν φιλοκτησιφῶν· καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν· φιλομακεδών ἱππαλεκτρυών. Τὰ εἰς ΩΝ ὀξύτονα δισύλλαβα καὶ μονοσύλλαβα
5ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, ὁπότε μὴ σχέ‐ σει τοπικῇ ἥνωται, ὡς ἔχει τὸ κατὰ συνήθειαν· προ‐ κοιτών προπυλών προθυρών. τὰ δὲ ἄλλα ἀνα‐ βιβάζουσι τὸν τόνον, οἷον· βαθυλείμων ἀχίτων αὐτόχθων.
10 Αἱ εἰς ΩΝ λήγουσαι μετοχαὶ δισύλλαβοι ὀξυτονού‐ μεναι ὡς ὀνόματα κλινόμενα μετατιθέασι τὸν τόνον, οἷον· Ἀμφίων Ὑπερίων. Καὶ τοσαῦτα περὶ τῶν εἰς Ν ληγόντων ἀρσενικῶν καὶ θηλυκῶν. Τὰ εἰς ΩΝ τοὺς τρεῖς ἐπιδέχεται τόνους· τὰ μὲν
15γὰρ ὀξύνεται, ὡς αἰών, τὰ δὲ βαρύνεται, ὡς Πλά‐ των, τὰ δὲ περισπᾶται, ὡς Ξενοφῶν. Τὰ εἰς ΩΝ συγκριτικὰ καὶ ὑποκοριστικὰ βαρύνε‐ ται· .... Ἀτρείων Κρονίων μωτίων Ἡφαιστίων. Τὰ διὰ τοῦ ΩΝ ἀρσενικὰ δισύλλαβα παραληγό‐
20μενα Α βραχεῖ βαρύνεται, μὴ ὄντα περιεκτικὰ· Φάων
Κάων Κρέων λέων Νέων, νεών δὲ ὡς περιεκτικόν.17

18

Τὰ διὰ τοῦ ΙΩΝ βραχεῖ παραληγόμενα βαρύνεται· Ἠμαθίων Ἐνδυμίων. Ἔτι καὶ τὰ ἔχοντα τὸ Ι μακρὸν· κίων πρίων Ἐχίων Δηΐων Ἀμφίων βραχίων.
5 Ἔτι τὰ διὰ τοῦ ΑΩΝ· Μαχάων Ποσειδάων Ἀρετάων. Τὰ εἰς ΩΝ ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται· Ποσειδεών ἐλαφηβολιών. καὶ τὰ τοπικὰ περιεκτικὰ· ἀγών ἱππών ἀνδρών.
10 Τὰ διὰ τοῦ ΑΙΩΝ ὑπερδισύλλαβα, εἰ μὴ εἴη ὀνό‐ ματα μηνῶν ἢ ποταμῶν, βαρύνονται, οἷον· Εὐφραίων Ἀκταίων εὐαίων.
13tΠερὶ τῶν εἰς Ξ καὶ εἰς Ρ καὶ εἰς ΑΣ ληγόντων
14tὀνομάτων.
15tΒιβλίον βʹ.
16 Πᾶν ὄνομα εἰς Ξ λῆγον ὑπὲρ μίαν συλλαβὴν βα‐ ρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον, καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματος, καὶ ἐπιθετικὸν ὑπάρ‐ χοι, μὴ ἐθνικὸν· Φαίαξ θώραξ ἄναξ κλῖμαξ αὖ‐
20λαξ· τὸ διασφάξ ὀξύνεται. τὰ δὲ ἀπὸ ῥήματος συγ‐ κείμενα· βλεφαριπάξ καὶ λητροβαστάξ καὶ νε‐
κροβαστάξ. τὸ δὲ Ἄσφαξ βαρύνεται ὡς ἐθνικόν.18

19

Τὰ εἰς ΕΞ καὶ ΙΞ καὶ ΟΞ καὶ ΥΞ πάντα βαρύ‐ νεται· Λέλεξ πέρδιξ Καππάδοξ κήρυξ. Τὰ εἰς ΗΞ μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνε‐ ται· μύρμηξ σκώληξ ἀλώπηξ.
5 Τὰ εἰς ΗΞ σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπι‐ θετικὰ εἴη· βουπλήξ κυμοπλήξ μεθυπλήξ. τὸ ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται, ὡς τὸ χα‐ μαισκώληξ λεοντομύρμηξ.
10 Τὰ εἰς ΩΞ ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ τέλους ἐν τῇ συνθέσει· ἀποῤῥώξ κυαμοτρώξ θυ‐ λακοτρώξ κυμορρώξ· τὸ δὲ θηροδίωξ αἰγο‐ δίωξ βαρύνεται, ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ συνθέσει.
15tΠερὶ τῶν ληγόντων εἰς ΑΡ.
16 Τὰ εἰς ΑΡ ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε οὐδέτερα βαρύνεται· μάκαρ δάμαρ ὄναρ οὖθαρ. Ἔτι τὰ εἰς ΩΡ· ῥήτωρ κέλωρ ἄπωρ. Ἔτι τὰ εἰς ΥΡ οἷον· μάρτυρ Κέρκυρ Ἴλλυρ
20Λίγυρ.
Τὰ εἰς ΗΡ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται19

20

μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος τοῦ Τ προηγου‐ μένου τοῦ Η· στατήρ ἐλατήρ καμπτήρ ἐξαυ‐ στήρ. ἐξαύτηρ δὲ κύριον, ὡς τὸ ἀμάτηρ καὶ ἄν‐ τηρ, καὶ ἄστηρ κύριον (?) ἀρσενικὰ δὲ εἶπε διὰ τὰ
5θηλυκά. καὶ γὰρ τὰ εἰς ΗΡ θηλυκὰ μὴ μετατιθέμενα κατά τι ἔθος ποιητοῦ εἰς διάφορον γένος βαρύνεται· μήτηρ θυγάτηρ Δημήτηρ. τὸ δὲ γαστήρ ὀξύ‐ νεται. Τὰ εἰς ΗΡ ἐθνικὰ ἢ κύρια, μὴ συνεμπίπτοντα
10προσηγορικοῖς, βαρύνονται· Ἴβηρ Ἀνίβηρ Δόβηρ Πίηρ. τὸ μέντοι Ἐλευθήρ ὀξύνεται, ὡς τὸ Ἀστήρ. Τὰ εἰς ΗΡ [ἁπλᾶ] μὴ ὄντα σύνθετα, μηδὲ ἐθνικὰ, ὀξύνεται· ἀνήρ ἀήρ αἰθήρ σπινθήρ. τὸ μέντοι ἐρίηρ ὡς σύνθετον βαρύνεται.
15 Τὰ εἰς ΗΡ ὀξύτονα φυλάττοντα τὸ Η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ συνθέσει, οἷον· δετήρ ἀμαλλοδετήρ, στατήρ ὀβολοστατήρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰ‐ νοπάτηρ ὡς μὴ φυλάττοντα τὸ Η βαρύνονται. καὶ
20τὸ πάνθηρ καὶ σατυρόφηρ ἀπὸ μονοσυλλάβων.20

21

Τὰ εἰς ΕΙΡ ὑπὲρ μίαν συλλαβὴν ἀσυνήθη μὲν, τὰ δὲ εὑρεθέντα βαρύνεται· Βέχειρ Σάπειρ Ἀλά‐ ζειρ Λίγειρ Ἐλάτειρ ἑκατοντάχειρ ἀντίχειρ. ἔτι καὶ τὰ μονοσύλλαβα. οἷον· χείρ φθείρ Εἴρ.
5 Τὰ εἰς ΩΡ πάντα βαρύνονται· Νέστωρ Ἕκτωρ Κάστωρ ἄχωρ (τὸ τῆς κεφαλῆς πιτύρισμα.) τὸ μέν‐ τοι ἰχώρ ὀξύνεται.
8tΠερὶ τῶν εἰς ΑΣ πολυσυλλάβων.
9Τὰ εἰς ΑΣ πολυσύλλαβα ἐκτεταμένον ἔχοντα τὸ
10Α βαρύνεται ἢ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας· περισπᾶται δὲ ἀρκᾶς πελεκᾶς. οὐδέποτε δὲ ὀξύνεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ παθητικοῦ παρα‐ κειμένου σύνθετα, ὅθεν τὸ ἱμάς καὶ ἀνδριάς ὡς ἐκτεταμένον ἔχοντα τὸ ΑΣ σημειούμεθα ὀξυνόμενα, καὶ
15τὸ χαλκοκράς καὶ γαλακτοκράς ὡς ἀπὸ παθητι‐ κοῦ παρακειμένου. βαρύνεται δὲ τὰ εἰς ΑΣ καθαρὸν· Ἀρχίας Λοξίας Γοργίας. τὸ μέντοι τριάς θη‐ λυκὸν καὶ συστελλόμενον ἔχει τὸ Α. Τὰ εἰς ΒΑΣ βαρύνονται· βίβας Φόρβας Ἄβ‐
20βας (ποταμὸς), τὸ δὲ ἀκριβᾶς περισπᾶται.21

22

Τὰ εἰς ΓΑΣ πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμμα‐ τος εἴη, ὡς ἔχει τὸ φαγᾶς· γίγας μέγας. τὸ μέν‐ τοι φυγάς ὀξύνεται οὐκ ἔχον τὸ Α ἐκτεταμένον. σεση‐ μείωται τὸ ἀτταγᾶς περισπώμενον, ὅπερ καὶ ἀττα‐
5γήν λέγεται. Τὰ εἰς ΔΑΣ βαρύνεται, εἰ μὴ διὰ τοῦ ΔΟΣ κλί‐ νοιτο ἢ συναληλιμμένα εἴη ἢ ὑποκοριστικὰ· Ἴδας Βρα‐ σίδας. τὸ μέντοι Θευδᾶς περισπᾶται, ὡς Μητρᾶς Ζηνᾶς Πυθᾶς· τὸ δὲ Κερκιδᾶς ἀπὸ συναλοιφῆς.
10 Τὰ εἰς ΑΣ ἐκτεταμένον ἔχοντα τὸ πρὸ τῶν δι‐ πλῶν βαρύνονται· Βύζας Ἐλίξας ἀλείψας. τὸ μέντοι ὑψᾶς περισπᾶται, καὶ τὸ ἑξᾶς ἐπὶ ποσότητος ὄν. Τὸ εἰς ΛΑΣ δι’ ἑνὸς Λ βαρύνονται, εἰ μὴ ἐκ συν‐ αλοιφῆς εἴη· Γέλας Ὕλας μέλας. τὸ μέντοι ἱλᾶς
15περισπᾶται ἀπὸ τοῦ ἱλάεις. Τὰ εἰς δύο ΛΛ ἐκτείνεται· μύλλας Πάλλας βάλ‐ λας χωρὶς εἰ μὴ ἐπὶ σκώμματος εἴη, ἢ ἔχοι τι ἐντε‐ λέστερον. τὸ μέντοι πελλᾶς (ὁ γέρων) περισπᾶται ἐπὶ σκώμματος ὂν, καὶ τὸ ἀλλᾶς καὶ βιλλᾶς.
20Τὰ εἰς ΜΑΣ βαρύνεται· Τόλμας ἀδάμας, εἰ22

23

μὴ κατὰ τροπὴν εἴη Δωρικὴν, ὡς τὸ Ἑρμᾶς καὶ τὸ Ἀρτεμᾶς ὑποκοριστικόν. σεσημείωται δὲ τὸ ἱμάς ὀξυνόμενον. Τὰ εἰς ΝΑΣ ὁμοίως, εἰ μὴ εἴη ὑποκοριστικὰ, ἢ
5ἐπὶ σκώμματος· ἁρπύνας ξένας. Μηνᾶς μέντοι καὶ Ζηνᾶς ὑποκοριστικά. τὸ δὲ δακνᾶς περισπᾶται, ὅτι ἐπὶ σκώμματος τάσσεται. Ἔτι τὰ εἰς ΡΑΣ μὴ ὄντα ὑποκοριστικὰ, ἢ συνα‐ ληλιμμένα, ἢ νόμισμα δηλοῦντα· Θήρας Ἀθύρας
10Πυθαγόρας. τὸ μέντοι Μητρᾶς Ἡρᾶς τετρᾶς βορρᾶς περισπᾶται. τὸ δὲ τετράς τετράδος συστέλ‐ λεται. Τὰ εἰς ΑΣ σύνθετα πάντα βαρύνεται· παιδο‐ πίπας εὐφαρέτρας. Τὸ μέντοι χαλκοκράς ὀξύ‐
15νεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλοπελλᾶς καὶ φιλοβοῤῥᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε[ν] τόνον. Τὰ εἰς ΑΣ συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ
ὀξύνεται καὶ διὰ τοῦ ΔΟΣ κλίνεται· ὁ φυγάς καὶ ἡ23

24

φυγάς, ὁ Ἀρκάς καὶ ἡ Ἀρκάς, δυάς τριάς. τὸ μέντοι μέγας καὶ λᾶας ὡς συστελλόμενα βαρύνονται. Πᾶν οὐδέτερον εἰς ΑΣ βαρύνεται· γέρας γῆρας δέπας δέμας σέβας.
5tβιβλίον γʹ.
6 Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς ΗΣ καθαρεῦον ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ Υ ......· Ναίης Δάης Κλεύης Βρύης. τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ Υ, ὥσπερ καὶ τὸ Θυῆς
10Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται ..... λύης λύεντος, ἀπὸ τοῦ λυήεις. καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. Τὰ εἰς ΒΗΣ δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται· κάβης λέβης Κέβης Χάβης θήβης.
15τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας. Τὰ εἰς ΓΗΣ δισύλλαβα βαρύνονται, χωρὶς εἰς μή τι ἐκ συνθέτου καταλελειμένον εἴη, ἢ παρώνυμον ἐπι‐ θετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται, ἢ
βραχείᾳ παραλήγοι, ἢ ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν24

25

βαρύτονα· Μέγης Γύγης Σάγγης Μόργης. τὸ μέντοι ἀργής ἐπιθετικὸν, ὥσπερ καὶ τὸ ἀγής σύν‐ θετον ἀπὸ τῆς ἀγῆς (ὁ μὴ κλώμενος). τὸ δὲ μογῆς καὶ δρογῆς ἰσοσυλλάβως κλινόμενα περισπᾶται· καὶ
5τὸ φθογγῆς ἐκ τοῦ φθογγήεις καὶ τὸ Αὐγῆς ἐκ τοῦ Αὐγέας. Τὰ εἰς ΔΗΣ δισύλλαβα μὴ διὰ τοῦ ΟΥΣ κλινό‐ μενα βαρύνονται· Πύδης ᾅδης Γράδης μέδης. τὸ μέντοι ψευδής καὶ φραδής ἐπιθετικά. καὶ τὸ Πο‐
10δῆς καὶ ῥοδῆς περισπάσθη, ὅτι τὸ Ο παραλήγει. Τὰ εἰς ΗΣ ἀσυνάλειπτα βαρύνονται· Ἄνθης Σκύ‐ θης Σεύθης Λάχης Πάχης. τὸ μέντοι κριτής .... καὶ ψαλτής ἀττικῶς ὀξύνεται· καὶ ἔτι τὸ ληιστής λῃστής. τὸ δὲ δεσπότης ἀρσενικὸν, τὸ δεσπότις θη‐
15λυκόν. Τὰ εἰς ΗΣ δισύλλαβα μὴ ὄντα τοπικὰ ἢ συναλη‐ λιμμένα βαρύνονται ἔχοντα πρὸ τοῦ ΗΣ ἢ Ξ· Ξέρ‐ ξης Χρύσης κάσης. τὸ μέντοι κασῆς (τὸ πιλωτὸν ἱμάτιον) περισπᾶται. τὸ δὲ Κισσῄς ὀξύνεται ὡς ἐπί‐
20θετον. Τὰ εἰς ΝΗΣ καὶ ΡΗΣ δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατ’ ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπα‐
σθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγένετο, ἢ ἰαμβικόν ἐστι25

26

καὶ ἰσοσύλλαβον. ὅσα δὲ ὀξύνεται, εἰς ΟΥΣ ἔχει τὴν γενικὴν ἢ εἰς ΤΟΣ. τὰ βαρύτονα· πένης πλάνης Μύνης χλούνης Φάνης. τὸ μέντοι σθενῆς τεχ‐ νῆς λαχνῆς ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται. καὶ
5τὸ Φανῆς ἰαμβικὸν ἰσοσύλλαβον. Τὰ εἰς ΗΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Η ἀμετά‐ βολον μετ’ ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ προσηγορικὰ βαρύνεται· Μέσθλης μάσθλης Μάγνης Πίγρης Ὅπλης Πέτρης (λιμήν τις). εἴ τι δὲ πε‐
10ρισπασθῇ, κατὰ πάθος γέγονε. τὸ μέντοι γυμνής ἀβλής προβλής ἐπιθετικὰ ὄντα ὀξύνεται. Τὰ εἰς ΗΣ ἐπιθετικὰ δισύλλαβα εἰς ΟΥΣ τὴν γε‐ νικὴν ποιοῦντα καὶ μὴ παθόντα συγκοπὴν ὀξύνεται· ψευδής πρηνής ζαής ἀλής. τὸ δὲ πλήρης βα‐
15ρύνεται (πληήρης γὰρ), ὡς ξιφήρης ὀλιγήρης. καὶ τὸ Ἄρης κύριον. Τὰ εἰς ΗΣ δισύλλαβα κύρια ἔχοντα Υ ἐν τῇ πα‐ ραληγούσῃ περισπᾶται· Μυῆς Θυῆς Κυῆς. βαρύ‐ νεται δὲ τὸ Βρύης Κύης περιττοσύλλαβα. γύης δὲ
20οὐ κύριον. Τὰ εἰς ΗΣ κύρια ἀπὸ ἐντελεστέρου περισπᾶται· Ἑρμῆς Θαλῆς Πυλῆς Ποδῆς. Τὰ παρὰ τὸ κλέος ἐπίθετα μὲν ὄντα ὀξύνεται·
εὐκλεής ἀκλεής· κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ26

27

βαρύνεται, ἐν δὲ τῇ συναιρέσει περισπᾶται· Ἡρακλέης Ἡρακλῆς. καὶ τὰ εἰς ΕΑΣ· ἀρτεμέας ἀρτεμῆς. Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΗΕΙΣ περισπῶνται· τι‐ μῆς τεχνῆς δαφνῆς.
5 Τὰ εἰς ΗΣ πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βα‐ ρύνεται· Πηλείδης Ἀτρείδης Κρονίδης Εὐρι‐ πίδης Θουκυδίδης. Ἔτι τὰ διὰ τοῦ ΩΔΗΣ· εὐώδης πετρώδης δυσώδης.
10 Ἔτι τὰ πολυσύλλαβα παρώνυμα· εὐπατρίδης ἑπταπόδης. τὸ δὲ ἐθελοντής ἀπὸ τοῦ ἐθέλοντος, καὶ ἑκοντής ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς. Ἔτι τὰ διὰ τοῦ ΟΛΗΣ καὶ ΟΝΗΣ· Ὀζόλης Μηριόνης. τὸ μέντοι ἀολλής ἐπίθετον καὶ εἰς ΟΥΣ
15τὴν γενικὴν ἔχει. Ἔτι τὰ διὰ τοῦ ΑΝΗΣ κύρια· Ἀριστοφάνης Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς ΗΣ Περσικὰ πάντα· Ἰνταφέρνης. Τὰ εἰς ΣΤΗΣ πολυσύλλαβα ὀξύνεται· τευχη‐
20στής ὀρχηστής ἀλφηστής Ἔτι τὰ εἰς ΑΡΗΣ, εἰ μὴ ἐπίθετα εἴη· Κυαξά‐ ρης Παντάρης Σωχάρης. Ἔτι τὰ διὰ τοῦ ΗΡΗΣ· χαλκήρης χρυσήρης
θυμήρης φρενήρης τριήρης.27

28

Ἔτι τὰ διὰ τοῦ ΩΡΗΣ· Διώρης Λυκώρης, ὅπερ Καλλίμαχος ὀξύνει. Τὰ εἰς ΤΗΣ ἁπλᾶ ἀρσενικὰ βραχείᾳ παραληγόμενα βαρύνεται· οἰκέτης ὀφειλέτης ἐργάτης. τὸ εὑρε‐
5τής δὲ ὀξύνεται καὶ τὸ ἀθλητής μαθητής ποιη‐ τής, ὅτι ἔχουσι τὴν παραλήγουσαν μακράν. τὸ δὲ προ‐ πετής ἀκρατής τριετής σύνθετα. Τὰ εἰς ΟΙΤΗΣ ἰσοσύλλαβα βαρύνεται· Δαμοίτης Μενοίτης Θυμοίτης.
10 Ἔτι τὰ διὰ τοῦ ΑΤΗΣ τὸ Α μακρὸν ἔχοντα, μὴ ὄντα ῥηματικὰ, βαρύνεται· Τεγεάτης Σπαρτιάτης Ἐλεάτης. Τὸ δὲ θεατής καὶ πειρατής ῥηματικὰ ὄντα ὀξύνεται. Ἔτι τὰ εἰς ΙΤΗΣ τοῦ Ι μακροῦ ὄντος καὶ ΕΙΤΗΣ·
15πολίτης τεμενίτης εὐρείτης βαθυῤῥείτης, καὶ ὅσα παρώνυμα τὸ Υ μακρὸν ἔχοντα· πρεσβύτης Ἀρχύτης Πιδύτης. τὸ μέντοι κωλυτής μηνυ‐ τής ῥηματικὰ καὶ οὐ παρώνυμα. Ἔτι τὰ διὰ τοῦ ΩΤΗΣ μὴ ῥηματικὰ· δεσμώτης
20στρατιώτης. Ἔτι τὰ διὰ τοῦ ΕΣΤΗΣ μὴ ὄντα ἐπιθετικὰ· Ὀρέστης Θυέστης Ἀκέστης. τὸ μέντοι κηδε‐
στής καὶ ἀργεστής ἐπιθετικὰ ὀξύνονται.28

29

Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὀλ· πανώλης ἐξώ‐ λης προώλης. Τὰ εἰς ΗΣ ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ΟΥΣ ποιοῦντα τὴν γενικὴν ὀξύνεται· εὐσεβής ἀσεβής
5εὐλαβής θεοφιλής αὐτοσφαγής πολυδευκής· Πολυδεύκης δὲ τὸ κύριον βαρύνεται. τὸ μέντοι φι‐ λαλήθης καὶ μισαλήθης καὶ εὐήθης καὶ κα‐ κοήθης παρ’ ὄνομά εἰσιν οὐ παρὰ ῥῆμα. Τὰ εἰς ΗΣ κύρια ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων σύν‐
10θετα βαρύνεται· Δημοσθένης Διογένης, καὶ τὰ ...... ἔχοντα Η ἐν τῇ παραληγούσῃ ἀπὸ δισυλλάβου· συνήθης κακοήθης. τὰ δὲ μὴ τοιαῦτα ἐπίθετα ὀξύνεται· εὐγενής ἀγενής εὐμενής εὐτυχής. Τὰ εἰς ΤΗΣ παρὰ τὸ ἔτος καὶ ἔργον ὀξύνεται·
15διετής τριετής λεπτουργής ναξιουργής. Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΥΣ ὀξυτόνων μὲν ὀξύ‐ νονται· βριθύς ἐμβριθής, βαρύς ἀβαρής, βαρυτό‐ νων δὲ βαρύνονται· πῆχυς τριπήχης τετραπήχης. Τὰ εἰς ΗΣ σύνθετα τὴν τῶν πρωτοτύπων τάξιν
20φυλάττει· ἐρανιστής ἀρχερανιστής, δανειστής μι‐ σοδανειστής, λῃστής ἀρχιλῃστής, Ἀπελλῆς φι‐ λαπελλῆς. σεσημείωται· ἀληθής φιλαλήθης, κρι‐ τής δικαιοκρίτης. τὸ δὲ ὑποκριτής οὐ παρὰ τὸ
κριτής, ἀλλὰ παρὰ τὸ ὑποκρίνομαι.29

30

Τὰ εἰς ΤΗΣ πολυσύλλαβα θηλυκὰ βαρύνονται· λογιότης λευκότης ποιότης. σεσημείωται ταχυ‐ τής βραδυτής ἁδροτής· καὶ τὰ παρ’ Ἀθηναίοις ὀξύτονα· τραχυτής κουφοτής· τὸ μέντοι ποτής
5καὶ ἐσθής δισύλλαβα. τὸ δὲ νημερτής ἐπίθετον.
6tΠερὶ τῶν εἰς ΙΣ ὀνομάτων.
7tΒιβλίον δʹ.
8 Τὰ εἰς ΙΣ ὀνόματα συνεσταλμένον τὸ Ι ἔχοντα ἀρσενικὰ καὶ θηλυκὰ καὶ κοινὰ βαρύνεται· ὄφις ὄϊς
10πάϊς μάντις. Τὰ εἰς ΙΣ βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνον‐ ται· μῆτις πολύμητις, ἴδρις ἄϊδρις, πόλις φιλό‐ πολις, χάρις εὔχαρις. Τὰ εἰς ΙΣ ὀξύτονα πὴ μὲν ἐν τῇ συνθέσει φυλάτ‐
15τουσι τὸν τόνον πὴ δὲ βαρύνονται. καὶ φυλάττουσι μὲν τὰ φυλάττοντα τὸ θηλυκὸν γένος· σκελίς περισκελίς, νυχίς παννυχίς. τὰ δὲ κοινωνοῦντα ἀρσενικῷ γένει μετατιθέασιν· ἐλπίς εὔελπις, ἀσπίς λεύκασπις. Τὰ εἰς ΙΣ πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρω‐
20νυμικῶν ὀξύνονται· Πριαμίς Τανταλίς Τυνδα‐
ρίς (ἡ τοῦ Τυνδάρεω).30

31

Τὰ εἰς ΙΣ ὑποκοριστικὰ ἔχοντα ἐν ἴσαις συλλαβαῖς τὴν παραγωγὴν ὀξύνεται· θεραπαινίς ἑταιρίς λυ‐ ρίς. τὸ δὲ Ἶφις ἀπὸ τοῦ ἶφι γενόμενον βαρύνεται. Τὰ εἰς ΙΣ ἐσχηματισμένα ἀπὸ βαρυτόνων μελλόν‐
5των ἢ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται· ποιήσω ποίησις, γνώσω γνῶσις, πράξω πρᾶξις, πέφανσαι φάνσις, μεμίανσαι μίανσις. τὸ δὲ ἁψίς σεσημείωται μακρὸν ἔχον τὸ Ι. Τὰ εἰς ΒΙΣ ὑπερδισύλλαβα ὀξύνεται ἢ (προ)παρο‐
10ξύνεται. ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικὰ· Νιοβίς Λυκαμβίς Πεῤῥαιβίς. σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται· Ἀθάρραβις κάνναβις. σημείωσαι τὸ καλλαβίς. Τὰ εἰς ΓΙΣ δισσύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο
15ἀπὸ τοῦ Γ· αἰγίς μαγίς σφαγίς. τὸ μέντοι Γέρ‐ γις βαρύνεται· ἀπὸ τοῦ Γ γὰρ, ὥσπερ καὶ τὸ γέλγις γέγγις. Ἔτι τὰ εἰς ΙΣ πολυσύλλαβα· στρατηγίς ἁλουρ‐ γίς. τὸ δὲ ἄμοργις (ἡ ὑποστάθμη) βαρύνεται.
20Τὰ εἰς ΘΙΣ δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς
ἀρσενικὸν γένος, ὀξύνεται· πληθίς Ἀτθίς τηθίς31

32

(ἡ πατρὸς ἀδελφή). σεσημείωται τὸ αἴθις καὶ κρόθις καὶ Κρᾶθις. Ἔτι τὰ εἰς ΘΙΣ ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων· ἀκανθίς κολοκυνθίς.
5τὸ δὲ Ταμίαθις καὶ Μένουθις καὶ Τερένουθις βαρύνεται. Τὰ εἰς ΚΙΣ δισύλλαβα ὀξύνεται· Φωκίς κερ‐ κίς χαλκίς, τὸ δὲ φίκις βαρύνεται· ἔτι καὶ τὰ τρι‐ σύλλαβα· παλλακίς πινακίς φαρμακίς.
10 Τὰ εἰς ΛΙΣ ἁπλᾶ ἔχοντα σύμφωνον κατ’ ἐπιπλο‐ κὴν ἢ διπλασιασμὸν τοῦ Λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ Θ κλίνοιτο ἢ πόλιν σημαίνοι· φυλλίς κιγκλίς θυλλίς (ὁ θύλακος), τὸ δὲ Τράλλις πόλις· καὶ τὸ δέλλις (τὸ μικρὸν σφηκίον) διὰ τοῦ Θ κλίνεται. καὶ τὸ βάλ‐
15λις δὲ βαρύνεται (εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν). Τὰ εἰς ΛΙΣ βραχὺ δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ Π ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται· βολίς φο‐
λίς σελίς ψαλίς πυλίς (ὑποκοριστικόν). τὸ δὲ πρύ‐32

33

λις βαρύνεται (ἡ ἔνοπλος ὄρχησις), ὥσπερ καὶ ἡ πό‐ λις ἀπὸ τοῦ Π ἀρχομένη. Τὰ εἰς ΛΙΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς Α μακροῦ, ὀξύνεται·
5μηλίς (ἡ μηλέα) δουλίς Δαυλίς. ἐναντιοῦται τὸ μαῦλις (ἡ μάχαιρα) καὶ τὸ τῆλις· τὸ δὲ τᾶλις (ἡ μελλέγαμος) τὸ Α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις καὶ μᾶλις καὶ τὸ Ἦλις καὶ ὗλις (ἡ ὑλία) καὶ αὖλις (ἡ ἔπαυλις), Αὐλίς δὲ ἡ πόλις ὀξύνεται.
10 Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα εἰς Α βραχὺ προπα‐ ραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μὲν, ὅσα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην συλλα‐ βὴν καταλήγουσαν εἰς Ν ἀφώνου ἐπιφερομένου· Ταν‐ ταλίς Πανθαλίς (ἡ θεράπαινα Ἑλένης) ἀγκαλίς
15(τὸ γὰρ Γ ἐκ τοῦ Ν) δενδαλίς. τὰ μέντοι προση‐ γορικὰ ἢ κύρια προπαροξύνονται· βούβαλις δάμα‐ λις βαύκαλις. Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα παραληγόμενα Η βα‐ ρύνεται· κάπηλις κύβηλις (ὁ πέλυξ) ἔπηλις (τὸ
20πῶμα τῆς λάρνακος) τρόπηλις (ἡ δέσμη τῶν σκορό‐ δων), πλὴν τοῦ φασηλίς. Τὰ εἰς δύο ΛΛ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ
μὴ ἐπιθετικὰ παρώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς ΗΣ·33

34

κορυδαλλίς ἀναβαλλίς (ἡ σφαῖρα) συκαλλίς μοιχαλλίς θρυαλλίς. τὸ μέντοι κάβαλλις βα‐ ρύνεται. Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύ‐
5σει βραχέων ἢ Ι βραχὺ, ὀξύνεται· κυψελίς βασιλίς Αἰολίς. τὸ μέντοι Ἄζιλις τὸ ΖΙ μακρὸν ἔχει. Τὰ εἰς ΛΙΣ παρώνυμα τῷ Ω ἢ διφθόγγῳ παρα‐ ληγόμενα ὀξύνεται· Πακτωλίς Αἰτωλίς Ἰουλίς. τὸ Ἄδουλις προπαροξύνεται καὶ τὸ ἀρτόπωλις.
10 Τὰ εἰς ΜΙΣ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύ‐ νεται· πυραμίς σησαμίς καλαμίς πλοκαμίς κεραμίς. τὸ δὲ Ἄρτεμις Σεμίραμις Χρυσόθε‐ μις, κύρια. καὶ τὸ Σαλαμὶς κύριον ὂν ὀξύνεται. Τὰ εἰς ΝΙΣ διβραχέα προσηγορικὰ ὀξύνονται, κατ’
15οὐσίας κείμενα Α ἢ Ο παραληγόμενα· ῥανίς χλανίς σανίς ὀνίς κονίς (τὸ ἐπὶ τῆς κεφαλῆς) κόνις δὲ τὸ χῶμα. σπάνις καὶ φρόνις οὐκ ἐπὶ οὐσίας. τὸ δὲ ὕνις βαρύνεται τὸ Υ ἔχον, ὥσπερ τὸ κέρνις. Τὰ εἰς ΝΙΣ δισύλλαβα παραληγόμενα φωνήεντι
20μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται μὴ ὑποκοριστικὰ ὄντα· Θῶνις μῆνις νῆνις. τὸ μέντοι φωνίς ὑποκορι‐
στικόν ἐστι.34

35

Τὰ εἰς ΝΙΣ θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύ‐ νεται· μαινίς δαυνίς ἐπιγουνίς θεραπαινίς λεαινίς. τὸ μέντοι εὖνις βαρύνεται καὶ βοῦνις καὶ χλοῦνις.
5 Τὰ εἰς ΑΝΙΣ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνε‐ ται· Ὠκεανίς Τιτανίς στεφανίς. τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις προπαροξύνεται καὶ τὸ Θήβανις. Τὰ εἰς ΕΝΙΣ καὶ ΟΝΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύ‐
10νεται· εὐμενίς εὐγενίς Λυκαονίς Ἀμαζονίς. Τὰ εἰς ΞΙΣ ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύ‐ νεται· ἕξω ἕξις, λέξω λέξις, ψύξω ψύξις. σεση‐ μείωται ἁψίς ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύ‐ νεται· ἅμαξα ἁμαξίς, πύξος πυξίς, ὄξος ὀξίς.
15 Τὰ εἰς ΠΙΣ διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύνεται· πραπίς κοπίς λεπίς. σεσημείω‐ ται τὸ τρόπις. τὸ δὲ ὄπις ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς ΠΙΣ δισύλλαβα θέσει μακρᾷ παραληγό‐ μενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται μὴ
20ὄντα ὑποκοριστικὰ, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνεται. βαρύνεται δὲ ταῦτα· τράμπις σάλπις πόλις κάλ‐
πις θέσπις πόρπις. ὀξύνεται δὲ ταῦτα μὴ πλη‐35

36

θυντικῶς λεγόμενα (?)· ἐλπίς ἀσπίς ἐμπίς. τὸ δὲ Ἄλπις βαρύνεται. Τὰ διὰ τοῦ ΟΠΙΣ πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται· Κεκροπίς Δρυοπίς Αἰθιο‐
5πίς· τὸ φύλοπις δὲ προπαροξύνεται. Τὰ εἰς ΡΙΣ δισύλλαβα ὑποκοριστικὰ ... ἐννοίας ἐχό‐ μενα ὀξύνεται· Τευκρίς χειρίς. Τὰ εἰς ΚΡΙΣ κύρια μὲν ὄντα βαρύνεται· Μάκρις Πρόκρις Ἄκρις· τὰ δὲ μὴ οὕτως ὀξύνεται· ἀκρίς
10Λοκρίς. Τὰ εἰς ΡΙΣ ἔχοντα πρὸ τοῦ Ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται· παλαιστρίς αὐληστρίς ἐπακτρίς. Τὰ εἰς ΡΙΣ μετ’ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ Π βαρύνεται· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ
15σύμφωνον εἴη δεδιπλασιασμένον· ὕβρις Κύπρις· ὀξύνεται δὲ τὸ νεβρίς κεδρίς. τὸ δὲ ἄγγρις δεδι‐ πλασίασται. Τὰ εἰς ΡΙΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Α βαρύνεται· κίθαρις εὔμαρις Σύβαρις κάπ‐
20παρις, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ, ἢ ἐν τῇ τρίτῃ τὸ Ε ἔχοντα. τότε γὰρ ὀξύνεται· Μεγα‐ ρίς βλεφαρίς θεωρίς ἐαρίς. Τὰ εἰς ΕΡΙΣ ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται· Ἀστερίς νυκτερίς. τὸ δὲ Πάστερις καὶ Κελέν‐
25δερις βαρύνεται.36

37

Τὰ εἰς ΥΡΙΣ μὴ κατὰ τροπὴν γενόμενα ὀξύνεται· ἁλμυρίς πορφυρίς ἀργυρίς Ἰλλυρίς. τὸ δὲ Θάμυρις προπαροξύνεται. τὸ δὲ ἄγυρις κατὰ τρο‐ πὴν ἐγέντο.
5 Τὰ εἰς ΡΙΣ Αἰγύπτια προπαροξύνεται· Βούσι‐ ρις Ὄσιρις Ψένυρις. Τὰ εἰς ΣΙΣ ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευ‐ τέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνον‐ ται· ποιήσω ποίησις, λύσω λύσις, κέκρισαι κρίσις.
10τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ· Χρύσης Χρυ‐ σίς, νῆσος νησίς. σεσημείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄσης γεγονός. Τὰ εἰς ΤΙΣ δισύλλαβα ἔχοντα τὸ Ο μικρὸν .... ἢ Ω μέγα πρὸ τοῦ ΤΙΣ .... ἐπιθετικὰ, εἰ μὴ παράκειται
15ἀρσενικῷ τῷ εἰς ΤΗΣ, ὀξύνεται· φορτίς φροντίς νοτίς οὐτίς Δωτίς ὠτίς. τὸ δὲ πόρτις ἀπὸ τοῦ πόρις. ....... Τὰ εἰς ΤΙΣ πρὸ αὐτοῦ ψιλὸν ἔχοντα .... βαρύνε‐ ται· κλέπτις ἴκτις (ζῶον) λάκτις (ἡ τορύνη). τὰ
20δὲ ὀξύνεται· νοκτίς πηκτίς.
Τὰ εἰς ΤΙΣ πρὸ τοῦ ΤΙΣ Υ ἔχοντα σπάνια ὄντα37

38

τὰ μὲν βαρύνεται· Σύρτις, τὰ δὲ ὀξύνεται· ῥυτίς κυρτίς. Τὰ εἰς δύο ΤΤ σπάνια ὄντα τὰ μὲν βαρύνεται, οἷον· παιτέττις, τὰ δὲ ὀξύνεται· τριοττίς νεοττίς.
5 Τὰ εἰς ΣΤΙΣ δισύλλαβα βαρύνεται, εἰ μὴ ὑποκο‐ ριστικώτερα εἴη· πίστις μνῆστις. τὸ μέντοι κι‐ στίς ὀξύνεται ὡς ὑποκοριστικόν. Ἔτι τὰ εἰς ΣΤΙΣ ὑπὲρ δύο συλλαβὰς, εἰ μὴ ἐπί‐ θετα εἴη, προπαροξύνεται· βούβρωστις ἄγρωστις.
10ὀξύνεται τὸ Κεραστίς Λιγυστίς Λιβυστίς ὡς ἐπιθετικά. Τὰ εἰς ΤΙΣ πολυσύλλαβα Ν πρὸ τοῦ Τ ἔχοντα μὴ παρακείμενα τοῖς εἰς ΤΗΣ ὀξύνεται· προποντίς ἑλλησποντίς. αὐθεντίς.
15 Τὰ εἰς ΙΣ θηλυκὰ ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν γενόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ὁ πολίτης ἡ πολῖτις, χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται· ἄκοιτις παράκοιτις ἀρτό‐
20πωλις λαχανόπωλις. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται, ὡς τὸ Περσίς. Τὰ εἰς ΦΙΣ διβράχεα ὀξύνεται· ῥαφίς γλυφίς σταφίς. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει μα‐ κρὰ ἐν δισυλλάβοις παροξύνεται· Ἶφις Μέμφις. τὸ
25δὲ Κηφίς ὡς ἐθνικὸν ὀξύνεται, ὡς καὶ Δελφίς.38

39

Τὰ εἰς ΦΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ κύρια εἴη· ἀσταφίς κροταφίς ἐλαφίς. τὸ δὲ Ἱε‐ ρόσφις ὡς κύριον παροξύνεται. Τὰ εἰς ΧΙΣ ὀξύνεται, εἰ μὴ ὀνόματα πόλεων ἢ
5νήσων εἴη· Κολχίς Ἀντιοχίς παννυχίς. τὸ δὲ ῥάχις σεσημείωται. τὸ μέντοι Ἀτάρβηχις Ὕδελχις ἐπὶ πόλεων καὶ νήσων. Τὰ εἰς ΙΣ θηλυκὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ εἰς Α ποιοῦντα τὴν αἰτιατικὴν ὀξύνονται· ἀσπίς
10ῥανίς κρηπίς κνημίς ἁψίς. Εἰ δὲ εἰς ΙΝ ἔχουσι τὴν αἰτιατικὴν, περισπῶνται· Βενδῖς Μολῖς Τοτῖς Ἀταργατῖς.
13tΠερὶ τοῦ τόνου τῶν εἰς ΟΣ ὀνομάτων.
14tΒιβλίον εʹ.
15 Τὰ εἰς ΟΣ καθαρὰ δισύλλαβα τῷ Α μακρῷ πα‐ ραληγόμενα ὀλίγα εἰσὶ, καὶ ὀξύνεται μὲν, ὅσα οὐ κύρια μὴ δὲ ἐπιθετικὰ· παός καὶ πηός, ναός καὶ νηός, λαός καὶ ληός. τὸ Δᾶος ὡς κύριον βαρύνεται, καὶ τὸ πρᾷος δὲ ἐπίθετον. τὸ μέντοι ταός παρ’ Ἀλεξαν‐
20δρεῦσιν ἀντὶ τοῦ ταὧς σεσημείωται. τὸ δὲ λᾶος παρὰ Σοφοκλεῖ ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετεποιήθη.
Τὰ εἰς ΑΙΟΣ δισύλλαβα, εἰ μὴ εἴη κύρια, ὀξύ‐39

40

νεται· λαιός σκαιός τὸ ἐπίθετον. Σκαῖος δὲ τὸ κύριον, ὡς Βαῖος Γραῖος Παῖος. Τὰ διὰ τοῦ ΑΥΟΣ δισύλλαβα ὀξύνεται· ναῦος αὖος (ὁ ξηρός). τὸ δὲ ἀγαυός τρισύλλαβον.
5 Τὰ εἰς ΟΙΟΣ δισύλλαβα ὀξύνεται, εἰ μὴ εἴη κύ‐ ρια καὶ πυσματικὰ, καὶ τὸ Ο πλεονάζει ἐν τῇ ἀρχῇ· σμοιός ἐπίθετον, σκλοιός (ὁ σκολιός) δοιός γλοιός (ἐπὶ κόπρου) βοιός κλοιός. τὸ ποῖος τοῖος οἶος (ὁ μόνος) βαρύνεται, ὡς πυσματικά. καὶ τὰ κύρια δὲ
10ὁμοίως· Μοῖος Βοῖος Κοῖος. Οἰός δὲ (ὁ δῆμος τῆς Ἀττικῆς) ὀξύνεται. Τὰ εἰς ΕΙΟΣ δισύλλαβα ἐπιθετικὰ βαρύνεται· λεῖος μεῖος Κεῖος θεῖος πλεῖος. τὸ δὲ νειός ... ἀρ‐ σενικὸν καὶ μονογενές.
15 Τὰ εἰς ΟΣ καθαρὸν δισύλλαβα παραληγόμενα τῷ Ι μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βα‐ ρύνεται· πῖος Χῖος δῖος Θρῖος Φθῖος. τὸ κριός σεσημείωται.
Τὰ εἰς ΟΣ τὸ δίχρονον ἔχοντα .... βαρύνεται·40

41

σάος Ἴος Τίος ἴος (ὁ μόνος) βίος (ἡ ζωή). βιός δὲ (τὸ τόξον). τὸ δὲ νυός (ἡ νύμφη) ὀξύνεται. Τὰ διὰ τοῦ ΟΟΣ καὶ ΕΟΣ δισύλλαβα ἀπὸ συμ‐ φώνου ἀρχόμενα καὶ μὴ μόνου τοῦ Θ βαρύνεται· νόος
5γόος ῥόος πλόος θρόος νέος. τὸ δὲ ἐός ὀξύ‐ νεται· ἀπὸ φωνήεντος γάρ· καὶ τὸ θεός ὡς ἀπὸ τοῦ Θ μόνου. Τὰ εἰς ΩΟΣ μετὰ προσγεγραμμένου Ι δισύλλαβα [βαρύνεται ἢ] προπερισπᾶται· Κῷος σῷος Λῷος.
10τὸ δὲ κλῳός ἀπὸ τοῦ κλοιός ὀξύνεται καὶ ἔτι τὸ ζῳός. Τὰ εἰς ΥΟΣ σπάνια ὄντα ὀξύνεται, οἷον· ὑός. Τὰ εἰς ΟΣ τρισύλλαβα ἁπλᾶ τῷ Α μόνῳ παραλη‐ γόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλους φύσει ἢ θέ‐ σει μακρὰ εἴη, ἢ κατὰ διάστασιν σύμφωνον ἔχοι· ἀγλαός
15ἀλαός Δαναός. τὸ δὲ γόαος ἐκ τοῦ γόης γέγονε. Τὰ εἰς ΛΕΟΣ τρισύλλαβα ἁπλᾶ ὀξύνεται, μὴ ὄντα κτητικὰ, ἢ διάφορον τόνῳ σημαίνοντα· εἰλεός (ἡ κα‐
τάδυσις) φωλεός κολεός μαλεός. ἐλεός τὸ κύ‐41

42

ριον, ἐλέος δὲ τὸ προσηγορικόν (?). τὸ δὲ τέλεος καὶ τέλειος κτητικά. Τὰ διὰ τοῦ ΕΟΣ παροξύνεται ἢ κτητικὰ εἴη, ῥη‐ τέος πρακτέος ἀθροιστέος. τὸ δ’ ἐτεός ὀξύ‐
5νεται. Τὰ διὰ τοῦ ΑΛΕΟΣ παράγωγα ὑπὲρ τρεῖς συλ‐ λαβάς ἐστι καὶ παροξύνεται, χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ Ι ἀπὸ κτητικοῦ ὀνόματος, οἷον· νηφαλέος αὐαλέος σμερδαλέος θαρσαλέος. πρόσκειται „εἰ μὴ ἔχῃ ἔνδειαν
10τοῦ Ι ἀπὸ κτητικοῦ ὀνόματοσ“ διὰ τὸ δαιδάλειος δαι‐ δάλεος, κονισάλειος κονισάλεος. ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατ’ ἔνδειαν τοῦ Ι καὶ προπαροξύνε‐ ται· Ἀγαμεμνόνεος Ἑκτόρεος Νεστόρεος τέ‐ λεος χάλκεος χρύσεος.
15 Τὰ εἰς ΟΣ ὑπὲρ δύο συλλαβὰς ..... τῷ Η παρα‐ ληγόμενα τὸ αἰζηός ἐστὶν ὀξυνόμενον. τὸ γὰρ πα‐ ληός καὶ ἀρχῆος κατὰ τροπὴν τῆς ΑΙ διφθόγγου ἐγέ‐ νετο [καὶ προπαροξύνεται]. τὸ δὲ ὄρηος καὶ αὐτὸ προπα‐ ροξύνεται κατὰ τροπὴν τῆς ΕΙ διφθόγγου γεγονός. τὸ δὲ
20Ἐχένηος καὶ πολύνηος προπαροξύνεται· σύνθετα γάρ.42

43

Τὰ διὰ τοῦ ΔΙΟΣ προπαροξύνεται, εἰ μὴ τρισύλ‐ λαβα ὄντα τριβράχεα εὑρεθῶσι, καὶ παροξύνονται πρὸς διαστολὴν κυρίων καὶ ἐπιθέτων, ὥσπερ ἔχει τὸ Ῥοδίος καὶ Σχεδίος. τὰ δὲ προπαροξύτονα ταῦτα· ἴδιος
5ἀΐδιος μαψίδιος παυρίδιος ἁρμόδιος νυμφί‐ διος. σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον. Τὰ διὰ τοῦ ΩΝΙΟΣ προπαροξύνεται· Κιθαιρώ‐ νιος Μαραθώνιος Ἀπολλώνιος. Τὰ εἰς ΝΙΟΣ καθόλου ὑπὲρ τρεῖς συλλαβὰς προ‐
10παροξύνεται· Ἐλευσίνιος Σαλαμίνιος. τὸ δὲ Κλο‐ νίος παροξύνεται ὡς κύριον καὶ τρισύλλαβον ὄν. καὶ τὸ μονιός ὀξύνεται τρισύλλαβον, εἰ δὲ τὸ Υ πλεο‐ νάσῃ, προπαροξύνεται· μούνιος γάρ. Ὅσα ἀπὸ τοῦ Ξ ἢ Ρ γίνεται διὰ τοῦ Ι βραχέος,
15προπαροξύνεται, εἰ μὴ διαστολὴ κυρίου γένοιτο ἐν τρι‐ συλλάβοις καὶ τριβραχέσιν, ὥσπερ τὸ Φρυγίος Φλο‐ γίος. [καὶ] προπαροξύνεται δὲ ταῦτα· Θρηΐκιος Κι‐ λίκιος Φαιάκιος μακάριος σωτήριος. τὸ δὲ Ἰλλυριός οὐκ ἀντίκειται.
20Τὰ διὰ τοῦ ΙΟΣ ἐθνικὰ ἢ τοπικὰ προπαροξύνον‐43

44

ται· θαλάσσιος ἐντόπιος ἐνδάπιος. τὸ δὲ χλω‐ ριός ὀξύνεται καὶ θαλαμιός (ὁ κωπηλάτης). Τὰ ἀπὸ τῶν εἰς ΟΣ διὰ τοῦ ΙΟΣ προπαροξύνεται συνεσταλμένου τοῦ Ι, εἰ μὴ τριβραχέα ἐπὶ κυρίων εἴη·
5πολέμιος ποτάμιος μίσθιος ῥύθμιος δέσμιος. Φυτίος δὲ τὸ κύριον παροξύνεται. Τὰ διὰ τοῦ ΣΙΟΣ καὶ ΤΙΟΣ προπαροξύνονται, εἰ μὴ κύρια εἴη καὶ τριβράχεα· ἀσπάσιος πρυμνή‐ σιος Ἀτλάντιος θαλάττιος. τὸ δὲ πλησίος καὶ
10ἀντίος. Σκοτίος Κλυτίος τριβράχεα καὶ τὸ Φρα‐ σίος. Τὰ διὰ τοῦ ΙΟΣ καθαρὸν πρὸ τοῦ Ι Η ἢ Ω ἔχοντα προπαροξύνονται· νήϊος δήϊος γήϊος λώϊος πα‐ τρώϊος. τὸ Ἀσκληπιός ὀξύνεται.
15 Τὰ εἰς ΛΙΟΣ ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη· ἐνάλιος Δασάλιος (ὁ Διό‐ νυσος) θεμέλιος. Τὸ μέντοι λαλιός πελιός (ὁ πολιός) σκολιός φαλιός (ὁ λευκομέτωπος) ὡς τρι‐ σύλλαβα ὀξύνεται. τὸ δὲ ἐγωλιός [ἐρῳδιός] ἐδωλιός
20βαμβυλιός ὡς ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται.
Ὅσα εἰσὶ μονογενῆ ἀπὸ ἐνεστώτων γενόμενα εἰς44

45

ΙΟΣ μὴ ἔχοντα ἐν τῇ τρίτῃ δύο σύμφωνα κατὰ διά‐ στασιν προπαροξύνεται· αἰτῶ αἴτιος, ἁρμόζω ἁρμό‐ διος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιος. τὸ δὲ ἀντῶ ἀν‐ τίος σεσημείωται.
5 Ἔτι καὶ τὰ ἀπὸ μέλλοντος γινόμενα· ὀρθώσομαι ὀρθώσιος, ἀσπάσομαι ἀσπάσιος, φυλάξομαι φυ‐ λάξιος. τὸ μέντοι πλήσω πλησίος καὶ τὸ δέξομαι δεξιός καὶ ἕψομαι ἀνεψιός. Τὰ διὰ τοῦ ΙΟΣ τρισύλλαβα εἰ ἔχοιεν Υ ἐν τῇ
10πρώτῃ συλλαβῇ προπαροξύνεται, εἰ μή τις διαστολὴ εἴη, ἢ κύριον ὑπάρχοι τρίβραχυ· κύριος Κύπριος Τύριος μύλιος Πύλιος Φρύγιος. τὸ Τυχίος Φρυγίος Πλυτίος Κλυτίος Σκυφίος παροξύ‐ νονται ὡς κύρια. μύριος ὁ ὡρισμένος ἀριθμὸς, μυ‐
15ρίος ὁ ἀόριστος, καὶ νύμφιος οἶκος προπαροξύτονον, νυμφίος δὲ ὁ γαμετὴς παροξύτονον. Ὅσα ἀπὸ ἐπιῤῥημάτων παρῆκται διὰ τοῦ ΙΟΣ, προπαροξύνεται· πρωΐ πρώϊος, ὀψέ ὄψιος, νόσφιν νοσφίδιος, ἶφι ἴφιος, ἀεὶ ἀΐδιος, ῥέα ῥηίδιος.
20σεσημείωται ἄντην ἀντίος, σχεδόν Σχεδίος, ὡς κύ‐ ριον. Τὰ διὰ τοῦ ΙΟΣ τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται· Μούλιος Βάκχιος Σέργιος. τὸ δὲ Ἐρχίος παροξύνεται.
25Τὰ εἰς ΙΟΣ ὑπερτρισύλλαβα ἐπὶ ἀλόγων ζώων ὀξύ‐45

46

νεται· αἰγυπιός χαραδριός ἐρῳδιός. τὸ δὲ σκορ‐ πίος κωβίος παροξύνεται ὡς τρισύλλαβα. Ἐξαιρέτως τὰ εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ Ο μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ
5σύνθετα παροξύτονά τε καὶ προπαροξύτονα. καὶ πα‐ ροξύτονα μὲν θυοσκόος λαοσσόος βροτοσσόος, προπαροξύτονα δὲ πρόχοος δυσήκοος. νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα. Τὰ ὥσπερ ἐντελῆ τῶν εἰς ΠΛΟΥΣ ληγόντων ἁπλᾶ
10ὄντα παροξύνονται· διπλόος τριπλόος ἁπλόος. τὸ δὲ πρωτόπλοος καὶ ἁλίπλοος προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ. τὸ δὲ ἀθρόος παροξύτονον τὸ ἅμα ση‐ μαίνει· τὸ δὲ προπαροξύτονον τὸ ἄφωνον. Τὰ διὰ τοῦ ΟΟΣ κύρια προπαροξύνεται· Σίστοος
15Πείροος Ἄθοος ὁ καὶ Ἀθόως. τὸ δὲ ὄγδοος εἰ καὶ ἐπίθετον προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ΟΣ τα‐ κτικὰ βαρύνεται, ὑπεσταλμένων τῶν εἰς ΣΤΟΣ, ἕβδο‐ μος ὄγδοος ἔννατος δέκατος. τὸ δὲ εἰκοστός τριακοστός καὶ τἄλλα ὀξύνεται. καὶ τὸ ὀλοός ὀξύ‐
20νεται ἀπὸ τοῦ ὀλῶ. Τὰ εἰς ΟΣ ὑπερδισύλλαβα παραληγόμενα Υ συνε‐ σταλμένῳ προπαροξύνεται· σίκυος Πέρυος φώτιος.
τὸ δὲ Τιτυός ὀξύνεται καὶ τὸ Υ οὐκ ἔχει συνεσταλμένον.46

47

Τὰ εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ Ω μετὰ Ι προσγεγραμμένου διφθόγγῳ καταχρηστικῇ παρα‐ ληγόμενα προπερισπᾶται· πατρῷος ἡρῷος Ἀχελῷος αἰδῷος· τὸ δὲ κολῳός ὀξύνεται ἀπὸ τοῦ κολοιός. τὸ
5μέντοι λαγωός καὶ πατρωός ὀξύνονται, διότι οὐκ ἔχουσι τὸ Ι προσγεγραμμένον. Πᾶν εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ ΑΙ διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτονουμένου θηλυ‐ κοῦ γένοιτο, προπερισπᾶται· ἀρχή ἀρχαῖος, ἀλκή ἀλ‐
10καῖος, κορυφή κορυφαῖος. τὸ μέντοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπιπολῆς παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπο‐ λάζω· πλὴν οἱ πλείους αὐτὸ περισπῶσιν. Τὰ εἰς ΜΑΙΟΣ προπερισπᾶται, εἰ μὴ διαστολὴ γένοιτο ἢ κύριον εἴη σύνθετον· πυγμαῖος Ῥωμαῖος
15Πτολεμαῖος Ἑρμαῖος. τὸ δὲ Ἕρμαιος κύριον προπαροξύνεται, καὶ τὸ φιλορώμαιος σύνθετον ὄν. τὸ δὲ Τίμαιος σεσημείωται. Τὰ διὰ τοῦ ΑΙΟΣ ὑπερτρισύλλαβα περισπᾶται, εἰ μὴ διαστολή τις εἴη, ἢ σύνθετον ὑπάρχοι· Ἀθηναῖος
20Εἰρηναῖος ἀρουραῖος. τὸ ἐρυσίχαιος προπαρ‐ οξύνεται. τὸ δὲ Ἀθήναιος κύριον προπαροξύνεται εἰς διαστολήν. Ἔτι τὰ διὰ τοῦ ΔΑΙΟΣ περισπᾶται· Ἰουδαῖος χυδαῖος Χαλδαῖος.
25 Ἔτι τὰ διὰ τοῦ ΑΙΟΣ ἐθνικὰ· Ἀθηναῖος Θη‐ βαῖος Ῥωμαῖος. σεσημείωται τὸ Ἀχαιός ὀξυνό‐
μενον καὶ τὸ ἐρυσίχαιος προπαροξυνόμενον.47

48

Ἔτι τὰ τρισύλλαβα ἀπὸ Α ψιλουμένου ἀρχόμενα· ἀλκαῖος ἀκμαῖος. Ἔτι τὰ διὰ τοῦ ΛΑΙΟΣ· ὑλαῖος βουλαῖος θη‐ λαῖος. τὸ δὲ δείλαιος καὶ φύλαιος προπαροξύ‐
5νεται. ἔτι σημειοῦνται τὰ ἐν ἀρχῇ πρόθεσιν ἔχοντα· ἐπιπόλαιος, ἢ ἀπὸ ἐπιῤῥήματος, ὥσπερ τὸ παλαιός ἀπὸ τοῦ πάλαι, καὶ τὰ κατὰ διαστολὴν γινόμενα· Πα‐ λαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον [ἁραιός ὁ μὴ πυκνός, ἀραῖος ἀπὸ τῆς ἀρᾶς].
10 Τὰ ἀπὸ ἐπιῤῥημάτων προπερισπῶνται· χύδην χυ‐ δαῖος, ἄντην ἀνταῖος. τὸ μέντοι μάτην μάταιος, καὶ τὸ βέβαιος παρὰ τὸ βέβηκα. τὰ δὲ παρώνυμα παρ’ οὐδετέρων γινόμενα ὀξύνεται· γῆρας γηραιός, κράτος κραταιός, ῥέα ἁραιός.
15 Τὰ εἰς ΕΙΟΣ καθαρὸν τρισύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ Η προπαροξύνεται· θήρειος μήλειος χήνειος κήλειος (ὁ καυστικός). τὸ μέντοι Ἠλεῖος ἠθεῖος προπερισπᾶται οὐκ ἀπὸ συμφώνου ἀρχόμενα. τὸ δὲ Κητειός Πηνειός ὀξύνεται ὡς κύρια· καὶ τὸ Μή‐
20δειος κύριον προπαροξύνεται.48

49

Τὰ εἰς ΕΙΟΣ ἐπιθετικὰ τρισύλλαβα ἔχοντα τὴν πρώτην φύσει ἢ θέσει μακρὰν, πλὴν τῶν ἐχόντων τὸ Η, περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόντων ἔννοιαν τοπικὴν, προπαροξύνονται· γλαύκειος δούλειος χρύσειος
5δούρειος χοίρειος. τὸ μέντοι Ὀλμειός Ὀρνειός Σπερχειός Σπονδειός Δαρειός ὡς κύρια ὀξύνε‐ ται. τὸ δὲ παιδεῖος (ὁ παιδικός) προπερισπᾶται. Τὰ εἰς ΕΙΟΣ τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνό‐ ματα ποταμῶν ὀξύνεται· Σπερχειός Ἀλφειός Πη‐
10νειός Κητειός Ἐπειός. τὸ δὲ Ἀρνεῖος καὶ Δα‐ ρεῖος προπερισπῶνται. [προπαροξύνεται δὲ ταῦτα· ἰττέρειος ἀσκάτειος.] [τὸ δὲ Δαρδανειός ὀξύ‐ νεται.] Τὰ εἰς ΕΙΟΣ τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται,
15εἰ ἀπὸ βραχείας ἄρχοιτο· βρότειος τέλειος φλό‐ γειος λύκειος βόειος. τὸ δὲ Ἐπειός κύριον. τὸ δὲ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον. Τὰ εἰς ΕΙΟΣ ὑπερτρισύλλαβα μὴ πλεοναζούσης τῆς ΕΙ διφθόγγου προπαροξύνεται· Αἰάντειος Ὁμήρειος
20γαλήνειος Ἱππάρχειος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ΕΙ. τὰ μέντοι προπερισπώ‐ μενα ἀπὸ τῶν Ὁμήρου λέξεων εὑρεθέντα ταῦτά εἰσι· πρυτανεῖος ἑταιρεῖος μεγαλεῖος γυναικεῖος
ἀκατεῖος.49

50

Τὰ εἰς ΟΙΟΣ ὑπερδισύλλαβα προπερισπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις· ἀλ‐ λοῖος αἰδοῖος ὁμοῖος γελοῖος παντοῖος. τὸ δὲ φλοιός δισύλλαβον καὶ τὸ κολοιός προσηγορι‐
5κόν ..... Τὰ εἰς ΟΣ καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ Υ ὀξύνεται, ἐπιθετικὰ ὄντα, οὐκ ἐθνικὰ· ἀκουός καὶ ἐπακουός, ἀγαυός καὶ τὸ κύριον καὶ τὸ ἐπί‐ θετον. πρόσκειται „εἰ μὴ ἐθνικὰ εἴη, ἀλλὰ κύρια“ ὅτι
10ταῦτα βαρύνεται· Ἀκάλαυ]ος Πείραυος Ἄρευος.
11tΠερὶ τῶν εἰς ΒΟΣ, εἰς ΓΟΣ, καὶ τῶν καθεξῆς μέχρι
12tτῶν εἰς ΜΟΣ.
13tΒιβλίον ϛʹ.
14Τὰ εἰς ΒΟΣ δισύλλαβα κύρια ἢ προσηγορικὰ βα‐
15ρύνεται· ὄλβος λίβος Λέσβος φλοῖσβος θάμβος (τὸ μονογενές) τάρβος. σεσημείωται τὸ ὄλβος πα‐ ροξυνόμενον, ὅτε προσηγορικόν. Ὀλβός δὲ τὸ κύριον, ὥσπερ λοβός (μέρος τοῦ ἥπατος). Τὰ εἰς ΒΟΣ δισύλλαβα ἐπιθετικὰ ὀξύνεται· στρα‐
20βός ῥαιβός (ὁ μὴ ὀρθός) καὶ κωβός.50

51

Τὰ εἰς ΒΟΣ κύρια ἢ προσηγορικὰ ὑπὲρ δύο συλλα‐ βὰς προπαροξύνεται· ἄραβος κόναβος ἴαμβος κάραβος σάραβος ἀττέλαβος, ὅπερ οἱ Ἀττικοὶ παραλόγως ὀξύνουσι.
5 Τὰ εἰς ΒΟΣ ἐπιθετικὰ ὑπὲρ δύο συλλαβὰς, εἰ μὴ τῷ Η παραλήγοι ἢ σύνθετα εἴη ἀπὸ τῶν εἰς ΒΟΣ ληγόντων, ὀξύνεται· ἐρεμβός κολοβός βουφορβός ἱπποφορβός. τὸ δὲ ἔφηβος ἄνηβος παραλήγουσι τῷ Η. τὸ δὲ φιλόκυβος σύνθετον.
10 Τὰ εἰς ΓΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται· πύργος σπόγγος φθόγγος Γόρ‐ γος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον. τὸ δὲ σαργός (ὁ ἰχθῦς) ὀξύνεται.
15 Τὰ εἰς ΓΟΣ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τις ὑπάρχοι συνθέσεως, ὀξύνεται· γοργός ἀργός. τὸ μέντοι γάγγος βαρύνεται, καὶ τὸ μάργος σύνθετον ἀπὸ τοῦ ΜΑ στερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργος
20οὐδὲν ἀγαθὸν ἐργάζεται. Τὰ εἰς ΟΓΟΣ διβράχεα βαρύνεται· λόγος μό‐ γος ψόγος.
Τὰ διὰ τοῦ ΑΓΟΣ διβράχεα ἐπιθετικὰ καὶ μὴ51

52

ἐθνικὰ ὀξύνεται· φαγός κραγός (ὁ κραυγαστικός). τὸ δὲ κράγος βαρύνεται, καὶ τὸ Μάγος ἐθνικόν. Τὰ εἰς ΓΟΣ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη· λοιγός φηγός. τὸ δὲ
5Λᾶγος κύριον. Τὰ εἰς ΓΟΣ ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται· πάταγος ἔλεγος (ὁ θρῆνος). Τὰ εἰς ΓΟΣ τρισύλλαβα ἀρσενικὰ φύσει ἢ θέσει μακρᾷ παραληγόμενα μὴ διπλασιαζομένου τοῦ Γ ὀξύνε‐
10ται, χωρὶς εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν συνθέσεως ἔχοι· ἀρηγός πελαργός ἀμολγός βροτολοιγός. τὸ δὲ Ἄμοργος προπαροξύτονον ἐπὶ τῆς νήσου οὐκ ἀρσενικόν. καὶ τὸ Ὄμαργος σύνθετον, ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργός· ἔστι δὲ ὄνομα κυνός.
15 Τὰ εἰς ΔΟΣ διβράχεα ἀρσενικὰ καὶ θηλυκὰ βαρύνον‐ ται· εἰ δέ· τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προσηγορικὸν εὑρέθη τῷ Ο παραλῆγον· κλάδος ἄδος κάδος. τὸ
μέντοι ὁδός καὶ σποδός ὀξύνεται ὡς θηλυκά.52

53

Ἔτι τὰ εἰς ΔΟΣ δισύλλαβα ..... ὀξύνεται· ὁδός σποδός οὐδός· τὸ δὲ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον, καὶ τὸ Μῆδος ἐθνικόν. σεσημείωται τὸ σκοῖδος (παρὰ Μακεδόσιν ὁ οἰκονόμος) καὶ τὸ χλῆ‐
5δος προπερισπώμενα. Τὰ εἰς ΔΟΣ ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα βαρύνεται· Μῆδος νῖδος ζεῦδος. τὸ μέντοι καυ‐ δός θηλυκὸν, ὥσπερ καὶ τὸ μαυδός. Τὰ εἰς ΔΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Δ σύμ‐
10φωνον βαρύνεται· ὄγδος ῥάβδος ἄσδος (στήλη λιθίνη). Τὰ εἰς ΔΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Δ σύμ‐ φωνον κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη· λίνδος Σίνδος Πίνδος νάρδος μάρδος (αὐ‐
15λοῦ εἶδος). σεσημείωται τὸ Ἰνδός (ποταμὸς καὶ τὸ ἐθνικόν). τὸ δὲ κονδός ἐπίθετον καὶ ὁ μυνδός (ὁ ἄφωνος). Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται· ὄμαδος κέλαδος Τένεδος κόρυ‐
20δος, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουσιν.
Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα ἔχοντα κατ’ ἐπιπλοκὴν53

54

σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται· μόλυβδος σμάραγδος. τὸ δὲ ὀρυμαγδός ὀξύνεται. Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα φύσει μακρᾷ παραλη‐ γόμενα κύρια προπαροξύνεται· Ἄβυδος Ἔνουδος
5Ἴσσηδος. τὸ μέντοι ἀοιδός ἐπίθετον. τὸ δὲ κί‐ ναιδος προπαροξύνεται τῷ λόγῳ τῆς συνθέσεως Τὰ εἰς ΖΟΣ πάντα βαρύνεται· ὄζος ῥοῖζος ταῦ‐ ζος τρῶζος. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιῤῥημάτων ὀξύνεται· πεζός χθιζός πρωϊζός.
10 Τὰ εἰς ΘΟΣ μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραλήγοντα μὴ κοινὰ κατὰ γένος βαρύνεται· μῦθος κῶθος Ζῆθος Ξοῦθος (τὸ κύριον). τὸ δὲ στρου‐ θός κοινὸν τῷ γένει. Τὰ εἰς ΘΟΣ δισύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλους
15συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται· πτόρ‐ θος γόνθος (ὁ κόγχος) γρόνθος (τὸ ἐπὶ τῆς αὐλή‐ σεως) σμίνθος (ὁ μῦς). τὸ δὲ ξανθός καὶ τυτ‐ θός τριγενῆ. Τὰ εἰς ΘΟΣ διβράχεα ὀξύνεται, εἰ μὴ τόπον δη‐
20λοῖεν· νόθος πόθος ψόθος ....... (ὁ ψόφος) μό‐
θος. τὸ μέντοι βυθός τοπικόν.54

55

Τὰ εἰς ΘΟΣ δισύλλαβα τριγενῆ παραληγόμενα φύσει μακρᾷ ἢ θέσει, μὴ προηγουμένου τοῦ Σ, ὀξύνεται· ἀφ‐ θός τυτθός ξανθός αἰθός (ὁ διάπυρος). τὸ δὲ λοῖσθος ἔχει τὸ Σ. σεσημείωται τὸ Πάρθος καὶ
5τὸ ὄνθος Τὰ εἰς ΑΘΟΣ μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προπαροξύνεται· ψάμαθος κύαθος κάλα‐ θος καὶ λάπαθος. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργαθός ὀξύνεται ἀπὸ μακρᾶς
10ἀρχόμενα. Τὰ εἰς ΘΟΣ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα Ι ἢ Υ ἢ καὶ φύσει μακρᾷ προπαροξύνεται· εἰ δέ τι καὶ ὀξύνεται, ἐπιθετικόν ἐστι· Λάπιθος λέκιθος ἔρι‐ θος Μίκυθος ἄκυθος (ἡ μὴ τίκτουσα). τὸ δὲ
15βοηθός καὶ κακηθός (ὁ κάκιστος) ὀξύνεται. Τὰ εἰς ΘΟΣ ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν πα‐ ραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύ‐ νονται· Ἐρύμανθος λαβύρινθος Μέλανθος ὄλυνθος (τὸ μὴ πέπειρον). τὸ δὲ ὀλισθός (ὁ ὀλι‐
20σθηρός) ὀξύνεται ἐπίθετον ὄν. Τὰ εἰς ΚΟΣ μονογενῆ δισύλλαβα φύσει μακρᾷ
παραληγόμενα βαρύνεται· Φῶκος Σῶκος ταῦκος.55

56

τὸ δὲ σηκός ὀξύνεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται· γλαυκός λευκός γραικός. Τὰ εἰς ΚΟΣ δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται·
5Μάκκος Ὄγκος (τὸ κύριον) Λύγκος Φόρκος. Τὰ εἰς ΚΟΣ δισύλλαβα προσηγορικὰ μὴ παρασχη‐ ματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, πλὴν τοῦ Λ, βαρύνεται· λάκκος κόκκος ἄρκος κέρκος ὅρκος.
10σεσημείωται τὸ θριγκός. τὸ δὲ χαλκός ἔχει Λ. καὶ τὸ φολκός ἐστι τριγενὲς ἔχον καὶ τὸ Λ. Τὰ εἰς ΚΟΣ δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου τοῦ Σ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται· δίσκος Φύσκος μύσκος. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται.
15 Τὰ εἰς ΚΟΣ διβράχεα μονογενῆ, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, βαρύνεται, εἰ μὴ διαστολή τις σημαινο‐ μένου γένοιτο, οἷον· κύκος Πλάκος πόκος τόκος. σεσημείωται τὸ φακός ὀξύτονον. τὸ δὲ Φάκος κύριον ὄνομα ὄρους.
20 Τὰ εἰς ΚΟΣ δισύλλαβα τριγενῆ ὀξύνεται, οἷον· λευκός γλαυκός πλὴν τῶν παραληγόντων τῷ Ω. Τὰ εἰς ΚΟΣ ὑπὲρ δύο συλλαβὰς Α παραληγόμενα,
οὗ προηγεῖται σύμφωνον ἢ σύμφωνα, κύρια ὄντα βα‐56

57

ρύνεται· Λάβδακος Πίνακος καὶ Ἀμάρακος Ἴθα‐ κος. σεσημείωται τὸ Ἀσακός καὶ Ἀλακός καὶ Καλ‐ λιακός. Τὰ εἰς ΚΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α
5προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται· λιθακός μαλθα‐ κός ψιττακός ἀστακός φυλακός (ὁ φύλαξ, Φύ‐ λακος δὲ τὸ κύριον) φαρμακός (ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν, φάρμακος δὲ ὁ γόης). σεσημείωται τὸ θύλακος ὕσσακος αἴσακος προπαροξυνόμενα,
10καὶ τὸ μαίμακος σύνθετον. Τὰ [διὰ τοῦ] εἰς ΑΚΟΣ κτητικὰ ὀξύνεται· Δηλια‐ κός Φρυγιακός Ἰλιακός. Τὰ εἰς ΕΚΟΣ ἕν ἐστιν· ἀλώπεκος ἀπὸ τῆς γε‐ νικῆς.
15 Τὰ εἰς ΟΚΟΣ ὑπὲρ δύο συλλαβὰς προπαροξύνον‐ ται σπάνια ὄντα· Καππάδοκος Σπόρδοκος. τὸ δὲ ξενοδόκος βαρύνεται, [καὶ τὸ αἰγοβοσκός ὀξύνεται]. Τὰ εἰς ΚΟΣ ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλή‐ γοντα σπάνια ὄντα βαρύνεται· ἔστρηκος Μάληκος
20πίθηκος. τὸ δὲ Ἰωλκός καὶ Ἀρδησκός ὀξύνεται.57

58

Τὰ εἰς ΚΟΣ παραληγόμενα ΑΙ ἢ ΟΙ μὴ ἐπιθετικὰ προπαροξύνεται· πάταικος Φάλαικος Μίθαικος σόλοικος μόνοικος (τὸ κατὰ συναλοιφήν). τὸ Εὐβοι‐ κός ὀξύνεται ἐπιθετικὸν ὄν.
5 Τὰ εἰς ΚΟΣ ὑπερδισύλλαβα εἰ παραλήγοιτο Ι μακρῷ βαρύνεται· Ἄνικος (κύριον) Κάικος Γρήνικος Φίλικος. εἰ δὲ τῇ ΕΙ διφθόγγῳ, ὀξύνεται· δαρει‐ κός βοεικός Δεκελεικός Κεραμεικός. σεσημείωται τὸ Καμικός ὀξύτονον καὶ ἔχον τὸ Ι μακρὸν, ὡς τὸ
10Παλικός. Τὰ εἰς ΙΚΟΣ κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται· Γαλατικός Ἰταλικός Πυθαγορικός. τὸ δὲ ἄδικος οὐ κτητικόν. τὸ δὲ ἡλίκος καὶ πηλί‐ κος παροξύνονται· οὐ γὰρ κτητικά.
15 Τὰ εἰς ΥΚΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ κτητικῆς ἐννοίας ἐχόμενα βαρύνεται· Ἴβυκος Ἄμυκος Κώρυκος Ἴνυκος. τὸ δὲ Λιβυκός καὶ θηλυκός καὶ ἁλυκός ὀξύνεται θηλυκὰ ἔχοντα.
20 Τὰ εἰς ΣΚΟΣ Ι ἢ Υ παραληγόμενα παροξύνεται· σατυρίσκος νεανίσκος παιδίσκος. τὸ μέντοι Δα‐
μασκός καὶ Ἀρδησκός ὀξύνεται, ἰῶτα οὐκ ἔχοντα.58

59

Τὰ εἰς ΛΟΣ διβράχεα βαρύνεται. εἰ δέ τι ὀξύνε‐ ται, διαστολὴν πέπονθεν, ἢ ἕνεκα τριγενείας· πάλος σάλος λάλος φάλος θόλος. τὸ δὲ ὀλός (ὁ ὀλέ‐ πριος) ὀξύνεται.
5 Τὰ εἰς ΛΟΣ μονογενῆ [ὑπὲρ δύο συλλαβὰς] μὴ ἀπὸ τοῦ Χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τις εἴη διαστολὴ, [καὶ] βαρύνεται· Ἶλος (τὸ κύριον, ἰλός δὲ ὁ διεστραμμένος) πῖλος μύλος στῦλος γρῦλος. τὸ δὲ χυλός καὶ χιλός (ἡ τροφὴ) ὀξύνεται
10ἀπὸ τοῦ Χ ἀρχόμενα. τὸ δὲ ψιλός τριγενές. καὶ τὸ Νεῖλος βαρύνεται. καὶ τὸ δειλός ὀξύνεται. Τὰ εἰς ΛΟΣ δισύλλαβα κύρια τῷ Η παραληγόμενα προπερισπᾶται, οἷον· Μῆλος Βῆλος Δῆλος Σφῆλος. Ἔτι τὰ εἰς ΛΟΣ δισύλλαβα προσηγορικὰ ἢ ἐπι‐
15θετικὰ τῷ Η παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ Η, ὀξύνεται· πηλός βηλός (ὁ οὐδός), τὸ μέντοι ἧλος καὶ ζῆλος βαρύνεται· οὐδὲ γὰρ ἄφωνον ἔχει. Τὰ εἰς ΑΥΛΟΣ δισύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται· αὐλός δαυλός καυλός. τὸ δὲ Βραῦλος
20Παῦλος Δαῦλος κύρια. ... καὶ τὸ ναῦλος μὴ ὂν κύριον. τὸ δὲ φαῦλος ἐπίθετον.
Τὰ εἰς ΛΟΣ ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ ΛΟΣ δί‐59

60

φθογγον τὴν διὰ τοῦ Υ βαρύνεται, οἷον· φαῦλος δοῦ‐ λος οὖλος. τὸ δὲ τραυλός ὀξύνεται καὶ τὸ δειλός (?). Τὰ εἰς δύο ΛΛ κύρια ἀρσενικὰ βαρύνονται· Ὕλ‐ λος Τέλλος Μύλλος (ποιητὴς κωμικὸς) Γάλλος
5Ψύλλος (τὸ κύριον). τὸ δὲ κυλλός ὀξύνεται ὡς ἐπιθετικὸν, καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως. Τὰ εἰς δύο ΛΛ προσηγορικὰ εἰ μὴ παραλήγοιεν Ι ὀξύνεται· μαλλός φαλλός φελλός. τὸ σίλλος καὶ βίλλος (τὸ ἀνδρεῖον αἰδοῖον, τὸ κοινῶς βιλλίν
10παρὰ Ἐφεσίοις) βαρύνεται. σεσημείωται τὸ ψύλλος τὸ ἐπὶ τοῦ ἔθνους. Τὰ εἰς ΛΟΣ μετ’ ἐπιπλοκῆς συμφώνου βαρύνεται. εἰ δέ τι εἴη ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει· ὄτλος βύ‐ βλος βίβλος ὄχλος κόχλος κύκλος. τὸ δὲ τυφλός
15ὀξύνεται ἐπιθετικὸν ὂν, ὥσπερ καὶ τὸ στρεβλός καὶ ἐσθλός. σεσημείωται τὸ μοχλός ὀξυνόμενον. Τὰ εἰς ΑΛΛΟΣ τρισύλλαβα μὴ ἐθνικὰ προπαροξύ‐ νεται· κρύσταλλος κίαλλος ὄκταλλος (ὁ ὀφθαλ‐ μὸς παρὰ Βοιωτοῖς)· τὸ δὲ Τριβαλλός ἐθνικὸν καὶ
20τὸ προβαλλός (ἡ ἀσπίς) ὀξυνόμενον.
Τὰ ὑπὲρ τρεῖς συλλαβὰς ἐκφερόμενα παραληγόμενα60

61

τῷ Α βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ Κ ἄρχοιτο· ἀρύβαλ‐ λος (τὸ μαρσύπιον) περίαλλος (τὸ ἰσχίον) αἰγί‐ θαλλος. κραπαταλλός δὲ (εἶδος νομίσματος) καὶ κορυδαλλός ὀξύνεται.
5 Τὰ εἰς ΛΛΟΣ πολυσύλλαβα, ὁποίῳ φωνήεντι πα‐ ραλήγει πλὴν τοῦ Α, προπαροξύνεται· Μύσκελλος Μάρκελλος Κύριλλος Σόφιλλος δόριλλος. τὸ δὲ ὀπτίλλος παροξύνεται. καὶ τὸ νεογιλλός ἔχει θηλυκόν. Τὰ διὰ τοῦ ΑΛΟΣ, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλους
10μακρὰν, προπαροξύνεται· Κώδαλος Τάνταλος Ἅρπα‐ λος ἴξαλος δαίδαλος. σεσημείωται τὸ ὀμφαλός καὶ τὸ Θεσσαλός. Τὰ διὰ τοῦ ΑΛΟΣ ἔχοντα τὴν τρίτην συνεσταλμένην, θηλυκῶν ἐστερημένα, εἰ μὴ περιεκτικῇ σημασίᾳ ἐκφέ‐
15ρηται, προπαροξύνεται· ἐγκέφαλος πίαλος φίγαλος δάμαλος. τὸ δὲ Ἰταλός ὀξύνεται καὶ τὸ αἰγιαλός περιεκτικόν. Τὰ διὰ τοῦ ΑΛΟΣ τριγενῆ ἔχοντα τὴν τρίτην βρα‐ χεῖαν ὀξύνεται· ἁπαλός χθαμαλός τροχαλός ἰτα‐
20λός. σεσημείωται δὲ τὸ μεγάλος παροξύτονον. Τὰ διὰ τοῦ ΑΛΟΣ ὑπερδισύλλαβα μετὰ τοῦ Α ἐκ‐
τεταμένου βαρύνεται· Φάρσαλος Τάβαλος.61

62

Τὰ διὰ τοῦ ΕΛΟΣ μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθος τι γένοιτο· ἄμπελος Σθένελος πύε‐ λος κύψελος ἀσφόδελος (ἡ βοτάνη, ἀσφοδελός ὁ τόπος ὁ περιέχων). τὸ δειελός (τὸ δειλινὸν) ὀξύνεται,
5καὶ τὸ ὀβελός καὶ μυελός. Τὰ διὰ τοῦ ΕΛΟΣ ἐπιθετικὰ ὑπερδισύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται· ἀείδελος εἴκε‐ λος εὐτράπελος πέμπελος (ὁ παλαιός). εἰ δὲ τρισύλ‐ λαβα εἴη ἐπιθετικὰ μὴ ὄντα σύνθετα ὀξύνεται· Σικελός
10στροβελός κεφελός. τὸ δὲ ζάφελος σύνθετον ὂν προπαροξύνεται. Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπερδισύλλαβα. .... μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται· εὔκηλος τράχηλος κάπηλος. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν.
15 Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ἔχοντα θηλυκὰ ὀξύνεται· σιγηλός μιμηλός ἀπατηλός ὑψηλός ὑδρηλός. Τὰ διὰ τοῦ ΙΛΟΣ ἀρσενικὰ ὑπερδισύλλαβα ἔχοντα τὸ Ι βραχὺ παροξύνεται. εἰ δέ τι προπαροξύτονον εἴη,
20ἢ πάθει ἢ γένει· ναυτίλος Τρωΐλος Ζωΐλος
Πενθίλος. τὸ δὲ αἴγιλος θηλυκὸν προπαροξύνεται.62

63

τὸ δὲ κόϊλος ἀπὸ τοῦ κοῖλος κατὰ πάθος, καὶ τὸ μύτιλος (ὁ ἔσχατος) προπαροξύνεται. Τὰ διὰ τοῦ ΙΛΟΣ ὑπερδισύλλαβα, εἰ ἔχοι τὸ Ι ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ Α,
5οὗ προκατάρχει σύμφωνον· στρόβιλος (εἶδος ὀρχήσεως, στροβιλός δὲ ἡ συστροφὴ τοῦ ἐχίνου) ἔσβιλος ὅμιλος Πάμμιλος, ἀλλ’ οὐκ ἐν συλλήψει τὰ σύμ‐ φωνα. τὸ δὲ Καδμῖλος (ὁ Ἑρμῆς) προπερισπᾶται ἔχον τὸ Α.
10 Τὰ εἰς ΟΛΟΣ ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται· Ἄσβολος ἄκολος. τὸ δὲ αἰόλος, εἴτε κύριον, εἴτε ἐπίθετον, παροξύνεται. καὶ τὸ βουκόλος παροξύτονον. τὸ δὲ ὀβολός ὀξύνεται.
15 Τὰ διὰ τοῦ ΥΛΟΣ τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύσει μακρᾶς, παροξύνεται· Κρωβύλος κηρύλος Αἰσχύλος Ῥωμύλος. σεσημείωται τὸ αἴτυλος καὶ ὄγκυλος. τὸ δὲ αἴσυλος ἐπίθετόν ἐστιν. Τὰ διὰ τοῦ ΥΛΟΣ τρισύλλαβα ἐπιθετικὰ ἁπλᾶ ἔχοντα
20τὴν τρίτην μακρὰν παροξύνεται· στωμύλος αἱμύλος63

64

(ὁ πρᾷος) στρογγύλος ἀγκύλος καμπύλος. τὸ δὲ αἴσυλος προπαροξύνεται ὡς σύνθετον, ἀπὸ τοῦ Α καὶ τοῦ συλῶ, ὁ πολλὰ συλῶν. Τὰ εἰς ΥΛΟΣ τρισύλλαβα κύρια ὄντα ἔχοντα τὴν
5πρώτην συλλαβὴν μηκυνομένην παροξύνεται· προσηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλος Βακχύλος Χαρμύλος. προπαροξύνεται δὲ τὸ κόν‐ δυλος σφόνδυλος δάκτυλος γόγγυλος. τὸ δὲ Ἄξυλος καὶ Ὄξυλος κύρια ὄντα τοῖς προσηγορικοῖς
10κατὰ τὸν τόνον ἠκολούθησαν. Τὰ διὰ τοῦ ΥΛΟΣ τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ τὸ Ι ...... εἰ μὴ εἴη παρώνυμον ἐν ἰσοσυλλάβοις, προπαροξύνεται· τίτυλος Ἴτυλος τὸ κύριον. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ
15ἔχοντα Ι ἐν τῇ πρώτῃ. τὸ δὲ Στάφυλος παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. καὶ τὸ Ἄγκυλος κύριον προ‐ παροξύνεται. Τὰ διὰ τοῦ ΥΛΟΣ ὑπερτρισύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι[εν] ἔννοιαν συνθέσεως, οἷον· ἐρωτύλος
20ἰαμβύλος. τὸ μέντοι εὐρύπυλος σύνθετον. Τὰ διὰ τοῦ ΩΛΟΣ μονογενῆ ὑπὲρ δύο συλλαβὰς
προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ Ω δύο σύμφωνα64

65

κατ’ ἐπιπλοκὴν, ὧν τὸ δεύτερόν ἐστι Τ, οἷον· Κίμω‐ λος εὐρύσμωλος φάσκωλος (ὁ θύλακος)· Κα‐ στωλός δὲ ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν Τ ἐστι. τὸ μέντοι Σπάρτωλος βαρύνεται· τὰ γὰρ δύο
5σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλ’ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές. Τὰ διὰ τοῦ ΩΛΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ῥημα‐ τικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται· φειδωλός αἰτωλός ἁμαρτωλός. τὸ μέντοι ἕωλος (ὁ χθεσι‐
10νός) προπαροξύνεται ὡς παρώνυμον, καὶ τὴν τρίτην βραχεῖαν ἔχει. Τὰ εἰς ΛΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ Υ διφθόγγῳ προπαροξύνεται· δίαυλος ἴουλος Κάμουλος ὕπουλος.
15tΠερὶ τῶν εἰς ΜΟΣ ΝΟΣ ΞΟΣ ΠΟΣ.
16tΒιβλίον ζʹ.
17 Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ τὸ Γ ὀξύνεται προσηγορικὰ ὄντα· νυγμός φραγμός τιναγμός ἀλαλαγμός ὑλαγμός διωγμός. σεσημείωται τὸ
20ὄγμος (ἡ τάξις) βαρυνόμενον, καὶ τὸ Ῥίγμος οὐ
προσηγορικόν.65

66

Τὰ εἰς ΜΟΣ πρὸ τοῦ Μ Δ ἔχοντα ὀξύνεται προσ‐ ηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα· ἀρδμός σκιαδμός, βαρύνονται δὲ ταῦτα· Κάδμος Κύδμος.
5 Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ Θ ἢ Χ ὀξύνεται· βαθμός ἰσθμός ῥυθμός σταθμός αὐχμός. σε‐ σημείωται τὸ κρίθμος βαρυνόμενον. Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ τὸ Κ σπάνια μέν εἰσι καὶ βαρύνεται, οἷον· Λάκμος Δέκμος. τὸ μέν‐
10τοι Τρωκμός ὀξύνεται. Τὰ εἰς ΜΟΣ λήγοντα ἔχοντα πρὸ τοῦ Μ τὸ Τ βαρύνονται, οἷον· πότμος Πάτμος Λάτμος. σεση‐ μείωται τὸ ἀτμός ὀξυνόμενον. Τὰ εἰς ΜΟΣ λήγοντα ἔχοντα πρὸ τοῦ Μ τὸ Σ
15προσηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέ‐ λους συλλαβῇ τὸ Σ εἰς Ο μόνον καταλῆγον, βρυσμός δεσμός δασμός θεσμός χρησμός σπασμός. πρόσκειται προσηγορικὰ, ἵνα φύγωμεν τὰ βαρύτονα κύ‐ ρια τὸ Κροῖσμος καὶ τὸ Κάσμος. [οὐκ ἔχοντα τὸ
20Ο μόνον.] τὸ δὲ κόσμος βαρύνεται, καὶ τὸ κρου‐ σμός .... ὀξύνεται, καὶ τὸ σύνδεσμος προπαροξύ‐ νεται σύνθετον ὄν. Τὰ εἰς ΜΟΣ προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους
συλλαβὴν εἰς Λ καταλήγουσαν ὀξύνεται. ὀφθαλμός66

67

τιλμός ψαλμός παλμός ἰνδαλμός. τὸ δὲ Ἄλ‐ μος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται. Τὰ εἰς ΜΟΣ ἔχοντα τὴν πρὸ τέλους εἰς Μ κα‐ ταλήγουσαν ἀρσενικὰ προσηγορικὰ, εἰ ἀπὸ τῆς πρώτης
5εἴη συζυγίας, ὀξύνεται· γράφω γραμμός τρίβω τριμ‐ μός θλίβω θλιμμός. τὸ δὲ ἄμμος καὶ ψάμμος θηλυκά. ἔτι καὶ τὸ μνάμμος (ὁ ἔκγονος) βαρύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς ΜΟΣ δισύλλαβα τῷ Η παραληγόμενα κύ‐
10ρια ὄντα βαρύνεται· Κνῆμος Σῆμος Ῥῆμος. τὰ δὲ προσηγορικὰ ὀξύνεται, εἰ μὴ διαστολή τις εἴη· κη‐ μός (ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ, ἐξ ἧς αἱ ψῆφοι φέρονται) κνημός (ὁ τραχὺς τόπος τῶν ὀρέων) δημός (τὸ λίπος, δῆμος δὲ ὁ ὄχλος).
15 Τὰ εἰς ΑΜΟΣ μονογενῆ δισύλλαβα [μὴ ὄντα τρι‐ γενῆ] βαρύνεται· βράμος γάμος Σάμος Ἄμος. τὸ μέντοι ἀμός (ὁ ἡμέτερος καὶ ..... μηδαμινὸς) τρι‐ γενὲς ὂν ὀξύνεται. Τὰ εἰς ΜΟΣ δισύλλαβα παραληγόμενα τῷ Ο ἢ Ε
20μὴ ὄντα τριγενῆ βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου
ἢ συμφώνων· βρόμος γόμος τρόμος δρόμος ῥό‐67

68

μος (ὁ σκώληξ) τόμος (ὁ τετμημένος, τομός ὁ τέ‐ μνων). Τὰ εἰς ΥΜΟΣ ἔχοντα τὸ Υ ἐκτεταμένον δισύλ‐ λαβα ὀξύνεται· κρυμός ῥυμός χυμός θυμός. θύ‐
5μος δὲ τὸ κύριον, ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμός καὶ ἐπὶ τοῦ κυρίου καὶ προσηγορικοῦ ὀξύνεται. Τὰ εἰς ΩΜΟΣ δισύλλαβα προσηγορικὰ ἀρχόμενα ἀπὸ συμφώνου μὴ τοῦ Μ, εἰ ἐπὶ οὐσίας τάττοιτο, ὀξύ‐ νεται· βωμός ψωμός ζωμός θωμός (ὁ σωρός).
10τὸ μέντοι κῶμος (ἡ ᾠδή) βαρύνεται καὶ τὸ μῶμος ἀπὸ τοῦ Μ ἄρχεται, καὶ τὸ ῥῶμος καὶ βρῶμος κύ‐ ριον βαρύνεται, ὥσπερ τὸ πῶλος. Τὰ εἰς ΜΟΣ δισύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται· λοιμός λαιμός.
15τὸ Δεῖμος καὶ οἷμος βαρύνεται. Τὰ διὰ τοῦ ΑΜΟΣ τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ Α τὸ Τ· πλόκαμος κέραμος κάλαμος θάλαμος κύαμος Πρίαμος. τὸ μέν‐ τοι ἰταμός καὶ ποταμός ὀξύνεται ὡς ἔχοντα τὸ Τ
20πρὸ τοῦ Α. Τὰ διὰ τοῦ ΑΜΟΣ, εἰ ἔχοι τὴν πρώτην θέσει
μακρὰν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται· Πύραμος68

69

Σίσαμος· εἰ δὲ μὴ, ὀξύνεται· οὐλαμός χηραμός (ἡ κατάδυσις) φωριαμός (τὸ κιβώτιον). Τὰ διὰ τοῦ ΑΜΟΣ, εἰ ἄρχεται ἀπὸ δύο συμφώ‐ νων, κύρια ὄντα ἢ ἐπίθετα, προπαροξύνεται· ἄρτα‐
5μος (ὁ μάγειρος) ὄρχαμος Πέργαμος ἐμπέρα‐ μος. τὸ μέντοι σχινδαλαμός (ὁ σχισμός) ὀξύνε‐ ται προσηγορικὸν ὄν. Τὰ εἰς ΜΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ε προπαροξύνεται· Τήλεμος Ἔχεμος πόλεμος ἄνε‐
10μος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται. Τὰ εἰς ΜΟΣ ἁπλᾶ τῷ Η παραληγόμενα σπάνια ὄντα προπαροξύνεται· ἔρημος (ἀττικῶς, ἐρῆμος δὲ παρὰ τῷ ποιητῇ) ἴημος. ἔτι καὶ τὰ σύνθετα· Εὔδη‐ μος εὔφημος.
15 Τὰ εἰς ΙΜΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· ἀγώ‐ γιμος ὄψιμος πρώϊμος ὠφέλιμος ἄλκιμος. Τὰ εἰς ΟΜΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· κέρτομος ἄνδρομος (ὁ ἀνδρώδης) ἕβδομος Θέο‐ μος· πλὴν τοῦ καρατόμος ἀγριονόμος ἀπὸ ῥη‐
20μάτων συντεθέντων.
Τὰ εἰς ΥΜΟΣ ἔχοντα τὸ Υ βραχὺ πρὸ τοῦ ΜΟΣ69

70

προπαροξύνεται· ἔλυμος ἔτυμος δίδυμος Σόλυ‐ μος ἔρυμος. τοῦ μέντοι κολυμός καὶ ῥυμός τὸ Υ μακρόν. Τὰ εἰς ΜΟΣ τρισύλλαβα παραληγόμενα τῇ ΟΙ
5διφθόγγῳ μὴ παρεσχηματισμένα θηλυκῷ γένει ὀξύνεται· κυδοιμός [ἀθροισμός ἀφλοισμός] (ἡ ταραχή). τὸ δὲ ἕτοιμος ἀττικὸν, τὸ δὲ ἑτοῖμος κοινόν. καὶ τὸ ἀλύδοιμος (ὁ οἰκτρός) προπαροξύνεται. Τὰ εἰς ΝΟΣ ἔχοντα πρὸ τοῦ Ν ἕν τι τῶν μέσων
10στοιχείων, ἔχοντα θηλυκὸν γένος, ὀξύνεται· στεγνός στυγνός ἁγνός κεδνός. τὸ μέντοι λάγνος βα‐ ρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ὡσαύτως καὶ τὰ κύρια· Κύδνος Πύδνος Κάλυδνος. Τὰ εἰς ΝΟΣ ἁπλᾶ ἔχοντα πρὸ τοῦ Ν ἕν τι τῶν
15ἀντιστοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τοῦ τέλους ΟΡ· πυκνός κραιπνός τερπνός στρυφνός ἰσχνός· σεσημείωται τὸ λίχνος βαρύ‐ τονον, ὡς σύνθετον παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνος (ὁ μέλας) ἔχει τὸ ΟΡ, καὶ τὸ ὄκνος προσ‐
20ηγορικόν. Τὰ εἰς ΝΟΣ μονογενῆ δισύλλαβα ἔχοντα πρὸ τοῦ
ΝΟΣ ἕν τι τῶν ἀντιστοίχων, πλὴν τοῦ Α, βαρύνεται·70

71

ὄκνος κύκνος Κύθνος Πέφνος ὕπνος Σίφ‐ νος. τὸ δὲ καπνός ὀξύνεται ἔχον τὸ Α. Τὰ εἰς ΜΝΟΣ δισύλλαβα, εἰ παραλήγοι Α μετὰ συμφώνου, βαρύνεται· θάμνος ῥάμνος. τὸ δὲ
5ἀμνός ὀξύνεται· ἀπὸ τοῦ Α γὰρ καὶ ἐπιθετικώτερον· ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος. Τὰ εἰς ΜΝΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους μὴ φύσει μακρὰν, μονογενῆ μὲν ὄντα βαρύνεται· ὕμνος σκύμνος τέμνος· τριγενῆ δὲ ὀξύνεται· γυμνός
10σεμνός στυμνός (ὁ σκληρός). Τὰ εἰς ΝΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ, μὴ ἔχοντα ἴδια θηλυκὰ, προπαροξύνεται· Λάτυμνος Λύκαμνος Ἐπίδαμνος Αἴσυμνος. τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυ‐
15μνός (ὁ κεκαλυμμένος). Τὰ εἰς δύο ΝΝ βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει· βλέννος θύννος Κύννος δάθυν‐ νος (?) Ἄργυννος τύραννος. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται· ἐραννός (ὁ ποθεινός) ἀργεννός
20κλεεννός ἐρεβεννός. Τὰ εἰς ΕΡΝΟΣ Ἰταλιωτικὰ παροξύνεται· Φαλέρ‐ νος πατέρνος.
Τὰ εἰς ΑΝΟΣ δισύλλαβα κύρια ὄντα ἢ προσηγο‐71

72

ρικὰ, μὴ ἔχοντα διαστολὴν, βαρύνεται· Τάνος Φάνος (τὸ κύριον) πάνος (ὁ δίφρος). τὰ μέντοι ἐπιθετικὰ ἢ προσηγορικὰ ἔχοντα διαστολὴν ὀξύνεται· φανός. τὸ δὲ πλάνος βαρύνεται, καὶ τὸ νᾶνος (ὁ μικρός).
5 Τὰ εἰς ΕΝΟΣ δισύλλαβά τινα μὲν βαρύνονται· ἔνος (ὁ ἐνιαυτός) ξένος· τινὰ δὲ ὀξύνονται· κενός στενός. Τὰ εἰς ΗΝΟΣ κύρια ἢ προσηγορικὰ βαρύνεται· Τῆνος Φῆνος (ὁ τόπος) Ῥῆνος. τὰ δ’ ἐπίθετα
10ὀξύνεται· φηνός (ὁ λαμπρός) πτηνός. ἔτι καὶ τὸ ληνός μὴ ὂν ἐπίθετον. Τὰ εἰς ΙΝΟΣ δισύλλαβα βαρύνεται· Νῖνος πί‐ νος δῖνος σχῖνος. τὸ δὲ κλεινός αἰνός δει‐ νός ὀξύνεται μὴ ἔχοντα τὸ Ι μόνον.
15 Τὰ εἰς ΥΝΟΣ δισύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύ‐ νεται· θυνός ξυνός γρυνός (ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα) πλυνός. Τὰ εἰς ΩΝΟΣ βαρύνεται· Πρῶνος κῶνος ὦνος (ἡ τιμή).
20Τὰ εἰς ΑΙΝΟΣ καὶ ΟΙΝΟΣ μονογενῆ βαρύνεται·
αἶνος Αὔαινος Κόλαινος οἶνος σχοῖνος. τὸ72

73

μέντοι κοινός τριγενὲς, ὥσπερ τὸ δαφοινός κελαι‐ νός καινός αἰνός. Τὰ εἰς ΝΟΣ διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ Υ μονογενῆ ὀξύνονται· καυνός γλαυνός βαυνός
5(ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι) κρουνός βουνός κε‐ ραυνός. τὸ μέντοι χαῦνος τριγενές. τὸ δὲ πύραυ‐ νος (ὁ χυτρόπους) προπαροξύνεται. Τὰ εἰς ΑΝΟΣ τοῦ Α βραχέος ὄντος, εἰ μὴ θη‐ λυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ Α τὸ Δ ἢ Ε ἢ Ι ὑπάρχοι,
10προπαροξύνεται· στέφανος κλίβανος λίβανος χόανος. σεσημείωται τὸ πελανός οὐρανός Σικα‐ νός. τὸ δὲ πιθανός ἔχει θηλυκόν. τὸ δὲ „Δ πρὸ τοῦ Α“ διὰ τὰ ἀπὸ τοῦ ΔΑΝΟΣ, ὅτι πάντα ὀξύνεται, χωρὶς εἰ μὴ ὀφθείη πρὸ τοῦ Δ τὸ Ρ καταλῆγον, οἷον·
15ἡδανός (ὁ ἡδύς) οὐτιδανός ἐλλεδανός (ὁ συ‐ στρέφων) ῥιγεδανός Ἀπιδανός. ἐφυλάξατο δὲ ὁ κανών „τὸ Ρ πρὸ τοῦ Δ ὑπάρχον“ διὰ τὸ· Δάρδα‐ νος Ἰόρδανος, ἃ προπαροξύνονται. ...... Τὰ διὰ τοῦ ΑΝΟΣ τριγενῆ ὀξύνεται· στεγανός
20(ὁ πυκνός) πιθανός (ὁ πρᾷος) ἱκανός ὀρφανός. Τὰ διὰ τοῦ ΜΕΝΟΣ μετοχικὰ ὀξύνονται, εἰ μὴ
πάθος τι γένηται παρὰ τὴν φωνὴν, τότε γὰρ προπαρο‐73

74

ξύνεται. τὰ δὲ ὀξύτονα ταῦτα· Τισαμενός Ἀκεσα‐ μενός Φαμενός Ἰαμενός Σωζομενός. τὸ Ἰάλ‐ μενος προπαροξύνεται ὡς παθὸν, ὥσπερ καὶ τὸ Ὄρ‐ μενος Κλύμενος ἴκμενος.
5 Τὰ εἰς ΗΝΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ἢ παρασύν‐ θετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ΟΣ κατάληξιν γενόμενα, ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθ’ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρ‐
10σηνός Ἀβυδηνός. τὸ δὲ πανσέληνος σύνθετον, ὥσπερ καὶ τὸ δύστηνος δίμηνος τρίμηνος. ..... Τὰ εἰς ΙΝΟΣ ὑπερδισύλλαβα τὸ Ι βραχὺ ἔχοντα σημαίνοντα μετουσίαν προπαροξύνεται· κρίθινος δάφ‐ νινος φήγινος πύρινος ξύλινος λίθινος. τὰ
15μέντοι ἀπὸ καιροῦ ἢ ἀπὸ ἐπιῤῥήματος ὀξύνεται, οἷον· θερινός χειμερινός. Τὰ εἰς ΙΝΟΣ μακρὸν τὸ Ι ἔχοντα, ὅσα ἐν ὕδατι διαιτᾶται, προπερισπῶνται· ἐχῖνος κορακῖνος φο‐ ξῖνος. καρκίνος. ἐχρῆν καὶ τὸ γυρῖνος προπε‐
20ρισπᾶσθαι (ὁ μικρὸς βάτραχος). σπάνια δὲ τὰ ὀξύ‐
τονα· ἐρινός (ὁ ἐρινεός) καὶ ὁ χαλινός.74

75

Τὰ εἰς ΙΝΟΣ τὸ Ι μακρὸν ἔχοντα κύρια ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριστικῶν ἔννοιαν ἔχοντα προπερι‐ σπῶνται· Φιλῖνος Κρατῖνος Ἐχῖνος (τὸ κύριον) Λατῖνος Λεοντῖνος Ῥηγῖνος Μαμερτῖνος. τὸ
5δὲ λαρινός ὀξύνεται. Τὰ εἰς ΕΙΝΟΣ ὑπερδισύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται· φαεινός σκοτεινός ἀλγεινός βορει‐ νός ταπεινός (τὸ ἐπίθετον). τὸ δὲ εὔξεινος σύν‐ θετον ὂν προπαροξύνεται.
10 Τὰ εἰς ΥΝΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξυτονηθῇ, ἐθνικὸν εὑρέθη· κίνδυνος Πά‐ χυνος πίσυνος βόθυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. τὸ μέντοι μόσσυνος ἀπὸ γενικῆς μετήχθη.
15 Τὰ εἰς ΩΝΟΣ ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται· κοι‐ νωνός οἰωνός Γελωνός. τὰ δὲ σύνθετα προπα‐ ροξύνεται· τετράγωνος εὔφωνος εὔωνος. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός προσηγορικόν. Τὰ εἰς ΞΟΣ θηλυκὰ βαρύνονται· Λίπαξος Ἄρα‐
20ξος (ἀκρωτήριον) Πύξος (ἡ πόλις καὶ τὸ φυτόν). τὸ μέντοι ἰξός ὡς προσηγορικὸν ὀξύνεται, καὶ τὸ λοξός
φοξός ὡς ἐπίθετα, καὶ τὸ Κοραξός ὡς ἐθνικόν.75

76

Τὰ εἰς ΠΟΣ δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ παρα‐ λήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται· ἶπος (ἡ παγίς) ῥύπος ῥῶπος (ὁ παντοδαπὸς φόρτος) κῆπος. Τὰ εἰς ΠΟΣ δισύλλαβα παραλήγοντα διχρόνῳ κα‐
5ταλήγοντι εἰς Μ ἢ Π βαρύνεται· ἵππος κάμπος Λάμπος (κύριον· λαμπός δὲ τὸ ἐπίθετον). τὸ δὲ καρπός ὀξύνεται. Τὰ εἰς ΠΟΣ δισύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα Ο ἐν τῇ παραληγούσῃ μετὰ συμφώνου ἢ συμφώνων, εἰ
10μὴ διαφοράν τινα ποιοίη, ἢ ὑποστρέφει εἰς ῥῆμα τῷ Ε παραληγόμενον, βαρύνεται· τρόπος ὁ τρέπων τρο‐ πός ὁ τετραμμένος, κόμπος τὸ προσηγορικὸν κομ‐ πός τὸ ἐπίθετον, τόπος κόπος κόλπος δόρπος. τὸ μέντοι σκοπός ὀξύνεται, ὥσπερ τὰ ἐπίθετα· λοι‐
15πός γρυπός πομπός χαλεπός. Τὰ διὰ τοῦ ΔΑΠΟΣ πάντα παρηγμένα ὀξύνεται· ἡμεδαπός ποδαπός παντοδαπός ἀλλοδαπός. ἔτι τὰ ἐπιθετικὰ σύνθετα τῷ Ω παραληγόμενα· αἱμω‐ πός κελαινωπός πολυωπός.
20 Τὰ εἰς ΠΟΣ ὑπερδισύλλαβα ἀρσενικὰ ὄντα καὶ ἐπιθετικὰ, εἰ μὴ παραλήγοιτο τῷ Ω, προπαροξύνεται· ἄροπος Ἄναπος ἀστέροπος ὄλυμπος Εὔρι‐
πος Χάροπος (τὸ κύριον, χαροπός δὲ τὸ ἐπίθε‐76

77

τον). σεσημείωται τὸ ἀτραπός ὀξυνόμενον. τὰ δὲ παραληγόμενα τῷ Ω κύρια ἢ προσηγορικὰ καὶ βαρύνε‐ ται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ὀξύνεται· Ἰνωπός Ἀσωπός Ὠρωπός.
5σημείωσαι τὸ Αἴσωπος. τὸ δὲ Κρότωπος καὶ Με‐ λάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύνεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μό‐ νου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνεται.
10tΠερὶ τῶν εἰς ΡΟΣ ΣΟΣ ΤΟΣ ΦΟΣ καὶ τῶν
11tκαθεξῆς.
12tΒιβλίον ηʹ.
13 Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Α κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται· λάρος κάρος Φά‐
15ρος Σάρος (ποταμός) Πάρος. τὰ μέντοι ἐπίθετα ὀξύνεται· μναρός (ὁ ἡδύς) λαρός (ὁ γλυκύς) ψα‐ ρός βλαρός. Τὰ εἰς ΗΡΟΣ δισύλλαβα κύρια ὄντα βαρύνεται·
Σῆρος Τρῆρος Ἦρος. τὰ δὲ προσηγορικὰ, εἰ μὴ77

78

ἀπὸ συμφώνων ἄρχοιντο, ὀξύνεται· κηρός φηρός. τὸ μέντοι κλῆρος βαρύνεται ὡς ἀπὸ δύο συμφώνων ἀρξάμενον. Τὰ εἰς ΗΡΟΣ δισύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θη‐
5λυκῶν, εἰ μὴ ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται· σκλη‐ ρός ξηρός. τὸ δὲ λῆρος μονογενές. Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Ι κύρια ὄντα βαρύνεται· Ἶρος Πεῖρος Τίρος Σκῖρος τὸ κύριον. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνε‐
10ται· ἱρός (ὁ ἱερός) λιρός (ὁ ἀναιδής) σιρός (τὸ προσ‐ ηγορικὸν, ὁ κατώγειος οἶκος). Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Ο βαρύ‐ νεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῇ Ε ἢ ΕΙ ἢ ΑΙ διφθόγγῳ ῥημάτων, εἰ μή τις διαστολὴ γέ‐
15νοιτο· σπόρος ὅτι σπείρω, πτόρος (ὁ πταρμός) ὅτι πταίρω, φθόρος ὅτι φθείρω, μόρος ὅτι μείρω, κό‐ ρος ὅτι κείρω, φόρος ὅτι φέρω, φορός δὲ (ὁ ἄνε‐ μος) ὀξυτόνως, ὅρος, εἵρω γὰρ, ὀρός δὲ ὀξυτόνως (τὸ ἀφυλιζόμενον τοῦ γάλακτος). τὸ μέντοι βορός (ὁ
20πολλὰ ἐσθίων) καὶ τὸ χορός καὶ σορός ὁ τάφος καὶ
τορός ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥη‐78

79

μάτων. σεσημείωται τὸ δορός (ὁ δεδαρμένος) εἰ καὶ ἐκ τοῦ δείρω γίνεται. Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Υ βρα‐ χεῖ βαρύνεται· Σύρος Τύρος. εἰ δὲ ἔχοι ἐκτεταμέ‐
5νον, κύρια μὲν ὄντα βαρύνεται· Κῦρος Σκῦρος (ἡ νῆσος) Σφῦρος· μὴ οὕτω δὲ, ὀξύνεται· πυρός (ὁ σῖτος) τυρός ξυρός. Τὰ εἰς ΡΟΣ μονογενῆ δισύλλαβα παραληγόμενα τῷ Ω βαρύνεται· Δῶρος Βῶρος Χλῶρος (τὸ κύριον).
10σεσημείωται τὸ σωρός (τὸ πλῆθος). τὰ μέντοι ἐπι‐ θετικὰ ὀξύνεται· χλωρός βλωρός (ὁ ὑπόλευκος) ζω‐ ρός (ὁ μικρός [?]) μωρός καὶ μῶρος ἀττικῶς. Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῇ ΑΙ δι‐ φθόγγῳ, εἰ μὲν κύρια εἴη, βαρύνεται· Σφαῖρος Σκαῖ‐
15ρος· εἰ δὲ μὴ οὕτως, ὀξύνεται· καιρός. τὸ δαῖ‐ ρος διφορεῖται (ἤτοι ὁ καυστικός). Τὰ εἰς ΡΟΣ δισύλλαβα τῇ ΑΥ διφθόγγῳ παραλη‐ γόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται· φλαῦρος σαῦρος καῦρος (ὁ κακός). σημείωσαι τὸ σταυρός
20ἄψυχον· καὶ τὸ μαῦρος ἀπὸ τοῦ ἀμαυρός γέγονεν. Τὰ εἰς ΡΟΣ δισύλλαβα τῇ ΕΥ παραληγόμενα σπά‐ νια βαρύτονα· εὖρος πλεῦρος. τὸ δὲ λευρός ἐπί‐ θετον, καὶ Νευρός ὄνομα ἔθνους. Τὰ εἰς ΡΟΣ δισύλλαβα ἁπλᾶ παραληγόμενα τῇ
25ΟΥ διφθόγγῳ βαρύνεται, εἰ μή τι εἴη κατὰ διαστολὴν·79

80

οὖρος (ὁ ἄνεμος, οὐρός τόπος ὁ περιορίζων τὰς ναῦς) Φροῦρος (τὸ κύριον, φρουρός τὸ ἐπίθετον) κοῦρος θοῦρος λοῦρος (πλακοῦντος εἶδος). τὸ δὲ κηπουρός καὶ οἰκουρός ὡς σύνθετα ὀξύνεται.
5 Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α μονογενῆ ἢ κυρία προπαροξύνεται· Πίνδαρος Πάν‐ δαρος κόμαρος. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα δεδιπλασιασμένα κατ’ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς Ρ καταλήγοντα
10προπαροξύνεται· βάρβαρος Τάρταρος μάρμαρος κέρβερος πέρπερος βόρβορος. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα Α συν‐ εσταλμένῳ ἢ ἐκτεταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλασίασται ἐν τῇ ἀρχῇ· χαλαρός λιπαρός χλια‐
15ρός ψαφαρός λαγαρός (ὁ ἀσθενής). τὸ μέντοι φλύαρος προπαροξύνεται οὐκ ἔχον θηλυκὸν, καὶ τὸ ἔγκαρος (ἢ ἔγκυος). Τὰ διὰ τοῦ ΤΕΡΟΣ τρισύλλαβα, εἰ ἔχοι τὴν ἄρ‐ χουσαν μακρὰν, προπαροξύνεται· φέρτερος βέλτε‐
20ρος κύντερος ὕστερος δεύτερος. τὸ δὲ καρ‐ τερός ὀξύνεται ἀπὸ τοῦ κρατερός. Τὰ διὰ τοῦ ΤΕΡΟΣ τριβράχεα τότε βαρύνονται, ὅτε πυσματικὴν ἔννοιαν ἔχοι, ἢ ἐκ δύο προσώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται· πότερος πρότερος ἕτερος,
25οἷς ἠκολούθησε καὶ τὸ ἑκάτερος.80

81

Τὰ εἰς ΤΕΡΟΣ ὑπερτρισύλλαβα συγκριτικὰ ἢ συγ‐ κριτικῶς παραληγόμενα προπαροξύνεται· ἰθύντερος ἀβέλτερος μελάντερος ὀρέστερος. τούτοις ἠκο‐ λούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν ἐστι.
5τὸ μέντοι ἀριστερός ὀξύνεται, ὡς διὰ ΕΡΟΣ καὶ δε‐ ξιτερός. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμ‐ φοτερός ὡς κύριον ὀξύνεται. Τὰ διὰ τοῦ ΕΡΟΣ τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶς εἰ μὴ ... ἔχοι τὸ Τ πρὸ τοῦ Ε· γοερός
10νοερός ψογερός δροσερός τρυφερός. Τὰ διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλλαβὰς, εἴτε κύ‐ ρια ἢ προσηγορικὰ, εἴτε ἐπίθετα μὴ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ, προπαροξύνεται· ὅμηρος σίδηρος Φάλη‐ ρος τριέτηρος πενταέτηρος τετραφάληρος.
15τὰ μέντοι διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλλαβὰς ἐπιθετικὰ ἔχοντα κατ’ ἰδίαν θηλυκὰ ὀξύνεται· λαπηρός ἀταρ‐ τηρός τυχηρός ὀλισθηρός. ἰστέον δὲ, ὅτι τὸ πόνηρος καὶ μόχθηρος [ἀεὶ] οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουσιν, ὅταν τὸν ἐπίμονον καὶ ἐπί‐
20μοχθον σημαίνῃ. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ΕΙ διφθόγγῳ ἢ μόνῳ τῷ Ι ἐκτεταμένῳ βαρύνεται· Κά‐
μειρος ὄνειρος πέπειρος μάγειρος Στάλιρος81

82

Σύσιρος. τὸ καυστειρός οὐ μάχεται· ἀπὸ γὰρ τοῦ Η ἐτράπη εἰς ΕΙ. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ο σύνθετα ὄντα προπαροξύνεται· κατήγορος συνήγο‐
5ρος, περὶ ὧν ἐν τῷ τέλει λέξομεν· νῦν δὲ διαληψό‐ μεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούσῃ· ἄνορος πάπορος κατάμορος. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Υ κύρια ἢ προσηγορικὰ, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ
10ἔχοντα κατ’ ἰδίαν θηλυκὰ, προπαροξύνεται· πάπυρος διάπυρος (ὁ θερμός) μάρτυρος ἄργυρος. τὸ δὲ ἀχυρός (ὁ ἀχυρών) παρὰ Ἀττικοῖς ὀξύνεται ὡς πε‐ ριεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται· λι‐ γυρός καπυρός ἁλμυρός ὀχυρός ἐχυρός ἑκυ‐
15ρός (ὁ πενθερός). Τὰ διὰ τοῦ ΩΡΟΣ ὑπερδισύλλαβα κύρια προπαρο‐ ξύνεται· Θεόδωρος Ἄψωρος Ἰσόδωρος. τὰ μέν‐ τοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνε‐ ται. καὶ ὀξύνονται μὲν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ
20ῥήματος· θεωρός ὑληωρός ἰωρός (ὁ γνήσιος φύ‐82

83

λαξ) πυλωρός. τὰ δὲ ἄλλα βαρύνεται· νέωρος ἀσχέδωρος μετέωρος ὀλίγωρος. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΑΙ διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωσιν·
5εὔκαιρος ἄκαιρος. τὸ μέντοι ἑταῖρος προπερι‐ σπᾶται. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΑΥ διφθόγγῳ, μὴ ἔχοντα θηλυκὰ, προπαροξύνεται· Πίσαυ‐ ρος Ἐπίδαυρος Κένταυρος Ἄναυρος. τὸ δὲ
10θησαυρός ὡς περιεκτικὸν ὀξύνεται, ὥσπερ καὶ τὰ τριγενῆ ἀμαυρός ἀφαυρός. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ΟΥ προπαροξύνεται· ἐπίκουρος ἐπάρουρος (ὁ κηπου‐ ρός) Ἔλουρος (ἐθνικὸν) μελάνουρος παλίνου‐
15ρος παλίουρος (τὸ φυτόν). σεσημείωται νομηου‐ ρός (ὁ τὴν νομὴν φυλάττων) καὶ ὑλοκουρός (ὁ τὴν ὕλην τέμνων). Τὰ εἰς ΡΟΣ τρισύλλαβα παραληγόμενα τῇ ΟΥ ὀξύ‐ νεται, εἰ ἔχοι τὴν ἄρχουσαν μακρὰν· οἰκουρός κη‐
20πουρός τηλουρός (ὁ μακρὰν ὤν). τὰ μέντοι προ‐ περισπώμενα τρισύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τοῦ ΟΥ δύο σύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριστικῶν
τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων· ἀρκτοῦρος83

84

ἀγχοῦρος κλαγγοῦρος (ὁ κρακτικός). τὸ δὲ Λάμ‐ πουρος προπαροξύνεται καὶ τὸ κέρκουρος εἶδος πλοίου. Τὰ εἰς ΡΟΣ δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου
5ἀρχόμενα ἀπὸ τῆς ΝΕ ὀξύνεται· νεκρός νεβρός νεφρός. Τὰ εἰς ΡΟΣ δισύλλαβα μετ’ ἐπιπλοκῆς τοῦ Γ βα‐ ρύνεται μονογενῆ ὄντα· φάγρος πάγρος γόγγρος. τὰ δὲ τριγενῆ ὀξύνεται· λυγρός ὑγρός μεθ’ ὧν καὶ
10ἀγρός. Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα Δ μονογενῆ βαρύ‐ νεται· Ἄνδρος Κόδρος Φαῖδρος (τὸ κύριον)· φαιδρός δὲ (ὁ λαμπρός) ὀξύνεται, ὡς τὸ καὶ κυ‐ δρός (ὁ τίμιος). σεσημείωται τὸ χονδρός ὀξυνόμε‐
15νον (οὐ τὸ ἐπίθετον τριγενὲς ὂν, ἀλλὰ τὸ προσηγορι‐ κὸν, εἶδος ἐντέρου ὄν). Τὰ εἰς ΡΟΣ δισύλλαβα τριγενῆ ἔχοντα δασὺ πρὸ τοῦ Ρ ὀξύνεται· νωθρός σαθρός ψυχρός ἐχθρός αἰσχρός στιφρός (ὁ συνεστραμμένος). σεσημείωται
20τὸ γλίσχρος. Τὰ εἰς ΚΡΟΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται· μακρός πικρός μικρός νεκρός Λο‐ κρός Τευκρός (τὸ ἐθνικὸν, Τεῦκρος δὲ τὸ κύ‐ ριον). Τὸ δὲ ἄκρος καὶ ἴγκρος βαρύνεται.
25Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα Π πρὸ τοῦ Ρ μο‐84

85

νογενῆ μὲν παροξύνεται· κόπρος κάπρος Κύπρος Λάμπρος (τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον). τριγενῆ δὲ ὄντα ὀξύνεται· σαπρός λεπρός λυπρός. Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Ρ τὸ Τ
5μόνον ἢ μεθ’ ἑτέρου ... μὴ ἐπιθετικὰ βαρύνεται· Χύ‐ τρος Λεῦκτρος οἶστρος βόστρος Ἴστρος. τὸ δὲ δαιτρός ὀξύνεται καὶ τὸ οἰκτρός, ἔτι καὶ τὸ φιτρός (ὁ κορμός). Τὰ εἰς δύο ΡΡ ἐπιθετικὰ ὄντα ὀξύνεται· στεῤῥός
10πυῤῥός (τὸ ἐπίθετον). Πύῤῥος δὲ τὸ κύριον, ὥσ‐ περ καὶ τὸ ῎Υῤῥος. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώ‐ νου ὀξύνεται ἐπιθετικὰ ὄντα· φαλακρός μολοβρός ἐρυθρός. τὰ δὲ σύνθετα τῆς κατὰ τὸ τέλος συνθέ‐
15σεως ὑπερβαινούσης μίαν συλλαβὴν βαρύνεται· δεί‐ λανδρος ἄνανδρος ἔνυδρος ἄνυδρος ὕπαν‐ δρος φίλανδρος ἄϊδρος. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετ’ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη·
20Μίνυθρος Ἔρυθρος Χάραδρος (ποταμὸς) Σκά‐ μανδρος. τὸ δὲ Οἰνωτρός κύριον, ἀφ’ οὗ τὸ ἔθνος. Τὰ εἰς ΣΟΣ διβράχεα βαρύνεται· Θάσος Κάσος δρόσος πίσος (τὸ ὄσπριον) μέσος ἴσος πόσος [ὅσος τόσος].
25Τὰ εἰς ΣΟΣ δισύλλαβα τῷ Η παραληγόμενα βαρύ‐
νεται· νῆσος Βῆσος Μνῆσος Ῥῆσος.85

86

Τὰ εἰς ΣΟΣ θηλυκὰ δισύλλαβα τῷ Ω παραληγό‐ μενα ὀξύνεται· κρωσός (ἡ ὑδρία) Κνωσός. τὸ μέν‐ τοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται. Τὰ εἰς ΣΟΣ δισύλλαβα ἀρσενικὰ μονογενῆ παρα‐
5ληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται· Ἶσος (τὸ κύ‐ ριον) Κῖσος Κρῖσος (τὸ κύριον) Πῖσος (τὸ κύ‐ ριον). τὸ δὲ Λισός ὀξύνεται καὶ τὸ Μυσός (ἐθνι‐ κὸν) καὶ τὸ χρυσός. Τὰ εἰς ΣΟΣ δισύλλαβα παραληγόμενα διφθόγγῳ
10ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη, ἢ ἐπὶ πόλεως κεῖται· Παι‐ σός (πόλις) Λουσός Πραισός [ἔτι ὅτι ὀξύνεται] καὶ τὰ ἐπιθετικὰ δὲ· βλαισός. τὸ μέντοι Ναῖσος βαρύνεται, καὶ τὸ Βλαῖσος (κύριον) καὶ τὸ γαῖσος (προσηγορικὸν, εἶδος δόρατος ὄν).
15 Τὰ εἰς ΣΟΣ δισύλλαβα ἔχοντα πρὸ τέλους συλλα‐ βὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται· εἰ δέ τι εὑ‐ ρεθῇ ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλους συλ‐ λαβῇ ἔχον Ι ἢ Α. καὶ βαρύνεται μὲν ταῦτα· κόρσος (ὁ κρόταφος) μόλσος (ὁ δήμιος καὶ τὸ σέλινον) μόρ‐
20σος χέρσος θύρσος μύρσος. σεσημείωται τὸ86

87

πυρσός ὀξυνόμενον, τὸ κιρσός καὶ ἀρσός. τὰ δὲ ὑπερδισύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ Α ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται· Βάγαρσος Μέγαρσος. τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρσος εἴτε κύριον εἴτε
5ἐθνικὸν εἴη. Τὰ εἰς ΣΟΣ δισύλλαβα ἔχοντα καὶ ἕτερον Σ κλι‐ τικὸν ἐν τῇ πρὸ τέλους συλλαβῇ μὴ κατὰ πάθος ὀξύ‐ νεται· Βεσσός (τὸ ἐθνικόν) Θυσσός Ἀσσός δισ‐ σός τρισσός κισσός. ὡσαύτως καὶ τὸ ὕσσος καὶ
10Νέσσος ἐπὶ τοῦ Κενταύρου. τὸ γὰρ γλωσσός (ὁ λάλος) παρὰ τὸ γλῶσσα γέγονε παρωνύμως. τὸ δὲ κάσ‐ σος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεονασμὸν τοῦ Σ· ἔστι δὲ [καὶ] εἶδος [τινος] ἱματίου οὕτω καλουμένου. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἔχοντα τὸ Α συνε‐
15σταλμένον, ἑνὸς ὄντος τοῦ Σ, προπαροξύνονται· κόμ‐ πασος Ἅρπασος Δάμασος βαύνασος καὶ βά‐ ναυσος. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον,
τὴν δὲ πόλιν βαρύνουσι. τὸ μέντοι ἐγγυασός ἐκτετα‐87

88

μένον ἔχον τὸ Α ὀξύνεται καὶ τὸ Παρνασσός δύο ΣΣ ἔχον. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἁπλᾶ τῷ Ε παραλη‐ γόμενα σπάνια ἓν Σ ἔχοντα προπαροξύνεται· Ἔφεσος
5Ἔρεσος. τὸ μέντοι Θυεσσός δύο ΣΣ ἔχον ὀξύνεται. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα τῷ Η παραληγόμενα ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη, καὶ ἔννοιαν συνθέσεως ἔχοι· Ταρτησσός Λυρνησ‐ σός Λυκαβησσός. τὸ μέντοι Κάρησσος τινὲς
10βαρύνουσι. βαρύνεται δὲ ταῦτα· Μάρπησσος ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Μυόννησος Χεῤῥόνησος Προκόννησος Ἐλαφόνησος καὶ ἔτι τὸ Πελο‐ πόννησος σύνθετα. Τὰ εἰς ΣΣΟΣ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέ‐
15λους Ι εἰς Σ καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται· κυπάρισσος νάρκισσος (καὶ τὸ φυτὸν καὶ τὸ κύ‐ ριον) Μέλισσος. τὸ μέντοι περισσός τριγενές. σε‐ σημείωται τὸ Τελμισσός. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἔχοντα τὴν πρὸ τέλους
20συλλαβὴν εἰς Ι ἐκτεταμένον λήγουσαν ὀξύνεται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ· Κηφισός Ἰλισός Κερδισός. τὸ δὲ Ἄρκισος
Ἄρκισα, Λάρισος Λάρισα ἀπὸ θηλυκῶν.88

89

Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα τῷ Ο παραληγόμενα ἐν διπλασιασμῷ τοῦ Σ ὀξύνεται· νεοσσός κολοσσός Μολοσσός. Τὰ εἰς δύο ΣΣ παραληγόμενα τῷ Υ ........
5............................... ....................... προπαρο‐ ξύνεται· μέθυσος γόγγυσος Διόνυσος. Τὰ εἰς ΣΣΟΣ ὑπὲρ δύο συλλαβὰς τῷ Ω παραλη‐ γόμενα ὀξύνεται· Κερωσσός. τὸ δὲ ἄλωσος ἓν Σ
10ἔχει. ............................ Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα τῇ ΟΥ ἢ ΟΙ ἢ ΑΙ διφθόγγῳ, μὴ τῇ ΕΙ, ἀρσενικὰ ὄντα μὴ ἐπι‐ θετικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος σημαίνοι· πλοῦ‐
15τος οἶτος Κλοῖτος Προῖτος γοῖτος (ὁ ῥῦπος) Λαῖτος βροῦτος. τὸ δὲ Κλειτός ἔχει τὴν ΕΙ· καὶ τὸ γλουτός σώματος μέρος δηλοῖ· καὶ τὸ Βου‐ τός θηλυκὸν (κώμη Αἰγύπτου) καὶ τὸ Παιτός ἐθνικόν. Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα ἑνὶ τῶν
20φύσει μακρῶν κύρια ὄντα βαρύνεται· Κλῆτος Δῶ‐
τος Ὦτος. τὸ μέντοι λωτός οὐ κύριον. εἰ μέντοι89

90

ἐπιθετικὰ εἴη παραληγόμενα τῷ Η ἢ τῷ Ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο· ῥητός πλωτός πρωτός (ὁ πεπρωμένος)· πρῶτος δὲ ἐπὶ ἀριθμοῦ. Τὰ εἰς ΤΟΣ διβράχεα μονογενῆ βαρύνεται, ὁπότε
5μὴ ἐπ’ ἀθροίσματος ἢ κύριά εἰσιν ἀπὸ ἐπιθετικῶν· βά‐ τος λάτος βρότος (τὸ αἷμα, βροτός δὲ ὁ φθαρ‐ τὸς τὸ τριγενές) πότος (τὸ συμπόσιον, ποτός δὲ τὸ πινόμενον) πάτος (ἡ ἀναστροφή) Στράτος (τὸ μὴ ἐπὶ τοῦ ἀθροίσματος, στρατός δὲ τὸ σύναγμα). τὸ
10δὲ Κριτός καὶ Κλιτός ὀξύνεται. Τὰ εἰς ΤΟΣ διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται· βατός φατός θετός πλυτός. τὸ δὲ τρίτος ἐπὶ ἀριθμοῦ. Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα Ι μακρῷ βα‐
15ρύνεται· σῖτος Τρῖτος (ὁ ποταμὸς) ῥῖτος (φρέαρ). τὸ μέντοι λιτός τριγενές. Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα τῷ Υ προσ‐ ηγορικὰ ὀξύνεται· βρυτός (ὁ βρύων) χυτός ῥυτός λυτός κλυτός.
20 Τὰ εἰς ΤΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Ρ καταλήγουσαν ἢ καθ’ ὅλου εἰς ἀμετά‐ βολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκὸν·
φόρτος χόρτος Μύρτος (τὸ κύριον) ἄρτος μίλ‐90

91

τος δέλτος. σεσημείωται κοντός καὶ παλτός ὀξυ‐ νόμενα. τὸ δὲ σπαρτός κυρτός καρτός θικτός ὀξύνονται ὡς θηλυκὰ ἔχοντα. Τὰ εἰς ΣΤΟΣ δισύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ
5ἡ πρὸ τέλους συλλαβὴ ἔχοι τι τῶν φύσει βραχέων· ἱστός Σηστός παστός μαστός ξυστός. τὸ Φαῖ‐ στος (ἐπὶ τοῦ ἥρωος) βαρύνεται. σεσημείωται τὸ βύ‐ στος καὶ Κάστος βαρύτονα. τὸ δὲ Νέστος (πόλις) καὶ κόστος καὶ νόστος βραχεῖ παραλήγουσι.
10 Τὰ εἰς ΤΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Τ Σ, εἰ παρασχηματίζοιτο εἰς διάφορα γένη, ὀξύνεσθαι θέλει, εἰ μὴ ὑπερθετικὰ εἴη, ἢ ἐκ πλειόνων συλλαβῶν εἰς [δι‐ πλασιασμὸν, ἤτοι] δισυλλαβίαν μεταστῇ· πιστός ξυ‐ στός [μαστός] μεστός κεστός. τὸ δὲ πλεῖστος
15λῶστος ῥᾷστος ὑπερθετικὰ ὄντα βαρύνεται· καὶ τὸ δύστος (ὁ δύστηνος) καὶ πόστος ἐκ τοῦ πόσατος γέ‐ γονεν. Τὰ εἰς ΤΟΣ ῥηματικὰ, μὴ ὄντα ἀριθμητικὰ, πρὸ τοῦ Τ τὸ Κ ἢ τὸ Π ἔχοντα ὀξύνεται· πλεκτός ἑλ‐
20κτός πνικτός θρεπτός. τὸ δὲ οἶκτος βαρύνεται· οὐ γὰρ ῥηματικὸν· καὶ τὸ ἄρκτος καὶ πέκτος (ὁ
πόκος) καὶ τὸ κάκτος. τὸ δὲ πέμπτος ἕκτος τὰ ...91

92

ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν, καὶ τὸ ἑκτός (ὁ ἐχόμενος) ἐκτὸς δὲ τὸ χωρὶς ἐπίῤῥημα. Τὰ εἰς διπλοῦν ΤΤ βαρύνεται, χωρὶς τῶν Ἀττι‐
5κῶν· κόττος ῥύττος κάττος. τὰ δὲ Ἀττικὰ ὁμο‐ τονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε· κιττός ὅτι κισσός, τριττός ὅτι τρισσός. Τὰ διὰ τοῦ ΤΑΤΟΣ ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅσα εἰς ΣΤΟΣ ὑπερθετικὰ· λαμπρότατος ὁσι‐
10ώτατος σεμνότατος κάλλιστος κύδιστος ἄρι‐ στος. ὁμοίως καὶ τὸ πλατάνιστος ἀπὸ τοῦ πλά‐ τανος. Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ παραληγόμενα τῷ Α προπαροξύνεται· Ἔλατος ὕπα‐
15τος ἔνατος θάνατος Ἔρατος (τὸ κύριον, ἐρα‐ τός ὁ ἐπιθυμητικός). Τὰ διὰ τοῦ ΑΤΟΣ παρηγμένα εἰ μὴ ῥηματικά εἰ‐ σιν ἀπὸ τῶν εἰς ΜΙ ληγόντων, ἢ ἀπὸ δευτέρας συζυ‐ γίας τῶν περισπωμένων προπαροξύνονται· μέσατος
20πύματος ὀγδόατος τρίτατος τέταρτος νέα‐ τος. τὸ μέντοι ἐρατός ἐλατός ὀξύνεται. ὡσαύτως δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν πε‐ ρισπωμένων μακρὸν ἔχοντα τὸ Α· περατός θεατός
φ.ρατός ἰατός.92

93

Τὰ εἰς ΕΤΟΣ τρισύλλαβα παραληγόμενα τῷ Ε κύ‐ ρια ὄντα καὶ προσηγορικὰ προπαροξύνεται· Μέγιστος Πέλετος Ἔχετος Δέρκετος Μένετος (τὸ κύ‐ ριον, μενετός τὸ ἐπίθετον). τούτοις ἠκολούθησε καὶ
5τὸ ἔμετος, ὡς ἔχον Ε ὥσπερ τὰ ἄνω. τὰ δὲ ἔχοντα Α ὁμοίως· ἄργετος ἄρετος ἄνετος (ἀνετός δὲ τὸ ἐπίθετον) πάγετος, ὅπερ ὀξύνει ἡ συνήθεια. ἔτι ὀξύνεται καὶ τὸ νιφετός ὑετός καὶ τὸ αἰετός. Τὰ διὰ τοῦ ΕΤΟΣ τρισύλλαβα προσηγορικὰ ἢ ἐπι‐
10θετικὰ ὀξύνεται, εἰ μὴ παρωνύμως τετύπωται· κοπε‐ τός πυρετός τοκετός συρφετός ἀφυσγετός (ἡ ἀκαθαρσία). τὸ μέντοι ἄσχετος ἄσπετος γνύ‐ πετος (ὁ χαῦνος) προπαροξύνεται. Τὰ εἰς ΤΟΣ κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ Η
15μονογενῆ βαρύνονται· Ἄρητος Λάμητος Μέλητος βύνητος (εἶδος ἱματίου παρ’ Αἰγυπτίοις) τρύγητος (ὁ καιρὸς μονογενῶς, τρυγητός δὲ τὸ τρυγώμενον). τοιοῦτον καὶ τὸ ἄμητος καὶ ἀμητός. τὸ δὲ ἑψητός λαλητός ὀξύτονα καὶ ἐπιθετικά· καὶ τὸ ἀλαλητός
20ἀπὸ τοῦ λαλητὸς προσθέσει τοῦ Α.93

94

Τὰ εἰς ΤΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Η ἁπλᾶ τριγενῆ ὀξύνεται· δωρητός ἀσκητός κο‐ σμητός ἀγαπητός ὠνητός. τὸ δὲ ἄῤῥητος ἄκλη‐ τος ἄητος (ὁ ἀκατάπαυστος) ἀπὸ τοῦ ἐτός προπαρο‐
5ξύνεται. Τὰ εἰς ΤΟΣ ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ παρα‐ ληγόμενα τῷ Ι μὴ ὄντα ἐπιθετικὰ βαρύνονται· βάρβι‐ τος δήριτος Λήϊτος ἄρκιτος. τὰ δὲ θηλυκὰ ὀξύνεται· ἁμαξιτός ἀτραπιτός Λυχνιτός (ἡ πό‐
10λις) [δηριτός]. Τὰ εἰς ΤΟΣ τρισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλ‐ λαβὴν εἰς Ο καταλήγουσαν σπάνιά εἰσιν· ὀνοτός Μο‐ λοτός. τὸ μέντοι ἄρτος καὶ βίοτος προπαροξύνεται. Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα παραληγόμενα Υ βρα‐
15χεῖ κύρια ὄντα βαρύνεται· Ἔρυτος Ἄνυτος Αἴπυ‐ τος Ὄρνυτος. πρόσκειται κύρια διὰ τὰ τριγενῆ ἁπλᾶ ὄντα, ἃ ὀξύνεται· φορυτός πινυτός. τὸ δὲ ἄλυτος σύνθετον προπαροξύνεται. τὰ δὲ τρισύλλαβα ἐκτεταμένον τὸ Υ ἔχοντα ὀξύνεται· Βηρυτός κωκυ‐
20τός Καρδυτός βουλυτός· τὸ δὲ Σεβέννυτος
προπαροξύνεται ὑπερβαῖνον τὴν τρισυλλαβίαν.94

95

Τὰ εἰς ΤΟΣ τρισύλλαβα παραληγόμενα τῷ Ω ὀξύ‐ νεται· περνωτός τορνωτός χρυσωτός Βοιω‐ τός μυωτός (εἶδος χιτῶνος) ἁλωτός. τὸ δορυά‐ λωτος σύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ
5πρώτῃ Α στερητικὸν προπαροξύνεται· ἄγνωτος ἄτρω‐ τος ἄπτωτος· καὶ ἔτι τὰ σύνθετα· ἀνακίδωτος (ἄνευ ἀκίδος) ἀπύργωτος πολύγνωτος ἀκηλίδωτος. Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα κύρια, καὶ ἔννοιαν συνθέσεως ἔχοντα, καὶ ἔτι τὴν παραλήγουσαν εἰς ἀμε‐
10τάβολον καταλήγουσαν βαρύνεται, εἰ μὴ διαστολή τις γένοιτο· Ἁλίαρτος Ἄψυρτος ἄσφαλτος Ἀμά‐ ραντος (τὸ κύριον, τὸ δὲ ἐθνικὸν ὀξύνεται). ὀξύνε‐ ται δὲ τὰ πρὸ τέλους ΕΝ ἔχοντα· Λωμεντός Λαυ‐ ρεντός (Σικελικαὶ πόλεις). ἔτι ὀξύνεται καὶ τὸ κο‐
15νιορτός καὶ κολοσυρτός σύνθετα ὄντα. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται· ἱμερτός ἐγερτός ὑφαντός. Τὰ εἰς ΤΟΣ ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ Τ ψιλὸν κατ’ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥημα‐ τικὰ ὀξύνεται· ἑλικτός ἀμελκτός χαρακτός ὀρε‐
20κτός. τὸ μέντοι Αἴγυπτος καὶ Πάνακτος καὶ Ναύπακτος μὴ ὄντα ῥηματικὰ προπαροξύνονται. σε‐ σημείωται τὸ δρυφακτός ὀξυνόμενον, (ἡ θύρα τοῦ
δικαστηρίου ἢ καὶ κιγκλίδες καλοῦνται).95

96

Τὰ εἰς ΣΤΟΣ κύρια ἀρσενικὰ μόνως βαρύνεται· Ἄκαστος Ἄλαστος Ἥφαιστος. τὰ δὲ προσηγο‐ ρικὰ ὀξύνεται· ἀγοστός (ἡ ἀγκάλη) ὀϊστός. Τὰ εἰς ΣΤΟΣ ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο
5συλλαβὰς ὀξύνεται· ληϊστός μεριστός ὀνομαστός. τὰ δὲ σύνθετα προπαροξύνεται· φραστός ἄφραστος ἀλίαστος ἄλαστος (ὁ ἄδικος ἀπὸ τοῦ λαμβάνω). ὡσαύτως καὶ τὰ ὑπερθετικὰ· τάχιστος ἄριστος κάλλιστος μεθ’ ὧν ἕκαστος.
10 Τὰ εἰς ΣΤΟΣ ὑπερδισύλλαβα παραληγόμενα Ο ἐπὶ ποσότητος τασσόμενα ὀξύνεται· πολλοστός εἰκοστός τριακοστός πεντηκοστός. Τὰ εἰς ΤΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ΕΥ διφθόγγῳ ἁπλᾶ ὄντα ὀξύνεται· τορνευτός στρα‐
15τευτός βουλευτός. τὸ δὲ ἀστράτευτος σύν‐ θετον. Τὰ διὰ τοῦ ΟΥΤΟΣ προπερισπᾶται· τηλικοῦ‐ τος τοιοῦτος τοσοῦτος. Τὰ εἰς ΤΟΣ ὑπερδισύλλαβα τῇ ΑΥ διφθόγγῳ πα‐
20ραληγόμενα προπαροξύνεται· ἄπαυστος ἄθραυστος ἄκλαυ]τος. σεσημείωται τὸ ἐνιαυτός ὀξυνόμενον. Τὰ εἰς ΦΟΣ δισύλλαβα κύρια ἢ προσηγορικὰ βα‐ ρύνεται, εἰ μὴ παραλήγοι τῷ Υ βραχεῖ, ἢ τῷ Λ [το‐
πικὰ]· Πάφος τάφος Σόφος (τὸ κύριον, σοφός96

97

δὲ τὸ ἐπίθετον) ὄρφος (κοινῶς, ὀρφῶς δὲ ἀττικῶς). τὸ δὲ κρυφός καὶ συφός ἔχει τὸ Υ βραχύ. τὸ δὲ κῦφος τὸ ΚΥ μακρόν. τὸ δὲ ἀλφός (τὸ σωματικὸν πάθος) καὶ πολφός (ὄψον τι) ἔχουσι τὸ Λ. τὰ δὲ
5ἐπίθετα ὀξύνεται· σοφός κυφός κωφός. τὸ δὲ κοῦφος προπερισπᾶται. Τὰ εἰς ΦΟΣ ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται· κρόταφος ἔλαφος Ἔπα‐ φος κόλαφος ἀσκάλαφος ἄργυφος (ὁ λευκός).
10τὸ δὲ ἀδελφός ὀξύνεται, καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται· πορφυροβάφος ὑποδηματοράφος καὶ ἱπποτρόφος. Τὰ εἰς ΧΟΣ δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύ‐ νεται· κόλχος βρόγχος μόσχος κόχλος τρόχος
15(ὁ τόπος ἐν ᾧ τρέχουσι, τροχός δὲ ὁ κύκλος) βρό‐ χος. σεσημείωται τὸ μυχός (ὁ ἐνδότερος τόπος). τὸ δὲ μοιχός πτωχός ἀρχός ἐπιθετικὰ ὄντα ὀξύνεται. Τὰ εἰς ΧΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· στό‐ μαχος βάτραχος Σωτήριχος δόλιχος (τὸ ὄσπριον,
20δολιχός δὲ ὁ μακρός). τὸ δὲ μοναχός ὀξύνεται. Τὰ εἰς ΨΟΣ δισύλλαβα ... ἐπιθετικὰ βαρύνεται· μόψος γύψος Τίψος θάψος (εἶδος ξύλου). τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ Ψ ἔχοντα Μ ὀξύνεται· κομψός
γαμψός.97

98

Τὰ εἰς ΨΟΣ ὑπερδισύλλαβα ὀξύνεται· Λυκαψός κινδαψός χορδαψός. Τὰ εἰς ΟΣ λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνε‐ ται· τεῖχος βέλος πάθος πέλαγος ὕψος. αἱ δὲ
5μετοχαὶ οὐδέτεραι ὀξύνονται· τετυφός πεποιηκός γεγραφός ὥσπερ καὶ αἱ ἀρσενικαί.
7tΠερὶ τόνου τῶν συντιθεμένων ὀνομάτων.
8tΒιβλίον θʹ.
9tΠερὶ τῶν εἰς ΟΣ.
10 Τὰ εἰς ΟΣ σύνθετα προπαροξύνεται· φιλαλέ‐ ξανδρος φιλάνθρωπος εὐστέφανος. Τὰ ἀπὸ τῶν εἰς ΟΣ παροξυτόνων προπαροξύνεται· νόος Ἀλκίνοος, πόντος Ἑλλήσποντος, φίλος Δί‐ φιλος. τὸ δὲ ὀστολόγος καὶ οἰκονόμος οὐ παρὰ
15τὸ λόγος καὶ νόμος, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω. Ὅσα δὲ ὑπερδισύλλαβα παροξύνονται, ἐν τῇ συν‐ θέσει προπαροξύνονται· ποικίλος παμποίκιλος, αἰό‐ λος παναίολος. τὸ δὲ κορυθαιόλος Ἕκτωρ οὐκ ἀπὸ ὀνόματος, ἀλλ’ ἀπὸ ῥήματος. τὸ μέντοι ἱππο‐
20βουκόλος διὰ τὴν ἐνέργειαν παροξύνεται, καὶ ὅτι ἀπὸ τοῦ ῥήματος καὶ αὐτό. τὸ δὲ ἐναντίος ἀπὸ τοῦ ἀντίος παρέλκον ἔχει τὸ ΕΝ.
Τὰ ἀπὸ τῶν εἰς ΟΣ δισυλλάβων προπερισπωμένων98

99

προπαροξύνεται· ζῆλος ἀρίζηλος, δοῦλος σύνδου‐ λος, δοῦπος ἐρίγδουπος. σεσημείωται τὸ οἰκου‐ ρός καὶ κηπουρός. ἔτι καὶ τὰ ὑπερδισύλλαβα· Ῥω‐ μαῖος φιλορώμαιος, Ἀθηναῖος φιλαθήναιος.
5 Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται· δμητός ἄδμη‐ τος, κτητός δορίκτητος, κακός ἄκακος. τὰ δὲ πα‐ ρασύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει· ἐκλεκτός ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτος ἐκ τοῦ λεκτός. τὸ δὲ ἰατρὸς φιλίατρος ἀναβιβάζει, καὶ ἐν τῷ ἀρχιατρός καὶ
10ἱππιατρός φυλάττει. Τὰ παρὰ τὸ „ᾄδω“ γινόμενα, εἰ μὲν τῇ ΩΙ διφθόγ‐ γῳ παραλήγονται, ὀξύνεται· τραγῳδός κωμῳδός με‐ λῳδός· εἰ δὲ τῇ ΟΙ διφθόγγῳ, εἰ μὲν ὑπὲρ τρεῖς συλ‐ λαβὰς ὦσι, προπαροξύνεται· λιγυάοιδος ὑπεράοι‐
15δος· εἰ δὲ τρεῖς ὁμοίως· ὑμνάοιδος ἐπάοιδος λυράοιδος. τὰ δ’ ἐξ αὐτῶν ὀξύνεται· ὑμνῳδός ἐπῳδός λυρῳδός. Ὅσα ἀπὸ γενικῆς εἰς ΟΣ συντίθενται, προπα‐ ροξύνεται, πλὴν τῶν παρὰ τοῦ ΩΠΟΣ, οἷον στενω‐
20πός· πυθμένος ἀπύθμενος, λιμένος ἀλίμενος, μηνός δίμηνος τρίμηνος, πατρός Ἀντίπατρος, χάριτος ἀχάριτος, θέμιτος ἀθέμιτος. Τὰ εἰς ΟΣ συντεθειμένα ἀπὸ τῶν εἰς Α καὶ εἰς Η προπαροξύνεται· ἑστία ἐφέστιος, σκιά εὔσκιος,
25μοῦσα φιλόμουσος, χρεία ἄχρειος (τὸ κοινὸν, ἀχρεῖος99

100

δὲ τὸ Ἀττικὸν, ὡς ἀστεῖος) ἀρχά ταξίαρχος, φωνή ἄφωνος, μορφή πολύμορφος. τὸ δὲ ἱππομάχος καὶ ἱπποκόμος ἀπὸ ῥημάτων καὶ τὸ γηροκόμος, καὶ τὸ ἀκαρός ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολού‐
5θησε τῷ μαδαρός καὶ πλαδαρός (ὁ ἀσθενής). τὸ δὲ ἀθῷος προπερισπᾶται ἀπὸ τοῦ θῳή. Τὰ εἰς ΟΣ σύνθετα ἀπὸ τῶν εἰς ΟΝ οὐδετέρων ἢ ΟΣ ἢ Α προπαροξύνεται· δῶρον βοτρυόδωρος, τόξον κλυτότοξος, ξίφος ἄξιφος, ὄνομα ἐπώνυ‐
10μος διώνυμος. Τὰ εἰς ΟΣ συντεθειμένα παρὰ τὸ „ἔργον“ μὴ ὄντα κύρια ὀξύνεται· ἐλεφαντουργός αὐτουργός. τὸ μέντοι κακοῦργος καὶ πανοῦργος βαρύνεται, ὁμοίως καὶ τὸ ἑκάεργος περίεργος πολύεργος πάρερ‐
15γος. τὰ δὲ ὄντα κύρια βαρύνεται· Λυκοῦργος, Φιλοῦργος.
17tΠερὶ τῶν παρὰ ῥῆμα συντεθειμένων.
18 Τὰ παρὰ τὸ „βόσκω“ ὀξύνονται· πορνοβοσκός ὑοβοσκός χηνοβοσκός.
20 Ὅσα παρὰ τὸ „ἕλκω“ καὶ „ἀμέλγω“ ὀξύνεται· γαγγαμουλκός ἀμολγός. Τὰ παρὰ τὸ „ἄγω“ καὶ „πήσσω“ ὀξύνεται· φορ‐
τηγός στρατηγός κυνηγός ναυπηγός.100

101

Ἔτι τὰ παρὰ τὸ „ποιῶ“ ὀξύνεται· ἐργοποιός ἐποποιός. Ἔτι τὰ παρὰ τὸ „φέρβω“ καὶ „ἀσκῶ“· ἱπποφορ‐ βός φωνασκός. τὸ δὲ αὐτόφορβος οἱ πλείους
5βαρύνουσι, καὶ τὸ Εὔφορβος κύριον. Τὰ ἀπὸ ῥήματος κύρια προπαροξύνονται· Ἱππό‐ δαμος Δηΐφοβος Λαόδοκος. τὸ μέντοι ξεινο‐ δόκος οὐ κύριον. Τὰ παρὰ τὸ „φέρω“ παροξύνεται· τελεσφόρος
10δορυφόρος βουληφόρος ἑωσφόρος. τὸ μέντοι ἄφορος δίφορος ἀπὸ τοῦ φορά. Ὅσα πρόθεσιν ἔχει ἐν τῇ ἀρχῇ προπαροξύνεται· περίβολος Ὑπέρβολος ἀμφίβολος πρόβολος. τὸ δὲ ἐπεσβόλος παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν.
15καὶ χωρὶς τῶν ἀπὸ „κλειτόσ“ καὶ „κλυτόσ“. τὸ δὲ πε‐ ρικλυτός ὀξύνεται, καὶ τὰ παρὰ τὸ „ἔργον“· ὑπουρ‐ γός συνεργός. Τὰ παρὰ τὸ „βάλλειν“ σύνθετα καὶ μὴ παρὰ πρό‐ θεσιν παροξύνονται· λιθοβόλος (ὁ βάλλων λίθους·
20λιθόβολος δὲ ὁ ὑπὸ λίθων βαλλόμενος). τὸ δὲ πρό‐ βολος καὶ ἀμφίβολος ἀπὸ προθέσεων. Τὰ παρὰ τὸ „πολῶ“ (τὸ ἀναστρέφομαι) σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται· ἱπποπόλος οἰωνοπόλος. τὸ δὲ ἀμφίπολος ἐκ προθέσεως.
25Τὰ παρὰ τὸ „σκοπῶ“ σύνθετα μὴ ἐκ προθέσεως101

102

παροξύνεται· ὀρνιθοσκόπος οἰωνοσκόπος. τὸ δὲ ἐπίσκοπος κατάσκοπος ἀπὸ προθέσεων. Τὰ παρὰ τὸ „μάχομαι“ καὶ μὴ παρὰ πρόθεσιν παροξύνεται· λεοντομάχος μονομάχος, χωρὶς τοῦ
5ἀγχέμαχος. τὸ δὲ πρόμαχος καὶ σύμμαχος ἐκ προθέσεων. Τὰ παρὰ τὸ „ἀγορῶ“ μετὰ προθέσεως σύνθετα προπαροξύνεται· συνήγορος κατήγορος παρήγο‐ ρος. δημηγόρος δὲ παροξύνεται· οὐ γὰρ ἀπὸ προ‐
10θέσεως. Ἔτι τὰ παρὰ τὸ „χέω“ σύνθετα παροξύνεται· χρυ‐ σοχόος οἰνοχόος. τὸ πρόχοος δὲ ἀπὸ προθέσεως. Ὅσα ἐν τῇ ἀρχῇ συντίθεται ἐκ τοῦ „πολύ“ προ‐ παροξύνεται· πολύστροφος πολύκαρπος πολύ‐
15φιλος. τὸ δὲ μογιλάλος παροξύνεται· οὐ γὰρ παρὰ τὸ πολύ. Τὰ παρὰ τὸ „φαγεῖν“ ἐν τῷ τέλει συντεθειμένα παροξύνεται· ἀρτοφάγος μονοφάγος παμφάγος. Ὅσα τὸ „εὖ“ μόριον κατ’ ἀρχὴν ἔχει προπαροξύ‐
20νεται· εὔτοκος εὔτονος εὔμολπος, χωρὶς τῶν παρὰ τὸ „ἔργον“· εὐεργός. Ὅσα ἀπὸ τοῦ Α στερητικοῦ μορίου συντίθεται, προπαροξύνεται· ἄτολμος ἄτομος ἄστοργος. Ὅσα ἐν ἀρχῇ ἔχει τὸ „φιλεῖν“ προπαροξύνεται·
25φιλόπονος φιλόσοφος φιλόλογος.102

103

Τὰ παρὰ τὸ „λέγω“ χωρὶς τῶν παρὰ τὸ „φιλεῖν“ παροξύνεται· δικαιολόγος φυσιολόγος τερατο‐ λόγος. τὸ δὲ φιλόλογος ἀπὸ τοῦ λόγος καὶ φιλῶ. Τὰ παρὰ τὸ „δυσ“ καὶ „ζα“ μόρια προπαροξύνε‐
5ται· δύσμορφος δύστηνος ζάπλουτος ζάκο‐ τος ζάθεος. Τὰ παρὰ τὸ „ὠκύσ“ προπαροξύνεται· ὠκύμο‐ ρος ὠκύπορος. τὸ δὲ ποντοπόρος παροξύνεται, [καὶ τὸ εὐρύπορος προπαροξύνεται]· οὐ γὰρ ἀπὸ τοῦ
10ὠκύς. σεσημείωται τὸ ὠκυμάχος. Ὅσα ἔχει κατὰ ἀρχὴν τὸ „ναυ“ προπαροξύνεται· ναύαρχος ναύκληρος ναύλοχος. τὸ δὲ ναυ‐ πηγός ναυηγός ὀξύνεται. Ὅσα παρὰ ἐπίῤῥημα συντίθεται προπαροξύνεται·
15ὀψίφυγος ἀγχίμολος ἀγχέμαχος. τὸ δὲ περι‐ κλυτός ἀπὸ τῆς περί. Ὅσα παρὰ τὸ „πάλιν“ καὶ „ἄγαν“ καὶ „αὐτό“ σύνθετα προπαροξύνεται· παλίμβολος παλίγκοτος ἀγάννιφος ἀγάτονος αὐτόμαχος αὐτοδίδακτος.
20 Τὰ παρὰ τὸ „ἀκούω“ προπαροξύνεται· ὑπήκοος ἀνήκοος. τὸ δὲ ἐπακουός παρασύνθετον [γίνεται γὰρ] ἐκ τοῦ ἐπακούω.
Τὰ παρὰ τὸ „ἔχω“ βαρύνεται· ἡνίοχος ἤοχος.103

104

προπερισπᾶται δὲ τὸ λιχνοῦχος ῥαβδοῦχος σταθ‐ μοῦχος. Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μα‐ κρὰ, συντεθειμένα προπαροξύνεται· μυκῶ ἐρίμυκος,
5συλῶ ἱερόσυλος, ἄρχω γυμνασίαρχος. Τὰ παρὰ τὸ (εἰς) ΙΣ ἐπίῤῥημα ἀριθμοῦ συντεθειμέ‐ να προπαροξύνεται· δίφορος τρίφορος τρίπολος, μεθ’ ὧν καὶ τετράφορος. Τὰ παρὰ τὸ „γράφω“ παροξύνεται· ἱστοριογρά‐
10φος βιβλιογράφος. τὸ δὲ παράγραφος τὸ ση‐ μεῖον τὸ ἐν τοῖς μέτροις τιθέμενον προπαροξύνεται. παρὰ τὸ γραφή γάρ. Τὰ ἐπὶ ἐνεργείας τιθέμενα συντεθειμένα ἀπὸ τοῦ „τέμνω φονεύω ὀρύσσω κτείνω νέμω τίκτω“ παροξύ‐
15νονται· σκυτοτόμος μιαιφόνος τοιχωρύχος πα‐ τροκτόνος οἰκονόμος θεοτόκος. τὸ δὲ καρα‐ τόμος καὶ πρωτοτόκος παροξυνόμενα μὲν ἐπὶ ἐνερ‐ γείας τίθενται, προπαροξυνόμενα δὲ ἐπὶ πάθους.
19tΠερὶ τόνου τῶν εἰς ΥΣ ληγόντων.
20tΒιβλίον ιʹ.
21 Τὰ εἰς ΥΣ πολυσύλλαβα κύρια ἢ προσηγορικὰ, μὴ ἐθνικὰ, βαρύνεται· ἄλδυς Πόλτυς βότρυς Ἕρ‐ πυς Ἅλυς. τὸ ἰχθῦς προσηγορικὸν περιεσπάσθη
ἀλόγως, ὥσπερ τὸ μῦς, σῦς.104

105

Τὰ εἰς ΥΣ ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ Ε κλινόμενα δισύλλαβα ὄντα ὀξύνεται· ἠύς ἡδύς ταχύς βραδύς ὠκύς. τὸ δὲ ἥμισυς προπαροξύνεται καὶ τὸ θῆλυς προπερισπᾶται· καὶ τὸ πρέσβυς βαρύτονον.
5 Πᾶν εἰς ΥΣ λῆγον σύνθετον ἐπιθετικὸν βαρύνε‐ ται· ἔπηλυς νέηλυς πολύδακρυς μελάνοφρυς. Τὰ εἰς ΥΣ ἀρσενικὰ ὑπερδισύλλαβα βαρύνεται· ἥμισυς πέλεκυς Ῥαδάμανθυς. σεσημείωται τὸ ἐλαχύς (ὁ ἐλάχιστος) ὀξυνόμενον.
10 Τὰ εἰς ΥΣ θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ Υ καὶ διὰ τοῦ ΔΟΣ κλινόμενα ὀξύνεται· χλαμύς πηλαμύς. τὰ μέντοι μὴ διὰ τοῦ ΔΟΣ κλινόμενα βαρύνεται· γέ‐ νυς πίτυς χέλυς γῆρυς ἀτράφαξυς (εἶδος λα‐ χάνου).
15 Τὰ εἰς ΥΣ πάντα σύνθετα συνεσταλμένον ἔχοντα τὸ Υ προπαροξύνεται· σύνοφρυς λεύκοφρυς κάλ‐ λιχθυς δίβραχυς. Τὰ εἰς ΥΣ θηλυκὰ ἐκτείνοντα τὸ Υ ὀξύνεται· πληθύς ἐδητύς ὀϊζύς ἐριν]ύς ἰξύς [ἡ ῥάχις].
20τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται. σεσημείω‐ ται ἐν τοῖς θηλυκοῖς τὸ ὀφρῦς καὶ ἡ ὀσφῦς (ἡ ῥά‐ χις) περισπώμενα. Τὰ εἰς ΥΣ ὑποκοριστικὰ περισπῶνται· καμμῦς
κλαυσῦς λαρδῦς Διονῦς ἀπφῦς. τὸ δὲ ἰξῦς105

106

ποτὲ μὲν ὀξύνει ὁ Ἡρωδιανὸς, ποτὲ δὲ περισπᾷ. [τὸ δρῦς καὶ μῦς καὶ σῦς περισπῶνται.] Τὰ εἰς ΑΙΣ πολυσύλλαβα αἰολικῶς ὀξύνεται· Ἀτρεί‐ δαις ἀντὶ τοῦ Ἀτρείδης Ὀρέσταις, καὶ τὰ σύνθετα·
5ἄπαις εὔπαις ἀνδρόπαις. [τὸ δὲ παῖς περισπᾶται, καὶ τὸ σταῖς. τὸ δὲ δαὶς ὀξύνεται]. Τὰ εἰς ΕΙΣ πολυσύλλαβα κοινολεκτούμενα παρο‐ ξύνεται· δαφνήεις κητώεις. αἱ δὲ μετοχαὶ ὀξύ‐ νονται· τυφθείς τυπείς. [τὸ δὲ κτείς ὀξύτονον,
10ὡς μονοσύλλαβον. καὶ τὸ κλείς.] καὶ οἱ Βοιωτοὶ τὸ Η τῶν εἰς ΗΣ εἰς ΕΙ τρέποντες ὀξύνουσιν αὐτὰ· εὐ‐ γενείς ἀντὶ εὐγενής, ἀγενείς ἀντὶ ἀγενής. Τὰ εἰς ΑΥΣ πολυσύλλαβα βαρύνονται· χιλιό‐ ναυς ὠμόγραυς. [τὰ δὲ ἁπλᾶ περισπῶνται· γραῦς
15ναῦς.] Τὰ εἰς ΕΥΣ κοινῶς μὲν ὀξύνεται· βασιλεύς Πηλεύς Τυδεύς· αἰολικῶς δὲ βαρύνεται· Ἄρευς. Τὰ εἰς ΟΥΣ πολυσύλλαβα ἁπλᾶ μὲν ὄντα περισπᾶ‐ ται· ἀδελφιδοῦς θυγατριδοῦς διπλοῦς τρι‐
20πλοῦς, πλὴν τοῦ ὀδούς. τὰ δὲ σύνθετα βαρύνεται· Πειρίθους Ἀλκίνους εὔπλους πολύνους Οἰ‐ δίπους. Τὰ εἰς ΩΣ ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ τοῦ ΟΣ βαρύνονται· ἥρως Μίνως
25πάτρως μήτρως.106

107

Τὰ εἰς ΩΣ ἁπλᾶ διὰ τοῦ ΤΟΣ κλινόμενα, εἰ μα‐ κρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται· εὐρώς ἱδρώς ἀραρώς ὑπερδεδιώς. εἰ δὲ ἰαμβικὰ ὑπάρ‐ χοι διὰ τοῦ ΤΟΣ κλινόμενα βαρύνεται· γέλως ἔρως
5Νέπως. τὸ δὲ εἵλως ἀπὸ τοῦ ἕλως. Τὰ ἀπὸ παρακειμένου συντεθέντα διὰ τοῦ ΤΟΣ κλινόμενα ὀξύνεται· ἀπτώς ἀγνώς. Τὰ εἰς ΩΣ σύνθετα ἀπὸ τῶν εἰς ΩΣ μονοσυλ‐ λάβων παροξύνεται· ζώς ἀείζως, χρώς λευκόχρως.
10τὸ μέντοι ὑποδμώς ὀξύνεται ὡς παρέλκουσαν ἔχον τὴν ὑπό. Τὰ εἰς ΩΣ σύνθετα πολυσύλλαβα ἀπὸ τῶν εἰς ΩΣ παροξύνεται· ἔρως χρυσέρως, ἱδρώς λυσίδρως. τὸ δὲ δύσερως καὶ φιλόγελως καὶ τὰ τοιαῦτα Ἀτ‐
15τικὰ ὄντα προπαροξύνονται. Τὰ εἰς ΩΣ Ἀττικὰ ὁμοτονοῦσιν ἐκείνοις, ἀφ’ ὧν ἐσχηματίσθησαν· ναός νεώς, λαός λεώς, ἀξιόχρεος ἀξιόχρεως. τὸ δὲ λαγῶς καὶ ὀρφῶς περισπῶν‐ ται, καὶ ..... ὁ τυφῶν καὶ ταῶν.
20 Τὰ εἰς ΩΣ Περσικὰ ἢ Αἰγύπτια παροξύνεται· φάργως Ἰνάρως. Τὰ εἰς ΩΣ θηλυκὰ πολυσύλλαβα βαρύνεται μὲν, ὅσα βραχείᾳ παραλήγει· Κέως Τέως ἅλως ἕως. τὰ δὲ μὴ οὕτως ὀξύνεται· αἰδώς ἠώς.
25Τὰ εἰς Ψ πολυσύλλαβα βαρύνεται· Ἄραψ λαῖ‐107

108

λαψ θέραψ. τὸ δὲ πλινθοβάψ καὶ πελεθοβάψ ὀξύνεται. Τὰ εἰς Ψ πολυσύλλαβα ἔχοντα πρὸ τοῦ Ψ Ο ἢ Ε βαρύνεται· Πέλοψ Δρύοψ μέροψ βούκλεψ
5τυρόκλεψ. Τὰ εἰς Ψ ἔχοντα Ι πρὸ τοῦ Ψ βαρύνεται· σκευό‐ τριψ παιδότριψ χέρνιψ. Τὰ εἰς ΥΨ βαρύνεται· Κίνυψ Χάλυψ. Τὰ εἰς ΗΨ βαρύνεται· κώληψ.
10 Τὰ εἰς ΩΨ πολυσύλλαβα κύρια ὄντα ἢ προσηγο‐ ρικὰ βαρύνονται· κύκλωψ ἴωψ μώλωψ. σεσημείω‐ ται, ὥς τινές φασι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέν‐ τοι ἐπιθετικὰ ὀξύνεται, ὑπεσταλμένων τῶν ὑποπεπτω‐ κότων κυρίοις, ἢ τῶν ἰδιαζόντων· μονώψ (ὁ μονό‐
15φθαλμος) κελαινώψ τυφλώψ. τὸ δὲ ἑλίκωψ καὶ μύωψ (ὁ μυὸς ὀφθαλμοὺς ἔχων) βαρύνεται, ὥσπερ τὸ κύκλωψ καὶ κέκρωψ (ὁ δόλιος) καὶ ἴωψ ὁ κυνίσκος.
18tΠερὶ τόνου τῶν εἰς Α θηλυκῶν ὀνομάτων.
19tΒιβλίον ιαʹ.
20 Τὰ εἰς Α λήγοντα μακρὸν θηλυκὰ τῶν εἰς ΟΣ ὁμοτονοῦσιν αὐτοῖς, καὶ ἔτι τὰ εἰς Η· φοβερός φο‐ βερά, ἰσχυρός ἰσχυρά, σοφός σοφή, καλός καλή, φίλος φίλη. τὸ μέντοι βαρύτερος βαρυτέρα καὶ τὰ
ὅμοια, εἰ καὶ τὸν τόπον ἐνήλλαξαν, ἀλλ’ οὐ τὸν τόνον.108

109

Τὰ εἰς Α μακρὸν καὶ εἰς Η τῶν εἰς ΟΥΣ περι‐ σπωμένων περισπᾶται· ἀργυροῦς ἀργυρᾶ, χρυσοῦς χρυσῆς, διπλοῦς διπλῆ. Τὰ ἔχοντα τὸ Α βραχὺ διὰ τοῦ ΤΡΙΑ προπαρο‐
5ξύνεται· αὐλήτρια ψάλτρια. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ Α μακρὸν ἔχουσι. καὶ τὸ πότνια καὶ ὄμπνια προπαροξύνεται. Τὰ εἰς ΕΙΑ ἀπὸ τῶν εἰς ΕΥΣ προπαροξύνεται· βασιλεύς βασίλεια, ἱερεύς ἱέρεια.
10 Ἔτι τὰ ἀπὸ τῶν εἰς ΥΣ βαρυτόνων προπαροξύ‐ νεται· ἥμισυς ἡμίσεια, θῆλυς θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπερισπῶνται· ταχύς ταχεῖα, βραδύς βραδεῖα, πλὴν τοῦ λίγεια καὶ ἐλάχεια ἀπὸ τοῦ λιγύς καὶ ἐλαχύς.
15 Τὰ εἰς ΝΑ συνεσταλμένον ἔχοντα τὸ Α ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ σχηματιζόμενα προπαροξύνεται· μέλανος μέλαινα, τάλανος τάλαινα, Λάκων Λά‐ καινα, δράκων δράκαινα. Ἔτι τὰ εἰς ΡΑ βραχὺ παρεσχηματισμένα· σωτήρ
20σώτειρα, μάκαρ μάκαιρα. Τὰ εἰς ΣΑ ὑπερδισύλλαβα παρεσχηματισμένα προ‐ παροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰς ΗΣ· δαφνήεσσα φωνήεσσα. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων εἰς ΗΣ·
25χερνής χερνῆσσα, ἀργῆς ἀργῆσσα, Κρής Κρητός
Κρῆσσα, θής θῆσσα.109

110

Τὰ εἰς Α βραχὺ ἀπαρασχημάτιστα διὰ διπλοῦ ἐκ‐ φερόμενα, εἰ μὲν δισύλλαβα εἴη καὶ μακρᾷ παραλήγει, παροξύνεται· ῥίζα πέζα φύζα δόξα δίψα. τὰ δὲ ὑπερδισύλλαβα προπαροξύνεται· ἅμαξα λακέρυζα.
5 Τὰ εἰς ΘΑ ἔχοντα τὸ Α βραχὺ βαρύνεται· μίνθα (τὸ ἡδύοσμον) ἄκανθα κολόκυνθα (ἡ ἀττικῶς κο‐ λοκύντη) μεθ’ ὧν καὶ ἡ δίαιτα. Τὰ εἰς ΜΑ θηλυκὰ σπάνια ὄντα βαρύνεται· τόλμα Θέρμα· ἀττικῶς δὲ τόλμη καὶ Θέρμη.
10 Τὰ εἰς ΛΑ θηλυκὰ [σπάνια ὄντα] βαρύνεται· ψύλλα Σκύλλα Σίβυλλα ἅμιλλα ἄελλα καὶ ἀνάπαυλα. Τὰ εἰς ΝΑ μονογενῆ βαρύνεται· Κύννα (ἡ πόρ‐ νη) Ἄννα γέννα χλαῖνα, εἰ μὴ κατὰ πάθος γέ‐ νοιτο, Ἀθηνᾶ μνᾶ. τὰ δὲ Ἰταλικὰ προπερισπῶνται·
15Σαβῖνα Φαυστῖνα Ἰουστῖνα Κωνσταντῖνα. Τὰ εἰς ΡΑ δισύλλαβα συνεσταλμένον ἔχοντα τὸ Α βαρύνεται· σφαῖρα μοῖρα πεῖρα σφῦρα. τὰ δὲ μὴ συνεσταλμένον τὸ Α ἔχοντα ὀξύνεται· ἰρά (ἡ ἐκ‐ κλησία) σειρά πυρά οὐρά φρουρά πλευρά.
20 Τὰ εἰς ΡΑ ὑπὲρ δύο συλλαβὰς τὸ Α βραχὺ ἔχοντα προπαροξύνεται· [ἄρουρα Ἄργουρα] μάχαιρα χί‐
μαιρα Δηϊάνειρα σκολόπενδρα.110

111

[Τὰ εἰς ΡΑ ὑπὲρ δύο συλλαβὰς πρὸ τέλους ἔχοντα τὸ Υ βαρύνεται· πορφύρα Ἐφύρα.] Τὰ εἰς ΡΑ ὑπὲρ δύο συλλαβὰς βραχὺ ἔχοντα τὸ Α, καὶ πρὸ τέλους ἔχοντα ΟΥ προπαροξύνεται· ἄρουρα
5Ἄργουρα κυνόσουρα, μεθ’ ὧν καὶ τὸ [κέρκυρα] γέφυρα. Τὰ εἰς ΣΣΑ ὑπερδισύλλαβα ἀπαρασχημάτιστα προ‐ παροξύνεται, εἰ μὴ παραλήγοι ΟΥ· θάλασσα Ἰφιά‐ νασσα θέρμασσα (ἡ κάμινος). τὰ δὲ παραλήγοντα
10τῇ ΟΥ, εἰ μὲν ἔχειν ἓν Σ, προπαροξύνεται· Φαέ‐ θουσα Ἀρέθουσα Αἴθουσα· εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται· Πιτυοῦσσα Ῥοδοῦσσα (ὀνόματα νήσων) πλὴν τοῦ Ἔμπουσσα καὶ Συράκουσσα. Τὰ εἰς ΣΑ δισύλλαβα βαρύνεται· αἶσα μοῦσα
15πεῖσα (ἡ πειθώ) μεθ’ ὧν γλῶσσα πίσσα νύσσα. Τὰ διὰ τοῦ ΑΙΑ καὶ ΥΙΑ δισύλλαβα προπερισπᾶ‐ ται· μαῖα γαῖα Θυῖα μυῖα. Τὰ εἰς Α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλ‐ λαβὰς παραλήγοντα τῇ ΑΙ διφθόγγῳ ἢ τῇ ΕΙ ἢ ΟΙ ἢ
20ΥΙ προπαροξύνεται· Πλάταια Ἀλεξάνδρεια Θέ‐ σπεια (Θεσπιαί δὲ τὸ πληθυντικόν) εὔνοια πρό‐ νοια ἅρπυια αἴθυια ἄγυια ὄργυια, ἃ πληθυν‐ τικῶς ὀξύνεται. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ Α
ὀξύνεται.111

112

Τὰ διὰ τοῦ ΑΙΑ μονογενῆ μακρὸν ἔχοντα τὸ Α παροξύνονται· σεληναία Ἀθηναία Ἰουδαία πε‐ ρικεφαλαία [θυραία]. Τὰ εἰς Α καθαρὸν μονογενῆ παραληγόμενα Ε βα‐
5ρύνεται, εἰ μὴ προσηγορικὰ ἢ περιεκτικὰ εἴη· Ῥέα θέα (τὸ δὲ θεά ὀξύνεται) πτελέα ἰτέα συκέα. Τὰ εἰς Α μακρὸν μονογενῆ τῇ ΕΙ ἢ τῷ Ι μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται· χειά ζειά (εἶδος κριθῆς) φλιά θριά. τὸ δὲ μνεία χρεία βα‐
10ρύνονται, οὐ γὰρ ἐπὶ οὐσίας λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία βαρύνονται, καὶ τὸ δεία (ἡ ἔνδεια). Τὰ διὰ τοῦ ΙΑ ἐπὶ χωρῶν κείμενα παροξύνεται· Λυκία Ἀσία Κιλικία. Τὰ γινόμενα ἀπὸ τοῦ ΕΥΩ παροξύνεται· ἑρμη‐
15νεία βασιλεία δουλεία κολακεία παιδεία (ἡ παίδευσις, παιδιά δὲ τὸ παίγνιον). τὸ δὲ παρειά καὶ φορβειά καὶ φορειά (ὁ βόρβορος) καὶ ἀρειά (ἡ ἀπειλή) ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ ΕΥΩ. Τὰ διὰ τοῦ ΙΑ μακρὸν τὸ Α ἔχοντα παροξύνεται·
20ἀνία φιλία πενία ξενία. Τὰ διὰ τοῦ ΙΑ παρὰ μελλόντων γενόμενα παροξύ‐ νεται· ὀρέξω ἀνορεξία πέψω ἀπεψία προδώσω προ‐ δοσία.
Τὰ διὰ ΣΙΑ τὸ Α μακρὸν ἔχοντα βαρύνεται· ἀθα‐112

113

νασία διχοστασία ἱκεσία. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἔχει, ἢ περιεκτικὸν ὑπάρχει. τὸ δὲ προστα‐ σιά καὶ τρασιά (ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα) καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται.
5τὸ δὲ Κηφισιά καὶ Ὑσιά καὶ Λουσιά ὀνόματα δήμων. Τὰ διὰ τοῦ ΝΙΑ μακρὸν ἔχοντα τὸ Α βαρύνεται· κονία πενία γειτονία. τὸ δὲ ῥοδωνιά καὶ ἰω‐ νιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ· καὶ τὸ Χελι‐
10δονιά δῆμος· καὶ ἔτι τὸ ἱμονιά (τὸ ἀντλητήριον) παρ’ Ἀττικοῖς ὀξύνεται. Τὰ εἰς Α μακρὸν τῇ ΡΙ παραληγόμενα παροξύνε‐ ται· αἰθρία κοπρία ὑδρία φατρία. τὸ μέντοι Στειριά δῆμος.
15 Τὰ εἰς Α μακρὸν παραληγόμενα τῇ ΛΙ ἧς προη‐ γεῖται Α βαρύνεται πρᾶγμα σημαῖνον· διδασκαλία ἀτασθαλία ἢ ὀνόματα χωρῶν· Οἰχαλία Θεσσα‐ λία· εἰ δὲ μὴ οὕτως ὀξύνεται· ἀπομαγδαλιά φυ‐ ταλιά. τὸ δὲ ἀσπαλία (ἡ ἁλεία) βαρύνεται.
20Τὰ εἰς Α μακρὸν τρισύλλαβα παραληγόμενα τῷ Ι113

114

ἐπὶ οὐσίας λαμβανόμενα βαρύνεται, χωρίς τινων· καρ‐ δία σχεδία ζημία σηπία οἰκία. τὸ μέντοι σκο‐ πιά καὶ σποδιά ὀξύνονται, ὡς ἔχοντα τὸ Ο πρὸ τοῦ Ι, ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά.
5 Τὰ παραληγόμενα ἀπὸ τῶν εἰς Ξ βαρύνεται· Φρυ‐ γία Βεβρυκία Ὀρτυγία. σεσημείωται τὸ ἀνθρα‐ κιά ὀξυνόμενον. Τὰ διὰ τοῦ ΟΑ σπάνια καὶ κατὰ πάθος γενόμενα παρ’ Ἀττικοῖς παροξύνεται· οἴα ὄα (τὸ δέρμα), χροία
10χρόα. τὰ δὲ ἐν συνθέσει [?] ὀξύνεται· στοιά στοά, ῥοιά ῥοά. Τὰ διὰ τοῦ ΟΙΑ μακρὰ, ὅσα ἀπὸ ψιλοῦ συμφώ‐ νου ἄρχονται, βαρύνεται· ποία (ἡ βοτάνη) Τροία κοία (ἡ σφαῖρα). οὕτω καὶ Οἴα (ἡ κώμη). τὸ μέν‐
15τοι χροιά στοιά ὀξύνεται. Τὰ εἰς Α μακροκατάληκτα βαρύνονται παραλήγοντα τῷ Υ· ὀξύα (εἶδος ξύλου) καρύα κωδύα (ἡ τῆς μήκωνος κεφαλή) Δατύα (πόλις). Τὰ εἰς Α μακρὸν καθαρὸν τῷ Ω παραληγό‐
20μενα βαρύνεται· ὤα (ἡ μηλωτή) Κριώα ψοθώα (ἡ
ψώρα).114

115

Τὰ εἰς Α μακρὸν μὴ ἀπὸ συμφώνου ἀρχόμενα πλὴν τοῦ Ρ παροξύνεται· Ἥρα ὀπώρα χώρα. ... ............................ εἰ δέ τι ἄλλο εὑρεθ, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο, ὡς
5τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ. Τὰ εἰς ΡΑ μακροκατάληκτα τρισύλλαβα παραληγό‐ μενα τῷ Ε μονογενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη· ἡμέρα ἀσκέρα (εἶδος ὑποδήματος) διφθέρα λα‐ κέρα. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον, εἴτε
10ἐπιθετικὸν εἴη. καὶ τὸ περιστερά τετρασύλλαβον, καὶ τὸ Ἐλευθεραί πληθυντικῶς λεγόμενον. Τὰ εἰς ΡΑ ὑπὲρ δύο συλλαβὰς τῷ Υ παραληγό‐ μενα βαρύνεται. ἀλλ’ εἰ μὲν ἔχωσι τὸ Α μακρὸν, παρο‐ ξύνεται· πορφύρα Ἐφύρα· εἰ δὲ βραχὺ, προπαρο‐
15ξύνεται· Κέρκυρα ἄγκυρα γέφυρα. τὸ δὲ Γλα‐ φυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη, εἴτε ἐπιθε‐ τικόν. Τὰ εἰς ΡΑ μακρὸν τῷ Ω παραληγόμενα βαρύνε‐ ται· χώρα ψώρα ὥρα, μεθ’ ὧν καὶ τὸ πρῶρα, εἰ
20καὶ συστέλλει τὸ Α.115

116

Τὰ εἰς ΡΑ ἁπλᾶ μονογενῆ τρισύλλαβα παραληγό‐ μενα τῷ Ω ἀπὸ φύσει μακρᾶς ἢ βραχείας ἀρχόμενα βαρύνεται· Φαλώρα πληθώρα ληθώρα. εἰ δὲ ἀπὸ θέσει μακρᾶς, ὀξύνεται· θαλπωρά ἐλπωρά.
5τὸ δὲ πανδώρα σύνθετον ὂν παροξύνεται. Τὰ εἰς ΡΑ μονογενῆ μετ’ ἐπιπλοκῆς συμφώνου παροξύνεται, καὶ μακρὸν ἔχει τὸ Α· ὕδρα πέτρα ῥή‐ τρα φαρέτρα γάστρα μήτρα. σεσημείωται τὸ Τά‐ ναγρα καὶ σκολόπενδρα προπαροξύτονα καὶ συ‐
10στέλλοντα τὸ Α.
11tΠερὶ τόνου τῶν εἰς Η θηλυκῶν.
12tΒιβλίον ιβʹ.
13 Τὰ εἰς Η λήγοντα θηλυκὰ παρὰ γενικῆς σχημα‐ τισθέντα βαρύνεται· χιτῶνος Χιτώνη, ἡγεμόνος Ἡγε‐
15μόνη, σώφρονος σωφρόνη, εὔφρονος εὐφρόνη, ἀμύμονος Ἀμυμώνη. τὸ δὲ ἁρπαγή ὀξύνεται, διότι ἀπὸ τοῦ ἁρπάζω. τὸ δὲ ἁρπάγη (σιδήριόν τι) βαρυ‐ νόμενον, ἀπὸ τοῦ ἅρπαγος. καὶ τὰ παρώνυμα ὁμοίως· ἀμφίρυτος ἀμφιρύτη, δορύκτητος δορυκτήτη,
20ἀμφίλυκος ἀμφιλύκη. Τὰ εἰς Η σύνθετα καὶ παρασύνθετα βαρύνεται· Ὠκυπέτη Ὑψιπύλη Ἐριπύλη Βερονίκη Πο‐
λυκάστη.116

117

Τὰ εἰς Η προσηγορικὰ ἢ βαρύνεται ἢ ὀξύνεται σύνθετα ὄντα. ὅσα οὖν ἔχει τι ἄλλο μέρος λόγου καὶ ἄρχεται χωρὶς προθέσεως βαρύνεται· κυνάγχη βου‐ κάπη (ἡ τῶν βοῶν φάτνη) παντογύνη (ἡ ταραχώ‐
5δης γυνή) ὀξάλμη τολύπη (ἡ ἐργασία). τὸ δὲ ἀστε‐ ροπή ὀξύνεται ὡς σύνθετον παρὰ τὸ ὄπα καὶ ἀστήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μετα‐ γενέστεροι ὀξύνουσιν οὐχ ὑγιῶς. Τὰ εἰς Η θηλυκὰ προσηγορικὰ ἀπὸ προθέσεως συν‐
10τεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυτῶν βαρύνηται· ἀνατολή μεταβολή ἀναβολή ἐπιτολή παραψυχή (τὸ προσηγορικὸν, Παραψύχη δὲ τὸ κύριον). τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή· καὶ τὸ
15ἀναδέσμη ἀπὸ τοῦ ἀνάδεσμος. τὰ δὲ βαρύτονα ταῦτα· συνθήκη παρακαταθήκη συγγνώμη συνάγχη. Τὰ εἰς Η συναληλιμμένα περισπᾶται· λεοντέα λεον‐ τ, συκέα συκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ. Τὰ εἰς Η καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται·
20Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν. καὶ τὰ διὰ
τοῦ ΕΥΗ παροξύνεται· χλεύη Βεύη δεύη. τὸ μέν‐117

118

τοι σκευή ὀξύνεται, καὶ τὰ ἀπ’ αὐτῆς· κατασκευή ἐπισκευή [οἰκοσκευή]. Τὰ εἰς Η καθαρὸν δισύλλαβα τῷ Ο παραληγόμενα ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο
5συμφώνων προηγουμένου τοῦ δασέος· φθόη (ἡ φθο‐ ρά) χλόη χνόη (αἱ χοινικίδες τῶν ἁρμάτων). τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται· χοή (ἡ σπονδή) βοή θοή (τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον) πνοή. ἔτι καὶ τὰ ὑπερδισύλλαβα· Οἰνόη Χωλόη. τὸ δὲ ἀκοή ἐκ τοῦ
10ἀκούω. Τὰ εἰς Η δισύλλαβα παραληγόμενα τῷ Υ σπάνια ὄντα τὰ μὲν βαρύνεται· λύη (ἡ στάσις) δύη (ἡ κα‐ κοπάθεια) γύη (ἡ γῆ καὶ μέρος ἀρότρου) ψύη (ἡ ψύα καὶ ψόαι)· τὰ δὲ ὀξύνεται· φυή καὶ Φλυή (ὁ δῆμος
15Ἀττικός). Τὰ διὰ τοῦ ΥΗ ὑπερδισύλλαβα βαρύνεται· θιγύη ὀρύη (εἶδος ὀσπρίου) Λιβύη. Τὰ διὰ τοῦ ΩΗ ὀξύνεται· ζωή θωή ἐρωή. Τὰ εἰς ΒΗ ἔχοντα πρὸ τοῦ Β σύμφωνον κατ’ ἐπι‐
20πλοκὴν ἢ κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ῥηματικὰ118

119

εἴη προσηγορικὰ καὶ παραλήγοι τῷ Ο· τύρβη Κόμβη (τὸ κύριον) κύμβη (νηὸς εἶδος) Θίσβη κράμβη Ἄλβη. τὸ δὲ φορβή ἔχει τὸ Ο. Τὰ γὰρ εἰς Η ῥη‐ ματικὰ ὀξύνεται· τρέπω τροπή, τρέφω τροφή, νέμω
5νομή. Τὰ εἰς ΒΗ ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ ΟΙ διφθόγγῳ βαρύνεται· Ἀλύβη καλύβη Νιόβη ἀστρά‐ βη (εἶδος ἁμάξης) Ἑκάβη. τὸ δὲ ἀμοιβή ὀξύνεται, ὡς ἔχον τὴν ΟΙ δίφθογγον.
10 Τὰ εἰς ΒΗ ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται· Ἄβη κύριον, βλάβη. ὀξύνεται δὲ ταῦτα· λαβή τρι‐ βή ῥηματικὰ ὄντα. Τὰ εἰς ΟΙΒΗ κύρια μὲν ὄντα βαρύνεται· Φοίβη Βοίβη. προσηγορικὰ δὲ ὀξύνεται· λοιβή στοιβή
15ἀμοιβή. Τὰ εἰς ΒΗ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα [καὶ] μὴ τῇ ΟΙ βαρύνεται· ἥβη Θήβη στίβη (ἡ ψυ‐ χρά) λώβη. Τὰ εἰς ΓΗ δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμ‐
20φωνον λήγουσαν, προσηγορικὰ ὄντα ὀξύνεται· φθογγή κλαγγή ὀργή στοργή. τὰ δὲ κύρια βαρύνεται·
Βέργη Σέλγη Πέργη.119

120

Τὰ εἰς ΓΗ ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται· ταγή ἀπὸ τοῦ τάσσω, φυγή σφαγή. παρώνυμα δὲ βαρύ‐ νεται· πάγη τρύγη στέγη. τὸ μέντοι σαγή (τὸ πλῆθος) τινὲς μὲν ὀξύνουσι, τινὲς δὲ βαρύνουσι.
5 Τὰ εἰς ΓΗ δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ Γ ἄρχοιτο, ὀξύνεται· πληγή σιγή κραυγ· Κραύγη δὲ τὸ κύριον. τὸ δὲ γύγη ἀπὸ τοῦ Γ ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα συναλειφθὲν περισπᾶται.
10 Τὰ εἰς ΓΗ ὑπερδισύλλαβα προσηγορικὰ, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν ὀξύνε‐ ται· μαρμαρυγή κορκορυγή (ὁ θόρυβος) ὀλο‐ λυγή οἰμωγ. Λαλάγη δὲ κύριον, ὥσπερ τὸ ἠλύγη (ἡ σκιά) καὶ πανάγη (ἡ ἁγνὴ ἱέρεια). καὶ
15τὸ πλατάγη δέ τινες βαρύνουσιν. Τὰ εἰς ΓΗ ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέ‐ λους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται· ὀλίγγη (ἡ ἀνάπαυσις) Ἐλιβύργη ἀμόργη (ἡ τοῦ ἐλαίου τρύξ). σεσημείωται τὸ ἀμολγή ὀξυνόμενον.
20 Τὰ εἰς ΔΗ ἔχοντα πρὸ τοῦ τέλους τὸ Ο εἰς σύμ‐ φωνον καταλῆγον προσηγορικὰ ὄντα ὀξύνεται· χορδή σπονδή. τὸ μέντοι Χόνδη κύριον βαρύνεται καὶ τὸ
Μένδη κύριον καὶ τὸ ἄλδη.120

121

Τὰ εἰς ΔΗ προσηγορικὰ ὀξύνεται· ᾠδή ἀοιδή σπουδή ἐδωδή αὐδή. τὸ μέντοι Λήδη κύριον, καὶ Ἴδη καὶ Μήδη. Τὰ εἰς ΔΗ λήγοντα ἔχοντα τὴν πρὸ τέλους συλ‐
5λαβὴν βραχεῖαν μὴ εἰς σύμφωνον καταλήγουσαν, εἰ μὲν κύρια ὦσιν ἢ οὐσίαν σημαίνοι, βαρύνεται· πέδη κνίδη σίδη Νέδη· εἰ δὲ κατὰ πράγματος τάσσοιτο, ὀξύνε‐ ται· κομιδή (ἡ ἐπιμέλεια) ἁδή (ἡ ἡδονή) φραδή (ἡ βουλή) χλιδή (ὁ κόσμος).
10 Τὰ εἰς ΘΗ δισύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ Ο παραλήγοντα· μάλθη (ὁ κηρός) τίθη Ξάν‐ θη σπάθη. σεσημείωται τὸ κριθή ὀξυνόμενον καὶ τὸ ποθή ἔχον τὸ Ο. Τὰ εἰς ΘΗ μονογενῆ ὑπερδισύλλαβα βαρύνεται·
15Καλάθη (πόλις) Βισάνθη Ἰάνθη λυκάνθη. τὸ δὲ ἀγαθός ἀγαθή τριγενές. Τὰ εἰς ΚΗ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμ‐ φώνων, μὴ ποιότητα φωνῆς ἀλόγου ζώου σημαίνοντα·
20Γλαύκη (κύριον) Λεύκη (κύριον) πεύκη νίκη φρίκη. τὸ δὲ μυκή ὀξύνεται, σημαῖνον φωνὴν λέοντος. τὸ
δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος.121

122

Τὰ εἰς ΚΗ ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ Ο παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα· πλέκω πλοκή δέκω δοκή (ἡ ὑπόνοια) πέκω ποκή (τὸ ἔριον). τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκός. εἰ δὲ ἄλλῳ συμφώνῳ,
5βαρύνεται· δίκη Λύκη (κύριον) κάκη (ἡ κάκωσις). τὸ μέντοι ἀκή (ἡ ἡσυχία) ὀξύνεται πρὸς ἀντιδιαστο‐ λὴν κυρίου. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως. Τὰ εἰς ΚΗ δισύλλαβα πρὸ τοῦ Κ σύμφωνον ἔχοντα μὴ τὸ Λ βαρύνεται· κάκκη (... ἡ δειλία) λόκκη (ἡ
10χλαμύς) κρόκκη (ἡ παράλιος ψηφίς) Δίρκη Κίρκη νάρκη Βάρκη ἄσκη (ἡ ἄσκησις). τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη (ἡ πόλις) πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ. Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα τῷ Α παραληγόμενα,
15εἴτε κύρια εἴτε προσηγορικὰ, βαρύνεται, εἰ μὴ εἴη ῥη‐ ματικὰ· Ἰθάκη Ἀρτάκη Σκυλάκη (πόλις). ἡ δὲ φυλακή ἀπὸ τοῦ φυλάσσω, καὶ ἀϊκή ἀπὸ τοῦ ἀΐσσω. Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα τῷ Ε ἢ τῷ Ο παρα‐ ληγόμενα σπάνιά εἰσιν. τὸ Ἀλωπεκή ὀξύνεται. τὸ
20δὲ βορβορόκη βαρύνεται, καὶ τὸ ψοθόκη (ἡ ἀκα‐
θαρσία).122

123

Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ι συν‐ εσταλμένῳ παροξύνεται· Ἑλίκη κύριον μυρίκη Βαι‐ τίκη (χώρα) μηδίκη. τὰ δὲ ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ὀξύνονται· μουσική ἰατρική
5γραμματική. Ἔτι τὰ ἔχοντα τὸ Ι ἐκτεταμένον κύρια ἢ προση‐ γορικὰ βαρύνεται· Φοινίκη ἐρίκη. καὶ τὰ ἔχοντα Σ πρὸ τοῦ Κ παροξύνεται· λεκανίσκη παρθενίσκη θυΐσκη.
10 Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα παραληγόμενα τῷ Υ βαρύνεται· Καλύκη (κύριον) σαμβύκη (εἶδος ὀργάνου) Ἰτύκη Ἐρύκη. Τὰ εἰς ΚΗ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ω ὀξύνεται· ἀκωκή ἰωκή (ἡ δίωξις) ....
15 Τὰ εἰς ΛΗ μετ’ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ πα‐ ραλήγοιτο Ο, ἐν προσηγορικοῖς βαρύνεται· ζάγκλη αἴγλη σίγλη (τὸ ἐνώτιον) ζεύγλη φύτλη τρώγλη. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή παραλήγουσιν Ο, καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε.
20 Τὰ εἰς ΛΗ μονογενῆ δισύλλαβα ἑτέρῳ Λ παραλη‐ γόμενα βαρύνεται· Ἕλλη πέλλη. τὸ δὲ κυλλή τρι‐ γενές. Τὰ εἰς ΛΗ μονογενῆ δισύλλαβα παραληγόμενα τῷ Α ἢ Ε βαρύνεται ἀσυνάλειπτα ὄντα· πάλη σάλη (ἡ
25φροντίς) ζάλη ἄλη (ἡ πλάνη). Ἁλή δὲ δῆμος τῆς123

124

Ἀττικῆς ὀξυνόμενον. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συν‐ αιρέσεως. Τὰ διὰ τοῦ ΗΛΗ δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου· στήλη μήλη κήλη,
5μεθ’ ὧν καὶ ἥλη (ἄθροισις). τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡς ἀπὸ δασέος ἀρχόμενα. Τὰ εἰς ΛΗ δισύλλαβα μὴ κύρια, παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ Υ, ὀξύνεται· βουλή εὐλή (ὁ σκώληξ) οὐλή (τὸ μονογενές). τὸ γὰρ οὖλος οὔλη
10βαρύνεται (ὁ ὀλέθριος καὶ ὁ οὐλότριχος). τὸ δὲ Θούλη κύριον καὶ τὸ δούλη τριγενές. Τὰ εἰς ΛΗ δισύλλαβα παραληγόμενα τῷ ΕΙ ἢ τῷ Ι βαρύνεται· εἴλη (ἡ θερμασία) δείλη. τὸ δὲ δειλή τριγενές. σεσημείωται τὸ σμ]ιλή (τὸ σμ[ε]ιλίον) ὀξυ‐
15νόμενον. Τὰ διὰ τοῦ ΑΛΗ ὑπερδισύλλαβα μονογενῆ ἀσυνά‐ λειπτα βαρύνεται· Ἑκάλη μασχάλη αἰθάλη δα‐ μάλη. τὸ δὲ κεφαλή ὀξύνεται. τὸ ἀλαλή (ὁ θό‐ ρυβος) παρὰ τὸ λαλῶ. τὸ δὲ ἀμυγδαλῆ ἐκ συναι‐
20ρέσεως. Τὰ διὰ τοῦ ΕΛΗ μονογενῆ ὑπερδισύλλαβα παρο‐ ξύνεται· Σεμέλη ἀγέλη κυψέλη (ὁ ῥύπος τῶν ὤτων,
καὶ τὸ ἀγγεῖον τῶν κηρίων). εἰ δέ τι ὀξύνεται, τὴν124

125

πρώτην συλλαβὴν μακρὰν ἔχει· πιμελή (τὸ λίπος) καὶ τὸ Ἀγγελή καὶ Πεντελή ὀξύνεται. Τὰ διὰ τοῦ ΗΛΗ ὑπερδισύλλαβα βαρύνεται· Ἀν‐ θήλη Γαβήλη κωβήλη. τὸ δὲ γαμφηλή ὀξύνε‐
5ται, καὶ τὸ θυηλή (ἡ θυσία). Τὰ εἰς ΙΛΗ ὑπερδισύλλαβα βαρύνεται· παστίλη ..... (τὸ ἀπόξυσμα τῶν δερμάτων) μαρίλη (ἡ κόνις) μυστίλη (ὁ κοῖλος ἄρτος). τὸ μέντοι ὠτειλή καὶ ἀπειλή καὶ ὀφειλή ὀξύνεται, ὡς ἔχοντα τὸ Ε πρὸ
10τοῦ Ι. Τὰ διὰ τοῦ ΟΛΗ ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ σύνθετα εἴη ἐκ προθέσεως· ἀσβόλη θερσόλη. τὸ δὲ ἐντολή ἀνατολή καὶ τἄλλα ἐκ προθέσεως ὀξύ‐ νονται.
15 Τὰ διὰ τοῦ ΥΛΗ ὑπερδισύλλαβα βαρύνονται· κορ‐ δύλη κοτύλη γογγύλη σταφύλη (τὸ τεκτονικὸν ἐργαλεῖον, σταφυλή δὲ ὁ καρπός). τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύνονται. Τὰ διὰ τοῦ ΩΛΗ ὑπερδισύλλαβα ὀξύνεται· παυ‐
20σωλή τερπωλή εὐχωλή ἀδμωλή (ἡ ἄγνοια). τὸ125

126

δὲ ἐριώλη (ἡ μεγάλη πνοή) ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. Τὰ εἰς ΜΗ λήγοντα προσηγορικὰ ἔχοντα κατ’ ἐπι‐ πλοκὴν σύμφωνον, μὴ δασὺ ..... ὀξύνεται· δεσμή
5δυσμή πυγμή. τὸ μέντοι χάσμη βαρύνεται δασὺ ἔχον τὸ σύμφωνον. Τὰ εἰς ΜΗ ἔχοντα σύμφωνον κατὰ διάστασιν βα‐ ρύνεται· τόλμη ἅλμη χάρμη σκάλμη. σεσημείω‐ ται τὸ ὁρμή καὶ τὸ γραμμή ὀξυνόμενα.
10 Τὰ διὰ τοῦ ΑΜΗ εἴτε δισύλλαβα εἴτε ὑπερδισύλ‐ λαβα μονογενῆ βαρύνεται, εἰ μὴ εἴη ἐκ συναιρέσεως· Σάμη (νῆσος) καλάμη παλάμη. τὸ δὲ σπιθαμή ὀξύνεται. τὸ δὲ σησαμῆ περισπᾶται ὡς ἐκ συναι‐ ρέσεως.
15 Τὰ εἰς ΜΗ ἰαμβικὰ παραληγόμενα τῷ Ο, ἀπὸ ῥη‐ μάτων παραληγόντων Ε, ὀξύνεται· δρέμω δρομή, τέμνω τομ, νομή. τὸ μέντοι κόμη βαρύνεται ἀπὸ τοῦ κόσμος γεγονυῖα, κόσμη γάρ. Τὰ εἰς ΜΗ φύσει μακρᾷ παραληγόμενα βαρύνεται·
20μνήμη κνήμη φήμη λύμη Σύμη (τὸ κύριον). σε‐ σημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται. Τὰ εἰς ΝΗ μονογενῆ μετ’ ἐπιπλοκῆς συμφώνου
βαρύνεται· πάχνη λάχνη ἄχνη τέχνη Αἴτνη φάτ‐126

127

νη δάφνη ὄρφνη (ἡ νύξ). τὸ δὲ ψεδνός ψεδνή τριγενές. Τὰ εἰς ΝΗ μονογενῆ ἔχοντα τὴν πρὸ τέλους εἰς Ρ καταλήγουσαν βαρύνεται· πτέρνη Λέρνη πάρνη.
5τὸ δὲ φερνή (ἡ προίξ) παρὰ τὸ φέρειν ὀξύνεται. Τὰ διὰ τοῦ ΑΝΗ δισύλλαβα μονογενῆ βαρύνεται· ἄνη (ἡ ἄνυσις) πλάνη Κάνη (κύριον) Σάνη. Τὰ διὰ τοῦ ΑΝΗ μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται· θηγάνη (ἡ ἀκόνη) Ἐργάνη (ἡ Ἀθηνᾶ)
10ὁρκάνη (ἡ εἱρκτή) σωσάνη πτισ]άνη δαπάνη λεκάνη βοτάνη. τὸ δὲ μηχανή ὀξύνεται. Τὰ εἰς ΝΗ δισύλλαβα τῷ Ε παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύνεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θενή (πόλις) καὶ τὸ εὐνή μετὰ τοῦ Υ.
15 Τὰ διὰ τοῦ ΕΝΗ ὑπερδισύλλαβα μονογενῆ βαρύ‐ νεται· ὠλένη Ἑλένη Κλυμένη. τὸ δὲ Κλαζο‐ μεναί πόλις ὀξύνεται, καὶ τὸ δεξαμενή εἰαμενή (ὁ κάθυγρος τόπος) τοπικὴν ἔννοιαν ἔχοντα. Τὰ διὰ τοῦ ΗΝΗ μονογενῆ δισύλλαβα βαρύνεται,
20εἰ μὴ περιεκτικὰ εἴη· Ῥήνη Σήνη φήνη (τὸ ὄρνεον)127

128

γλήνη (ὁ ῥύπος). τὸ μέντοι σκηνή ὀξύνεται ὡς προσηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. Τὰ διὰ τοῦ ΗΝΗ τρισύλλαβα μονογενῆ βαρύνεται· Ἀρήνη Ἀθήνη ἀνθρήνη (εἶδος μελίττης) Μεσ‐
5σήνη γαλήνη. τὸ δὲ Γερμηνή (ἡ συνήθεια) ὀξύνει. Τὰ διὰ τοῦ ΗΝΗ ὑπερτρισύλλαβα ὀξύνεται· Κα‐ μασηνή Μελιτηνή Παλαιστηνή. τὸ δὲ Μιτυ‐ λήνη βαρύνεται, καὶ τὸ Πακτυήνη καὶ Δινδυ‐ μήνη.
10 Τὰ εἰς ΝΗ δισύλλαβα· μονογενῆ τῷ Ι παραληγό‐ μενα ἢ τῷ ΕΙ βαρύνεται· κλίνη δίνη (ἡ συστροφή) πείνη ῥίνη (ὁ ἰχθῦς, τὸ δὲ ὄργανον ὀξύνεται). Τὰ εἰς ΝΗ ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ Ι βαρύνεται· εἰλαπίνη μυρσίνη θριδακίνη
15ἀξίνη ὑσμίνη. τὸ δὲ ἐχινῆ (ἡ τραχεῖα ...) ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περισπᾶται. Τὰ εἰς ΝΗ δισύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ ΟΙ διφθόγγῳ βαρύνονται· οἴνη θοίνη. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ Ο ὀξύνεται· μονή
20γονή καὶ φονή (ἡ ὀλεθρία).128

129

Τὰ διὰ τοῦ ΟΝΗ ὑπερδισύλλαβα βαρύνονται καὶ ὀξύνονται. βαρύνεται μὲν τὰ παρώνυμα κύρια· Ἀν‐ τιγόνη Ἠριγόνη. ἔτι καὶ ταῦτα· σφενδόνη ὀθόνη ἀκόνη βελόνη περόνη. ὀξύνεται δὲ ἡδονή φλεγ‐
5μονή πλησμονή. Τὰ εἰς ΝΗ δισύλλαβα τῷ Υ μακρῷ παραληγόμενα βαρύνεται· μύνη (ἡ προτροπή) Βύνη Φρύνη. τὸ δὲ γυνή ὀξύνεται τὸ Υ βραχὺ ἔχον. Τὰ εἰς ΝΗ ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα
10τῷ Υ βαρύνεται· αἰσχύνη ὀδύνη δουλοσύνη ἀγνωμοσύνη. Τὰ εἰς ΩΝΗ δισύλλαβα παροξύνεται· ζώνη μνώ‐ νη σμώνη (ἡ πλῆξις τοῦ ἀνέμου). τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται.
15 Τὰ διὰ τοῦ ΩΝΗ κύρια .... ὑπερδισύλλαβα βα‐ ρύνεται· Δωδώνη Μοθώνη εἰρεσιώνη χελώνη κορώνη. τὸ δὲ Αἰξωνή ὀξύνεται καὶ τὸ Κλεωναί
καὶ Μολωναί (πόλεις) πληθυντικῶς λεγόμεναι.129

130

Τὰ εἰς ΞΗ· τὸ αὔξη εὕρηται βαρύτονον. Τὰ εἰς ΠΗ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλ‐ λαβὴν εἰς φωνῆεν λήγουσαν μὴ τῷ Ο βαρύνεται· νάπη λύπη σκέπη κώπη. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ
5ῥοπή καὶ τροπή. Τὰ εἰς ΠΗ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς σύμφωνον καταλήγουσαν βαρύνεται· ἅρπη λάμπη Κάλπη (τὸ ὄρος) σάλπη κάμπη (σκώληξ, καμπή δὲ ἡ κάμψις). τὸ μέντοι μολπή ἀπὸ τοῦ μέλπω καὶ
10πομπή παρὰ τὸ πέμπω ὀξύνεται. τὸ δὲ Πόμπη κύ‐ ριον ὂν παροξύνεται. Τὰ εἰς ΠΗ κύρια ὄντα ὑπερδισύλλαβα βαρύνεται· Καλλιόπη Ἀντιόπη Στερόπη (τὸ κύριον, στε‐ ροπή δὲ ἡ ἀστραπή) Ἀρύπη (πόλις) Σινώπη. τὸ
15μέντοι σιωπή ὀξύνεται καὶ τὸ ἐνοπή καὶ ἀστραπή καὶ στεροπή καὶ ἐνιπή (ἡ ἐπίπληξις). σεσημείωται τολύπη βαρύτονον (ἡ ἐργασία). Τὰ εἰς ΡΗ ἰωνικώτερα κατὰ τροπὴν τοῦ Α εἰς Η βαρύνεται· κόρη Ἄσκρη Ὀλύκρη Ἀντισάρη δέρη
20(ὁ τράχηλος). τὸ δὲ καρή ὀξύνεται. Τὰ εἰς Η λήγοντα προηγουμένου τοῦ Σ βαρύνε‐
ται· ἄση (ὁ ῥύπος) κόρση (ὁ κρόταφος) Μέσση130

131

(πόλις). τὸ λισσή ὀξύνεται καὶ τὰ τῶν δήμων ὀνό‐ ματα Βησσή καὶ Περγασή. Τὰ εἰς ΤΗ παραληγόμενα τῷ Α ἢ τῷ Η βαρύνε‐ ται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο· πλάτη καὶ ὠμοπλάτη
5ἄτη καὶ ἀπάτη ἐλάτη Ἑκάτη Κρήτη Ἀρήτη. τὸ δὲ Βατή τὸ τοῦ δήμου .... Τὰ εἰς ΤΗ παραληγόμενα τῷ Ε κύρια ὄντα βαρύ‐ νεται· Βρεμέτη Ὠκυπέτη Δημαρέτη. τὸ δὲ Ἀφε‐ ταί πληθυντικῶς λέγεται. τὰ δὲ προσηγορικὰ ὀξύνεται·
10ἀρετή τελετή βιοτή. τὸ δὲ μελέτη παροξύνεται σύνθετον ὂν παρὰ τὸ μέλειν καὶ ἐτεόν τὸ ἀληθές. Τὰ εἰς ΤΗ παραληγόμενα τῷ Ι ὑπερδισύλλαβα κύ‐ ρια ὄντα βαρύνεται· Μελίτη Ἀμφιτρίτη Ἀφρο‐ δίτη. τὸ δὲ λιτή δισύλλαβον.
15 Τὰ εἰς ΤΗ πρὸ τέλους ἔχοντα τὸ Υ ὀξύνεται, ἀϋτή (ἡ βοή) πινυτή (τὸ ἐπίθετον, Πινύτη δὲ τὸ κύριον). Τὰ εἰς ΤΗ ὑπερδισύλλαβα τῷ Ω παραληγόμενα βαρύνεται· Κριθώτη Περκώτη Γεφυρώτη. τὸ
20μέντοι μηλωτή κηρωτή ὀξύνεται, καὶ τὸ οἰσπώτη
(ὁ ῥύπος).131

132

Τὰ εἰς ΤΗ δισύλλαβα διφθόγγῳ παραληγόμενα βα‐ ρύνεται· βλαύτη (εἶδος ὑποδήματος) Προίτη κοίτη δροίτη (ἡ πύελος) βαίτη (ἡ διφθέρα) δαίτη (ἡ εὐωχία). τὸ δὲ τελευτή τρισύλλαβον.
5 Τὰ εἰς ΤΗ δισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ Τ σύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι Ι ἢ Α ἢ Λ· βροντή εἱρκτή πηκτή (ὄργανον μουσικόν) ἀκτή βλαστή. τοῦτό τινες βαρύνουσιν. τὸ μέντοι κίστη βαρύνεται καὶ τὸ πέλτη (ἡ ἀσπίς). τὰ δὲ κύρια βα‐
10ρύνεται· Δίκτη Σπάρτη. Τὰ εἰς ΤΗ ὑπερδισύλλαβα ἔχοντα κατὰ σύλληψιν σύμφωνον, ἢ πρὸ τέλους τὸ Ρ, κύρια ὄντα βαρύνεται· Ἀδρήστη Ἰοκάστη. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή (ἡ κύλιξ).
15 Τὰ εἰς ΦΗ λήγοντα δισύλλαβα προσηγορικὰ παρα‐ ληγόμενα Α ὀξύνεται· ἁφή βαφή ῥαφή γραφή σκαφή (τὸ σκάμμα, σκάφη .. τὸ πλοῖον). τὰ δὲ κύρια βαρύνεται· Τράφη Κάρφη καὶ τὰ τοιαῦτα. Τὰ εἰς ΦΗ παραληγόμενα τῷ Ο ἢ τῷ Υ συνε‐
20σταλμένῳ ὀξύνεται· ὀμφή μομφή τροφή ὀροφή γλυφή κορυφή. Τὰ εἰς ΦΗ παραληγόμενα φύσει μακρᾷ ἢ ἑνὶ φω‐
νήεντι βαρύνεται· Σίφη ἀγρίφη (τὸ σκάφιον) ἀκα‐132

133

λήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φω‐ νήεντα ἔχον. Τὰ εἰς ΦΗ ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα Α βαρύνεται· ἀράφη Ἀνάφη σκιδάφη (ἡ ἀλώπηξ)
5Ἐρίφη (κύριον). Τὰ εἰς ΧΗ δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνεται· ἠχή βληχή ψυχή βρυχή (ὁ κτύπος) βροχή. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται. Τὰ εἰς ΧΗ ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν
10ἢ διάστασιν βαρύνεται· βάκχη κόγχη λέσχη λόγχη. τὸ δὲ Λογχή κύριον. τὸ δὲ ἀρχή ὀξύνεται. Τὰ εἰς ΧΗ ὑπερδισύλλαβα εἰς Α ἢ Υ παραληγό‐ μενα εἰ μὴ κύρια εἴη ὀξύνεται· στοναχή ταραχή ἰαχή ἀμυχή διδαχή. τὸ δὲ μαλάχη βαρύνεται.
15 Τὰ εἰς ΧΗ παραληγόμενα Ι βαρύνεται· Δολίχη (νῆσος, δολιχή δὲ ἡ μακρά) μαστίχη σαβαρίχη. Τὰ εἰς ΨΗ οὐχ εὕρηται. Τὰ εἰς Ω λήγοντα θηλυκὰ ὀξύνεται· Κλωθώ Ἐρατώ Θεανώ Σαπφώ.
20tΠερὶ τόνου οὐδετέρων ὀνομάτων.
21tΒιβλίον ιγʹ.
22Πᾶν οὐδέτερον ὄνομα ὑπὲρ μίαν συλλαβὴν παρε‐
σχηματισμένον ἀρσενικῷ ὁμοτονεῖ τῷ ἀρσενικῷ· φίλος133

134

φίλον, κοῦφος κοῦφον, καλός καλόν, χρυσοῦς χρυσοῦν. τὸ δὲ εἷς ἕν μονοσύλλαβον. Πᾶν οὐδέτερον κατὰ ἀποβολὴν τοῦ Σ γενόμενον ἀπὸ ἀρσενικοῦ τὸν αὐτὸν τόνον φυλάττει τῷ ἀρσενικῷ·
5μέγας μέγα, λειπόπατρις λειπόπατρι, ταχύς ταχύ, ἥμισυς ἥμισυ. Πᾶν εἰς ΟΝ ἐπιθετικὸν οὐδέτερον παρεσχηματισμέ‐ νον τοῖς εἰς ΟΣ λήγουσιν ἀρσενικοῖς τούτων φυλάττει τὸν τόνον· φιλόσοφος φιλόσοφον, ἀχρεῖος ἀχρεῖον,
10καὶ ἀττικῶς ἄχρειως ἄχρειων. Τὰ εἰς ΟΥΣ λήγοντα τῶν ὀνομάτων ἔχοντα οὐδετέ‐ ρου παρασχηματισμὸν ὁμοτονοῦσιν· χρυσοῦς χρυσοῦν, χαλκοῦς χαλκοῦν, εὔνους εὔνουν. Τὰ εἰς ΩΣ λήγοντα ἔχοντα οὐδετέρου παρασχημα‐
15τισμὸν ὁμοτονοῦσιν· ἀξιόχρεως ἀξιόχρεων, ἀνάπλεως ἀνάπλεων. Τὰ εἰς ΑΣ ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμο‐ τονοῦσιν· ἅπας ἅπαν, σύμπας σύμπαν, τάλας τά‐ λαν, μέλας μέλαν.
20 Τὰ ἀπὸ τῶν εἰς ΕΙΣ ὑπὲρ μίαν συλλαβὴν οὐδέ‐ τερα εἰς ΕΝ λήξαντα ἐν μὲν τῇ αὐτῇ συλλαβῇ τὸν τό‐ νον φυλάττουσι, οὐ μὴν δὲ τὸν αὐτὸν· φωνήεις φω‐ νῆεν, αὐδήεις αὐδῆεν. Τὰ εἰς ΕΣ οὐδέτερα τῶν εἰς ΗΣ ὀξυτόνων ὁμο‐
25τονοῦσιν αὐτοῖς· εὐσεβής εὐσεβές, ἀληθής ἀληθές (καὶ ἄληθες παρ’ Ἀττικοῖς τὸ ἐπίῤῥημα), ἑξαετής ἑξαε‐
τές, τριέτης τριέτες.134

135

Τὰ βαρύτονα εἰς ΗΣ ἔχοντα δὲ οὐδέτερα εἰς ΕΣ ἢ προπερισπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα. Τὰ μὲν οὖν διὰ τοῦ ΗΡΗΣ ἔχει προπερισπώμενα· ὀλιγήρης ὀλιγῆρες, θυμῆρες θυμῆρες (τὸ δὲ θυ‐
5μαρές ἀπὸ τοῦ θυμαρής γέγονε), ξιφήρης ξιφῆρες, πλήρης πλῆρες. Τὰ διὰ τοῦ ΩΔΗΣ, εἰ ἔχει οὐδέτερα, προπερι‐ σπώμενα αὐτὰ ἔχει· εὐώδης εὐῶδες, γεώδης γεῶδες. Ἔτι καὶ τὰ διὰ τοῦ ΩΡΗΣ· νεώρης νεῶρες, αὐ‐
10τώρης αὐτῶρες. καὶ τὰ παρὰ τὸ „ὀλῶ“ συντεθειμένα· ἐξώλης ἐξῶλες, πανώλης πανῶλες. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτως τὰ παρ’ οὐδετέρων συντε‐ θέντα βαρύτονα· εὐμήκης εὔμηκες, κακοήθης κα‐ κόηθες, μεγακήτης μεγάκητες. καὶ τὰ παρὰ τὸ
15ΗΚΗΣ· τανυήκης τανύηκες. καὶ τὰ παρὰ τὸ ΑΔΗΣ καὶ ΑΡΚΗΣ· αὐθάδης αὔθαδες, αὐτάρκης αὔταρ‐ κες. τὸ μέντοι ποδάρκης βαρύτονον ἔχει τὸ ποδαρ‐ κές οὐδέτερον ὀξυνόμενον. Τὰ παρὰ τὸ ΑΝΤΗΣ οὐδέτερα προπαροξύνονται·
20κατάντης κάταντες, προσάντης πρόσαντες, ἀνάν‐ της ἄναντες καὶ τὰ ὅμοια. Τὰ εἰς ΟΝ μετοχικὰ ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς· ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν. Τῶν εἰς ΩΝ βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦσι
25ταῖς κλητικαῖς τῶν ἀρσενικῶν· ὁ σώφρων ὦ σῶφρον καὶ
τὸ σῶφρον, ὁ ἀγνώμων ὦ ἄγνωμον καὶ τὸ ἄγνωμον.135

136

Τὰ ἀπὸ τῶν εἰς ΗΝ εἰς ΕΝ οὐδέτερα ὁμοτονοῦσιν αὐτοῖς· ἄρσην ἄρσεν, τέρην τέρεν. Τὰ εἰς Α λήγοντα οὐδέτερα βαρύνεται ἢ προπερι‐ σπᾶται κατὰ τὸν κανόνα· στόμα αἷμα βῆμα. καὶ
5τὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται· ποίημα ὄρυγ‐ μα εὕρημα. Τὸ κάρη οὐδέτερον ἀπὸ τοῦ κάρα γέγονεν. τὸ δὲ καρή ὀξύτονον θηλυκόν ἐστι. Τὰ εἰς Ι μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται·
10μέλι κίκι (εἶδος ἐλαίου) κόμι (τὸ κομίδιον) πέπερι κιννάβαρι σίνηπι. τὸ δὲ τρόφι ἀπὸ τοῦ τρό‐ φιμον γέγονεν. Τὰ δὲ εἰς Ι ἐπιθετικὰ ὁμοτονεῖ τοῖς ἀρσενικοῖς· λειπόπατρις λειπόπατρι.
15 Τὰ εἰς Υ μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται· δόρυ γόνυ μέθυ δάκρυ πῶυ ἄστυ νᾶπυ (τὸ σίνηπι). Τὰ εἰς ΛΕΟΝ ὀξύνεται· Χαλεόν ἐλεόν (ἡ μα‐ γειρικὴ τράπεζα). εἰ δὲ μὴ ἔχουσι τὸ ΛΕ, προπαροξύ‐
20νονται· ὄστρεον ὄρνεον δένδρεον. τὸ δὲ ὀστέον παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον
καὶ ὀστέον.136

137

Τὰ εἰς ΟΝ δισύλλαβα παραληγόμενα τῷ Ι μόνῳ ἢ τῇ ΕΙ διφθόγγῳ βαρύνεται· μνίον ῥίον σίον (λα‐ χάνου εἶδος) ἴον δρίον κρεῖον (ἀγγεῖον κρεῶν) εἶον (τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον).
5 Τὰ διὰ τοῦ ΙΟΝ τριβράχεα ὑποκοριστικὰ προπα‐ ροξύνεται· κτένιον πτύχιον πόδιον θρόνιον. εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ ΔΙΟΝ παρηγμένων, παροξύνεται· κλει‐ δίον παιδίον δᾳδίον· οὐ γὰρ διὰ τοῦ ΔΙΟΝ, ἀλλὰ
10διὰ τοῦ ΙΟΝ· τὸ γὰρ Δ τοῦ πρωτοτύπου ἐστίν. ἔτι σφηκίον χαρτίον ὠτίον. τὸ δὲ φρούριον προ‐ παροξύνεται· οὐ γὰρ ὑποκοριστικόν. Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα ἔχοντα πρὸ τοῦ ΙΡ ἢ Λ, μὴ ὄντα ὑποκοριστικὰ, προπαροξύνεται· ἴκριον
15(τὸ σανίδωμα) ἴτριον ὄσπριον ἔριον μείλιον (τὸ δῶρον) τρύβλιον. τὸ δὲ θηρίον ἔχει τὸ Η καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὸ βιβλίον καὶ σμιλίον. Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα κύρια προπαροξύ‐ νονται· Ἴλιον Δέριον Ῥήγιον Ἴσθμιον.
20 Τὰ διὰ τοῦ ΝΙΟΝ ἔχοντα πρὸ τοῦ Ν σύμφωνον προπαροξύνεται, χωρὶς εἰ μὴ ἔχοι ἡ πρώτη τὸ Α (μὴ) μεθ’ ἑτέρου φωνήεντος, ἄνευ τῶν ὑποκοριστικῶν· ποί‐
μνιον δέμνιον παίγνιον (τὸ γὰρ Α οὐκ ἔστι μό‐137

138

νον) φέρνιον (ἡ σπυρὶς τῶν ἰχθύων). τὸ δὲ ἀμνίον παροξύνεται καὶ τὸ σκυμνίον. Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα ἔχοντα δίφθογγον ἐν τῇ ἀρχούσῃ προπαροξύνεται, μὴ ὄντα ὑποκοριστικὰ·
5φρούριον παίγνιον ποίμνιον. τὸ δὲ σχοινίον κρουνίον ὑποκοριστικά. τὸ δὲ ὤνιον προπαροξύ‐ νεται. Τὰ διὰ τοῦ ΙΟΝ τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ Ι δύο σύμφωνα, ὧν τὸ ἓν οὐκ ἔστιν ἀμετά‐
10βολον, παροξύνεται· ἰσχίον ἱστίον. τὸ σίλφιον καὶ φόρμιον προπαροξύνεται. Τὰ διὰ τοῦ ΗΙΟΝ προπαροξύνεται· λήϊον νήϊον σημήϊον μνημήϊον. Τὰ διὰ τοῦ ΔΙΟΝ ἀπὸ παραγωγῆς ἔχοντα τὸ Δ προ‐
15παροξύνεται· μύδιον κώδιον βοΐδιον βιβλίδιον. τὸ δὲ παιδίον κλειδίον δᾳδίον ... ἐκ παραγωγῆς. Πᾶν εἰς ΟΝ ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύ‐ ριον ἢ προσηγορικὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται· Περγάντιον Αἰάντιον Βυζάντιον ἀρτοπώ‐
20λιον πλοιάριον. Τὰ διὰ τοῦ ΑΙΟΝ μονογενῆ τρισύλλαβα προπα‐ ροξύνεται· Ἥραιον (τὸ τέμενος) ἔλαιον Δίρκαιον Κίρκαιον τρόπαιον (καὶ τροπαῖον ἀττικῶς). τὸ
δὲ ἀρχαῖον προπερισπᾶται.138

139

Τὰ διὰ τοῦ ΑΙΟΝ μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται· Ἀθήναιον (τὸ τέμενος) Λιλύβαιον κεφάλαιον περιβόλαιον, χωρὶς τοῦ Χαλαστραῖον (νίτρον) καὶ Στεφαναῖον καὶ Ἠλακαταῖον καὶ
5Καναστραῖον. Τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα προπαροξύνεται κύ‐ ρια ὄντα· Βούδειον Χλούνειον Σίγειον. Τὰ διὰ τοῦ ΕΙΟΝ τρισύλλαβα προπαροξύνονται, εἰ ἡ πρὸ τέλους συλλαβὴ εἰς φωνῆεν λήγοι· Ὄνειον
10κόνειον γένειον δάνειον. τὸ δὲ κοινεῖον προ‐ περισπᾶται καὶ λυχνεῖον καὶ πορνεῖον οὐ μόνον ἔχοντα τὸ Ν. Τὰ διὰ τοῦ ΕΙΟΝ μονογενῆ τρισύλλαβα χωρὶς τῶν εἰρημένων προπερισπᾶται· πορθμεῖον στοιχεῖον
15ἀγγεῖον γραφεῖον ᾠδεῖον σημεῖον. Τὰ διὰ τοῦ ΕΙΟΝ ὑπὲρ τρεῖς συλλαβὰς μὴ ὄντα ἐπὶ μηνῶν ἢ κύρια προπερισπῶνται, ἁπλᾶ ὄντα ἢ πα‐ ρασύνθετα· θωρακεῖον πανδοκεῖον διδασκα‐ λεῖον βαλανεῖον ἐλεγεῖον. τὸ δὲ κηρύκειον
20τὸν τοῦ κηρύκειος τόνον ἐφύλαξε. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα σύνθετα προπαροξύνεται, καὶ τὰ κτητικὰ, ὥσ‐
περ τὰ ἀρσενικὰ· Ἡράκλειον Αἰάκειον Διοσκό‐139

140

ρειον. τὸ δὲ Ἡφαιστεῖον προπερισπᾶται καὶ τὸ Κορυβαντεῖον (ναὸς τῶν Κορυβάντων). Τὰ εἰς ΟΝ καθαρὸν παραληγόμενα τῷ Υ βαρύ‐ νεται· πτύον βρύον πῦον (τὸ ἔμπυον, τὸ καὶ πυός)
5λέπυον γήθυον (τὸ ἀμπελόπρασον). Τὰ εἰς ΟΝ δισύλλαβα παραληγόμενα τῇ ΟΙ δι‐ φθόγγῳ ὀξύνεται· Κλοιόν (ὄρος) βοιόν μοιόν (τὸ αἰδοῖον). τὸ δὲ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν αἰολικῶς· πλόϊον γὰρ λέγεται.
10 Τὰ εἰς ΟΝ δισύλλαβα μονογενῆ παραληγόμενα τῷ Ω μετὰ τοῦ Ι ἀρχόμενα ἀπὸ συμφώνου προπερισπᾶται· ζῷον Πτῷον (ὄρος). τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται. Τὰ εἰς ΟΝ ὑπερδισύλλαβα μονογενῆ τῇ ΟΙ δι‐
15φθόγγῳ παραληγόμενα ἢ τῷ Ω ταύτην ἔχουσι τὴν διαί‐ ρεσιν· προπαροξύνεται μὲν, ὅσα σύνθετά ἐστι, ὑπεσταλ‐ μένων τῶν ἀπὸ προθέσεως· Ἀκρόθοιον ἑκατόμ‐ βοιον εἰκοσάβοιον. τὸ δὲ μητρῷον ἡρῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ ἀρσενικά. τὸ δὲ περί‐
20στῳον προπαροξύνεται. τὸ δὲ προστῷον προπερι‐ σπᾶται.
Πᾶν οὐδέτερον εἰς ΟΝ, πρὸ τοῦ Ο σύμφωνον140

141

ἔχον, ὑπερδισύλλαβον προπαροξύνεται· χέρνιβον δά‐ πεδον σίττυβον (τὸ μικρὸν δέρμα). παροξύνεται δὲ ταῦτα· ῥόδον ἔργον φύλλον. προπερισπᾶται δὲ ταῦτα· σῦκον φῦλον (τὸ γένος) κῶλον κῆλον
5μῆλον. Τὰ δὲ μεταβολὴν γένους πεπονθότα ὀξύνεται· χα‐ λινός χαλινόν, ζυγός ζυγόν. Τὰ εἰς ΡΟΝ δισύλλαβα προσηγορικὰ παραληγόμενα τῷ Υ καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται· σφυ‐
10ρόν πυρόν ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. Τὰ εἰς ΡΟΝ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται· δῶρον σπεῖρον (τὸ ἱμάτιον) νεῦρον φῆρον (βρῶμα θεῶν) μῆρον καὶ μηρίον. σεσημείω‐
15ται τὸ πλευρόν. Τὰ εἰς ΡΟΝ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α ἢ τῷ Ε βαρύνεται· μέγαρον βλέφαρον γάργαρον ἔντερον ἔλλερον (τὸ κακόν). τὸ μέντοι πτερόν δισύλλαβον, καὶ τὸ σαυρόν (τὸ μέλι) ἀττικῶς.
20 Τὰ εἰς ΡΟΝ παραλήγοντα Ο ὀξύνεται· ἀνακτο‐ ρόν σκιορόν.
Τὰ εἰς ΡΟΝ ὑπὲρ δύο συλλαβὰς τῷ Υ παραληγό‐141

142

μενα βαρύνεται [εἴτε προπαροξύνεται]· ἄχυρον πίτυ‐ ρον ἐνέχυρον πρόθυρον βούτυρον. Τὰ εἰς ΡΟΝ κατ’ ἐπιπλοκὴν συμφώνου βαρύνεται· ῥεῖθρον φίλτρον κέντρον ἄρθρον πλέκτρον
5νίτρον. σεσημείωται τὸ λουτρόν καὶ λοετρόν. Τὰ εἰς ΡΟΝ ὑπερδισύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται· Ἄμηρον ἄνδηρον (τῶν ποταμῶν τὸ χεῖλος) ἄλευρον φθινόπωρον. Τὰ εἰς ΤΟΝ διβράχεα ὀξύνεται, εἰ μὴ πρὸ τέλους
10Ι ἔχοι μόνον· φυτόν ῥυτόν (εἶδος ποτηρίου) βοτόν [ἡ βοτάνη]. τὸ μέντοι βλίτον (ἡ βοτάνη) βαρύνεται. Τὰ εἰς ΤΟΝ δισύλλαβα ἔχοντα σύμφωνα κατὰ σύλ‐ ληψιν ὀξύνεται· Λεκτόν δρεπτόν. τὰ δὲ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βα‐
15ρύνεται· μύρτον (ἡ μυρσίνη) γέντον (τὸ κρέας). τὸ μέντοι παλτόν (τὸ δόρυ) ὀξύνεται. Τὰ εἰς ΤΟΝ ὑπερδισύλλαβα βαρύνεται· πρόβα‐ τον ἔγκατον ἄλφιτον γίγαρτον. τὸ δὲ ἑρπε‐ τόν ὀξύνεται. καὶ ἐνδυτόν καὶ δελτωτόν, ὡς
20τριγενῆ. Τὰ εἰς Ρ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται· ἔαρ ὕπαρ ὕδωρ ἔλδωρ δέλεαρ ὄνειαρ. τὸ δὲ πῦρ ὡς μονοσύλλαβον περισπᾶται. Τὰ εἰς ΑΣ βαρύνεται· γῆρας κρέας δέμας
25οὖας. ἔτι τὰ εἰς ΟΣ· τεῖχος βέλος πέλαγος142

143

ὄνειδος. αἱ δὲ μετοχαὶ ὀξύνονται· τὸ τετυφός πεποιηκός. Τὰ εἰς ΕΣ μονογενῆ προπαροξύνεται· Κυνόσαρ‐ γες ὅμαργες (τὸ συμφωνοῦν) πεύκαες (τὸ πικρόν)
5ῥώπαες (τὸ ἀλσῶδες). τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ὥσ‐ περ καὶ τὰ ἀρσενικὰ· εὐσεβές εὐγενές.
7tΠερὶ μονοσυλλάβων ὀνομάτων.
8tΒιβλίον ιδʹ.
9Τὰ μονοσύλλαβα τῶν στοιχείων περισπῶνται· εἶ
10μῦ νῦ ξῦ οὖ πῖ ῥῶ ταῦ φῖ χῖ ψῖ ὦ. Πᾶν μονοσύλλαβον οὐδέτερον ἔχον φύσει μακρὰν, εἴτε ἀπαθὲς εἴη, εἴτε πεπονθὸς, περισπᾶται· πᾶν ἀπὸ τοῦ πᾶς, καὶ τὸ δῶ ἀπὸ τοῦ δῶμα, καὶ τὸ φᾶρ (τὸ ἱμάτιον) ἀπὸ τοῦ φᾶρος, καὶ κρῖ σταῖς στῆρ (τὸ
15στέαρ) οὖς ὦς φῶς πῦρ. τὰ δὲ ἔχοντα βραχεῖαν ὀξύνεται· ν, τίς τί. Πᾶν ὄνομα μονοσύλλαβον εἰς Ν λῆγον ἀρσενικὸν καὶ θηλυκὸν ὀξύνεται· Πάν (ὁ δαίμων) Ἄν (κύριον) Ζήν μήν χήν ῥήν (τὸ θρέμμα) χωρὶς τοῦ Θῶν
20Θῶντος (κύριον).143

144

Τὰ εἰς ΙΣ μονοσύλλαβα ὀξύνεται· ἴν ἴς, ῥίν ῥίς, λίς (ὁ λέων) τίς, ὅπερ συστέλλει τὸ Ι, Δίς (Διός, ὁ Ζεύς). Τὰ εἰς Ξ μονοσύλλαβα ὀξύνεται· πλάξ δράξ
5γλάξ (βοτάνη γαλακτοποιός) σάρξ Λέξ (ἔθνος) φλόξ προίξ στίξ (ἡ τάξις) ὅλξ αἴξ (καὶ τοῦτο οἱ Ἀττικοὶ περισπῶσι), καὶ τὸ Θρᾷξ καὶ βῶξ. Τὰ εἰς Ρ ἀρσενικὰ καὶ θηλυκὰ μονοσύλλαβα ὀξύ‐ νεται· Πάρ κάρ σήρ θήρ κήρ (ἡ θανατηφόρος
10μοῖρα) χείρ φθείρ φώρ (ὁ κλέπτης). τὸ μέντοι πῦρ στῆρ κῆρ (τὸ κέαρ) ὡς οὐδέτερα περισπᾶται. Τὰ εἰς ΑΣ μονοσύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ Σ τὴν γενικὴν ποιοῦσι, περισπῶνται· ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Θᾶς τοῦ Θᾶ, ὁ Χνᾶς τοῦ Χνᾶ, Δᾶς Βᾶς Λᾶς
15πᾶς (πᾶ ὁ πατήρ)· εἰ δὲ περιττοσυλλάβως κλίνοιτο μο‐ νογενῆ ὄντα ὀξύνεται· Πράς Ζάς (ὁ Ζεύς) Φθάς κράς (ἡ κεφαλή). τὸ μέντοι πᾶς παντός τριγενές. Τὸ ναῦς καὶ γραῦς περισπᾶται, καὶ τὰ εἰς ΑΙΣ μονοσύλλαβα· παῖς σταῖς. τὸ δὲ δαίς ὀξύνεται.
20 Τὰ εἰς ΕΙΣ μονογενῆ ὀξύνονται· μείς (ὁ μήν) κλείς κτείς. τὸ μέντοι εἷς περισπᾶται ὡς τριγενές.
Ἔτι καὶ τὰ εἰς ΟΙΣ περισπᾶται· φθοῖς οἶς.144

145

Τὰ εἰς ΕΥΣ μονοσύλλαβα ὀξύνεται· Ζεύς Φλεύς (ὁ Διόνυσος) Νεύς (ποταμός) Δνεύς. τὸ μέντοι νεῦς (ἡ ναῦς) περισπᾶται, ὥσπερ καὶ τὸ γρεῦς. Τὰ εἰς ΟΥΣ μονοσύλλαβα περισπᾶται· βοῦς πλοῦς
5ῥοῦς χ]οῦς καὶ τὸ οὖς οὐδέτερον. τὸ δὲ πούς ὀξύτονον, καὶ τὸ δούς μετοχή. Τὰ εἰς ΗΣ κατὰ διάλεκτον γινόμενα ἐκεῖνον ἔχει τὸν τόνον, ὁποῖον καὶ τὰ πρωτότυπα· μήν μής, δαίς δής, παῖς πῆς, εἷς ς. τὸ δὲ κρῆς ἀπὸ τοῦ κρέας
10οὐδέτερον ὂν περισπᾶται. Τὰ εἰς ΗΣ μονοσύλλαβα τυχόντα φυσικῆς κατα‐ λήξεως ἢ ὀξύνεται ἢ περισπᾶται. καὶ ὀξύνεται μὲν τὰ περιττοσυλλάβως κλινόμενα· Κρής σής Γνής (ὁ Ῥό‐ διος)· περισπᾶται δὲ τὰ ἰσοσύλλαβα· Δρῆς Τρῆς κύρια.
15 Τὰ εἰς ΥΣ μονοσύλλαβα περισπῶνται· μῦς δρῦς σῦς καὶ ς. Τὰ εἰς Ψ μονοσύλλαβα ὀξύνεται· κνάψ (ὁ δαλός) μάψ (ὄρνεόν τι) φλέψ ἴψ (ὁ σκώληξ) λίψ Νίψ (ὄνομα κρήνης) καὶ κνίψ.
20 Τὰ εἰς ΩΣ ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται· Τρώς θώς πλώς (ἰχθῦς τις). τὸ μέντοι
κατὰ διάλεκτον τροπῇ γινόμενον· βῶς ἀπὸ τοῦ βοῦς145

146

βοός, περισπᾶται. τὰ μέντοι ἰσοσύλλαβα περισπῶνται· σῶς Κρῶς Γλῶς Κῶς (ὀνόματα ἡρώων) χωρὶς τοῦ ζώς· καὶ τὸ δώς ὀξύνεται. Τὰ εἰς ΩΣ οὐδέτερα περισπᾶται· τὸ φῶς τὸ ς.
5 Καὶ ταῦτα μὲν περὶ τόνου τῆς ὀνομαστικῆς. περὶ δὲ τῶν πλαγίων νῦν ἕπεται εἰπεῖν· καὶ πρὸ τούτου, ὅτι ἡ ὀξεῖα καὶ ἡ περισπωμένη λέξεών εἰσι τόνοι, ἡ δὲ βαρεῖα συλλαβῶν.
9tΠερὶ τόνου τῆς ἑνικῆς γενικῆς.
10tΒιβλίον ιεʹ.
11 Πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ εὐθεῖα, χω‐ ρὶς εἰ μὴ ἕτερος λόγος κωλύσῃ, ὑπεσταλμένων τῶν εἰς ΟΣ δισυλλάβων γενικῶν· Αἴαντος ἐκ τοῦ Αἴας, λέ‐
15βης λέβητος ἐπὶ τῆς πρώτης, ταχύς ταχέος, ὀξύς ὀξέος ἐπὶ τῆς δευτέρας, Ἀχιλλεύς Ἀχιλλέως, εὐγε‐ νής εὐγενέος ἐπὶ τῆς τρίτης. Τὰ μέντοι προπαροξύ‐ τονα ἐπὶ τῆς εὐθείας οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐστι πρὸ τῶν τριῶν συλλαβῶν δοθῆναι τό‐
20νον· Ἄδωνις Ἀδώνιδος, φίλημα φιλήματος. ἔτι τὸ Ὅμηρος Ὁμήρου, ἄνθρωπος ἀνθρώπου οὐ φυ‐ λάττει, ἀλλὰ καταβιβάζει· διότι μακρᾶς οὔσης τῆς λη‐
γούσης κοινῶς οὐ δύναται προπαροξυνθῆναι λέξις, εἰ146

147

μὴ ἐπὶ τῶν Ἀττικῶν. διὸ Ὅμηροι, ἄελλαι προπαροξύ‐ νεται, κοινῶς παραλαμβανομένης τῆς διφθόγγου ἐν τέλει λέξεως οὔσης ἐπὶ τῆς εὐθείας καὶ κλητικῆς, ἐν δὲ τοῖς ἄλλοις οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν· τύπτονται
5πεποίηνται τύπτεσθαι λέγεσθαι. προστίθησι δὲ ὁ τεχνικὸς, ὅτι τὸ μητρός καὶ ἀνδρός καὶ πα‐ τρός ἀπὸ τοῦ μητέρος καὶ ἀνέρος καὶ πατέρος ἐγένετο κατὰ συγκοπὴν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον, ἀκολου‐ θήσαντα ... τοῖς ἰδίοις συγγενικοῖς πατέρος δαέρος ἀνέ‐
10ρος. ἔτι ἡμάρτηται καὶ ὁ τόνος τῆς γυναικός καὶ θυγατρός. τὸ δὲ ἴα ἰᾶς καὶ μία μιᾶς διαφορεῖ κατὰ τὸν τόνον ἔθει ἰωνικῷ, καὶ ἐν τῇ δοτικῇ ἰᾷ καὶ μιᾷ. πᾶσα γὰρ γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐπὶ τέλους ἔχουσα τὸν τόνον περισπᾶται.
15 Αἱ εἰς ΟΣ δισύλλαβοι γενικαὶ ἐπὶ ὀνομάτων ὀξύ‐ νεται· φωτός μηνός γραός παιδός ἀνδρός πα‐ τρός, χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως εἴη, ἢ διαστολὴν σημαίνοι, ἢ χαρακτῆρι ἀκολουθήσει. „ἀπὸ συναιρέσεως
μὲν“, ὡς τὸ λᾶος ἀπὸ τοῦ λάαος, κράσει τῶν δύο ΑΑ147

148

εἰς ἓν μακρὸν, κέαρ κέαρος καὶ κῆρος, ἔαρ ἔαρος καὶ ἦρος· καὶ πάλιν υἷις ὕϊος καὶ υἷος. τὸ δὲ Θῶνος ἀπὸ τοῦ Θῶνις Θώνιδος καὶ Θώνιος ἰωνικῶς, καὶ κατὰ συγκοπὴν Θῶνος· ἢ ἀπὸ τῆς Θόων εὐθείας Θόω‐
5νος καὶ κράσει Θῶνος· „πρὸς ἀντιδιαστολὴν δὲ ἑτέρου σημαινομένου“· τίνος τινός. πρόσκειται „εἰ μὴ χα‐ ρακτῆρι ἀκολουθήσει“, διὰ τὸ Φθάς Φθάντος κύριον ἀκολουθῆσαν ταῖς μετοχαῖς.
9tΠερὶ τόνου τῆς ἑνικῆς δοτικῆς.
10 Πᾶσα δοτικὴ ἑνικὴ ἰσοσυλλαβοῦσα τῇ γενικῇ ἑνικῇ καὶ ὁμοτονεῖ αὐτῇ· καλοῦ καλῷ, φωτός φωτί, ἀν‐ δρός ἀνδρί, μητρός μητρί, τινός τινί, κηρός κηρί. πρόσκειται „ἰσοσυλλαβοῦσα“ διὰ τὸ παχέος παχεῖ, ἥτις διὰ τὴν συναίρεσιν οὐκ ἰσοσυλλαβεῖ τῇ γενικῇ· τὸ δὲ
15παχέϊ ἰσοσυλλαβεῖ. λέγει δὲ ὁ τεχνικὸς, ὅτι αἱ μετα‐ πεπλασμέναι δοτικαὶ ἔχουσαι τὸ Ι προπαροξύνονται, εἰ μὴ δισυλλαβία κωλύσῃ· ὁ πολυπάταγος τοῦ πολυπατά‐ γου τῷ πολυπατάγῳ καὶ κατὰ μεταπλασμὸν πολυπά‐ ταγι ἀναβιβάζει· (αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσιν· ὀπί‐
20σωθεν ὄπισθεν, ὁμόπατρος ὅπατρος. τὸ δὲ πατρός καὶ ἀνδρός καὶ τὸ μητρός συγκοπέντα ἠκολούθησε τῷ χα‐ ρακτῆρι τῶν εἰς ΟΣ δισυλλάβων γενικῶν). τὸ δὲ κλά‐ δος κλάδου κλάδῳ καὶ κατὰ μεταπλασμὸν κλαδί κατα‐
βιβάζει διὰ τὴν δισυλλαβίαν, καθ’ ὁμοιότητα τῷ μηνί148

149

καὶ παιδί καὶ ἀνδρί, χωρὶς εἰ μὴ ἀπὸ συναιρέσεως εὑ‐ ρεθῇ (ἢ) πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου, ἢ χαρακτῆρι ἀκολουθήσει, ὡς εἴρηται. Δεῖ δὲ προσθεῖναι τῷ κανόνι τῶν μεταπεπλασμέ‐
5νων δοτικῶν· „χωρὶς τῶν ἀπὸ τῶν εἰς ΝΗ θηλυκῶν φύσει μακρᾷ παραληγομένων“, οἷον· ἡ ὑσμίνη τῆς ὑσμί‐ νης τῇ ὑσμίνῃ καὶ ὑσμῖνι, ἡ Δωδώνη τῆς Δωδώνης τῇ Δωδώνῃ καὶ Δωδῶνι.
9tΠερὶ τόνου τῆς ἑνικῆς αἰτιατικῆς.
10 Πᾶσα αἰτιατικὴ ἑνικῶν ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ γενικὴ, πλὴν τῶν εἰς Α δισυλλάβων· ἀβλῆτος ἀβλῆτα, λιμένος λιμένα, Διο‐ μήδεος Διομήδεα, καλοῦ καλόν, εἰ (καὶ) μὴ τὸν αὐτὸν φυλάττει τόνον διὰ τὸν κανόνα, ἀλλ’ ἐπὶ τῇ αὐτῇ συλ‐
15λαβῇ. τὸ μέντοι Ὁμήρου Ὅμηρον διαφορεῖ· διότι ἡ γενικὴ καὶ δοτικὴ καταβιβάζει, μακρᾶς οὔσης τῆς λη‐ γούσης. σημείωσαι τὸ γυναικός γυναῖκα καὶ θυγα‐ τρός θυγατέρα καὶ θύγατρα, ἀναβιβάζουσιν· ὅτι πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς Α λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν
20τάσιν· Αἴαντος Αἴαντα. τὸ δὲ τινά ὀξύνεται εἰς διαφορὰν τοῦ τίνα. τὸ δὲ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ κατὰ κρᾶσιν τοῦ Ε καὶ Α. ἡ δὲ ὀξεῖα καὶ ἡ βαρεῖα τὴν περισπωμένην ἐποίησαν, ὥσπερ εἰς τὸ πάϊς παῖς, Ἡρακλέης Ἡρακλῆς. ἐξ ὀξείας γὰρ καὶ
25βαρείας περισπωμένη γίγνεται. πρόσκειται τῷ κανόνι149

150

„πλὴν τῶν εἰς Α ληγουσῶν δισυλλάβων αἰτιατικῶν“, διότι αὗται μόναι βαρύνονται· μῆνα φῶτα, τῶν γε‐ νικῶν αὐτῶν ὀξυνομένων. Αἱ μέντοι εἰς Ν λήγουσαι μονοσύλλαβοι αἰτιατικαὶ
5μακρὰν ἔχουσαι τὴν λήγουσαν περισπῶνται· μῦν σῦν δρῦν λῖν ναῦν γραῦν γῆν θεῦν (τὴν θεόν κατὰ κρᾶσιν) κλεῖν.
8tΠερὶ τόνου τῆς κλητικῆς.
9Πᾶσα κλητικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν
10τόνον, ἐφ’ ἧς καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν, διὰ τὸν κανόνα τοῦ τόνου· Αἴας Αἶαν, Ἀχιλλεύς Ἀχιλ‐ λεῦ. ὁ γὰρ Αἴας παροξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶς οὐ περισπᾶται. τὸ δὲ Αἶαν προπερισπᾶται, τοῦ ΑΝ βραχέος ὄντος. πᾶσα γὰρ φύσει μακρὰ πρὸ βραχέος
15ἐν ἑνὶ μέρει οὖσα περισπᾶται. τὸ δὲ Ἀχιλλεύς ὀξύνεται. τὰ γὰρ εἰς ΕΥΣ κοινῶς ὀξύνονται. ἡ δὲ κλητικὴ πε‐ ρισπᾶται. πᾶσα γὰρ δίφθογγος.
18tΠερὶ τόνου τῆς δυϊκῆς εὐθείας.
19Αἱ εἰς Ε λήγουσαι εὐθεῖαι τῶν δυϊκῶν ὁμότονοί
20εἰσι τῇ εἰς Α ληγούσῃ αἰτιατικῇ ἑνικῇ· ἀβλῆτα ἀβλῆτε, λιμένα λιμένε, γυναῖκα γυναῖκε, θυγατέρα θυγα‐
τέρε. προστίθεται τῷ κανόνι „εἰ μὴ ἄλεκτος εὑρεθῇ150

151

[τουτέστιν εἰ μὴ λέγεται] ἡ εἰς Α λήγουσα αἰτιατική“. τότε γὰρ ἡ εὐθεῖα λήγουσα εἰς Ε ὁμοτονεῖ τῇ γενικῇ· μάντεως μάντεε, τείχεος τείχεε, πόλεως πόλεε. Ἔτι δεῖ προσθεῖναι „χωρὶς τῶν ὀξυτόνων γενι‐
5κῶν“· ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ· μυός μύε, συός σύε, δρυός δρύε, λιός λίε. Αἱ εἰς Α λήγουσαι εὐθεῖαι δυϊκαὶ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχουσι τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ γενικὴ ἑνικὴ· ἀέλλης ἀέλλα, θυέλλης θυέλλα, Ὁμήρου Ὁμήρω,
10ἀνθρώπου ἀνθρώπω, καλοῦ καλώ, εἰ καὶ μὴ διὰ τὸν κανόνα τὸν αὐτὸν τόνον· ἡ γὰρ δυϊκὴ εὐθεῖα ἀπέ‐ στραπται τὴν περισπωμένην· σοφώ ἀγαθώ, ἡ δὲ γενικὴ καὶ δοτικὴ ἐπὶ τέλους μακροκατάληκτος περισπᾶ‐ ται. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰσι.
15tΠερὶ τόνου τῆς δυϊκῆς γενικῆς.
16 Ἡ γενικὴ δυϊκὴ εἰς ΑΙΝ λήγουσα ὁμοτονεῖ τῇ ἰδίᾳ ὀνομαστικῇ· Πέρσα Πέρσαιν, Αἰνεία Αἰνείαιν· οὐ πᾶσα δὲ τὸν αὐτὸν· ποιητά γὰρ ποιηταῖν, καλά καλαῖν διὰ τὸν κανόνα.
20 Ἔτι αἱ εἰς ΟΙΝ ὁμοτονοῦσι τῇ ἰδίᾳ εὐθείᾳ τῇ εἰς Ω· καλλίστω καλλίστοιν, ἐρήμω ἐρήμοιν· οὐ πᾶσα δὲ τὸν αὐτὸν· καλώ γὰρ καλοῖν διαφορεῖ καὶ σοφώ σοφοῖν, καὶ ..., χωρὶς τοῦ ἄμφω ἀμφοῖν, καὶ δύο δυοῖν καὶ δυεῖν ἐπὶ θηλυκοῦ, ὥς φασι, κατὰ τρο‐
25πὴν τοῦ Ο εἰς Ε.151

152

Εἰ δὲ ἡ εἰς ΟΙΝ γενικὴ ἀπὸ εὐθείας τῆς εἰς Ε γίνοιτο, τότε ὁμοτονεῖ τῇ γενικῇ πληθυντικῇ· ἀνδρῶν ἀνδροῖν, φωτῶν φωτοῖν (ἐπὶ ἀνδρῶν, φώτων δὲ φώτοιν ἐπὶ πυρσῶν), πάντων πάντοιν, χειρῶν χει‐
5ροῖν καὶ χεροῖν, παίδων παίδοιν.
6tΠερὶ κλητικῆς.
7 Πᾶσα κλητικὴ δυϊκὴ καὶ πληθυντικὴ ὁμοτονεῖ τῇ ἰδίᾳ εὐθείᾳ.
9tΠερὶ τόνου τῆς πληθυντικῆς εὐθείας.
10 Πᾶσα εὐθεῖα πληθυντικὴ εἰς ΕΣ λήγουσα ὁμοτο‐ νεῖ τῇ εὐθείᾳ τῶν δυϊκῶν· Ἕκτορε Ἕκτορες, Αἴαντε Αἴαντες, γυναῖκε γυναῖκες, μητέρε μητέρες. Αἱ εἰς ΟΙ εὐθεῖαι ὁμοτονοῦσι τῇ ἑνικῇ εὐθείᾳ· Ὅμηρος Ὅμηροι, ἄνθρωπος ἄνθρωποι, πλησίος
15πλησίοι, καλός καλοί, χρυσοῦς χρυσοῖ. Ἔτι αἱ εἰς ΑΙ εὐθεῖαι μονογενεῖς οὖσαι ὁμοτο‐ νοῦσι τῇ ἑνικῇ εὐθείᾳ· κοχλίας κοχλίαι, τοξότης το‐ ξόται, μοῦσα μοῦσαι, ἄελλα ἄελλαι, Ἀτρείδης Ἀτρεῖδαι, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα· ἡ
20γὰρ ΑΙ ἀντὶ κοινῆς παραλαμβάνεται. Αἱ εἰς ΑΙ εὐθεῖαι παρεσχηματισμέναι ἀρσενικοῖς ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν ἰδίων ἀρσενικῶν· τύπτον‐ τες τύπτουσαι, χαρίεντες χαρίεσσαι, ταχέες τα‐
χεῖαι, εἰ καὶ μὴ τὸν αὐτὸν τόνον· ἐναντίοι ἐναν‐152

153

τίαι, Βυζάντιοι Βυζάντιαι, ἥμεροι ἥμεραι (τὸ τριγενές, ἡμέραι δὲ τὸ μονογενές). οἱ δὲ Ἀθηναῖοι (προ)παροξύνουσί τινα μονογενῆ· ἥμεραι εὐπράξιαι τιμώριαι αἴτιαι.
5 Αἱ εἰς Α λήγουσαι εὐθεῖαι τῶν οὐδετέρων τριγε‐ νεῖς μὲν οὖσαι ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν ἰδίων ἀρ‐ σενικῶν· φίλοι φίλα, ἐναντίοι ἐναντία, ἅγιοι ἅγια, δίκαιοι δίκαια, τύπτοντες τύπτοντα. μονογενεῖς δὲ οὖσαι, εἰ μὲν ἀπὸ ἰσοσυλλάβων γενικῶν, ὁμοτονοῦσι
10τῇ ἑνικῇ εὐθείᾳ· ξύλον ξύλα, δένδρον δένδρα, λου‐ τρόν λουτρά. εἰ δὲ ἀπὸ γενικῶν περιττοσυλλάβων ὦσι, βαρύνονται· πῦρ πυρός πύρα, φίλημα φιλήματος φιλήματα, ὦς ὠτός ὦτα, φῶς φωτός φῶτα.
14tΠερὶ τόνου τῆς πληθυντικῆς γενικῆς.
15 Πᾶσα εὐθεῖα πληθυντικὴ εἰς ΕΣ λήγουσα δισύλ‐ λαβος ἐπὶ ὀνομάτων περισπᾷ τὴν ἰδίαν γενικὴν· χῆνες χηνῶν, μῆνες μηνῶν, φῶτες φωτῶν, ἄνδρες ἀν‐ δρῶν, χεῖρες χειρῶν. πρόσκειται „δισύλλαβοσ“ διὰ τὰ ὑπερδισύλλαβα· Αἴαντες Αἰάντων, Λάχητες Λα‐
20χήτων παροξυτόνως. πρόσκειται „ὀνόματα“ διὰ τὰς μετοχὰς· δόντες δόντων, στάντες στάντων. σεση‐ μείωται ταῦτα μὴ περισπασθέντα· Τρῶες Τρώων, τί‐ νες τίνων, πάντες πάντων, παῖδες παίδων, θῶες θώων, κρᾶτες κράτων (αἱ κεφαλαί) δᾷδες δᾴδων,
25λᾶες λάων, δμῶες δμώων. χωρὶς δὲ τούτων εἰσὶ153

154

καὶ ἕτερα· σέες σέων (ἐπὶ τῶν σκωλήκων) καὶ φῴ‐ δων οὐδένων Φθάντων. ἔστι δὲ εἰπεῖν περὶ ὅλων τῶν σεσημειωμένων, ὅτι τὰ εἰς ΟΣ λήγοντα μονοσύλ‐ λαβα κατὰ τὴν γενικὴν, τὰ μὲν ὀξύτονα, ἐὰν διὰ συμ‐
5φώνων κλίνοιντο, περισπῶνται κατὰ τὴν γενικὴν πλη‐ θυντικὴν· σής σητός σῆτες σητῶν, Κρής Κρητός Κρῆτες Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ ΟΣ κλι‐ θῶσι, βαρύνονται κατὰ τὴν γενικὴν πληθυντικὴν· Τρώς Τρωός Τρῶες Τρώων, δμώς δμωός δμῶες δμώων.
10τὸ δὲ τίνων εἰς διαφορὰν τῶν τινῶν, καὶ τὸ κρά‐ των (τῶν κεφαλῶν) εἰς διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτος (ἡ ἀρχή). τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαΐδων. Τὰ δὲ περισπώμενα ἐκ τοῦ ἐναντίου γίνεται. ἐὰν
15μὲν διὰ καθαροῦ τοῦ ΟΣ κλίνοιτο, περισπῶσι τὰς γε‐ νικὰς πληθυντικὰς· μῦς μυός μῦες μυῶν, βοῦς βοός βόες βοῶν, δρύες δρυῶν, σύες συῶν. ἐὰν δὲ διὰ συμφώνου, βαρύνονται· παῖς παιδός παῖδες παίδων, πάντες πάντων. τὸ δὲ λάων ἐβαρύνθη εἰς διαφο‐
20ρὰν τῶν λαῶν. Ἔτι αἱ εἰς ΑΙ λήγουσαι πληθυντικαὶ εὐθεῖαι ἀρσε‐ νικαὶ μὲν οὖσαι περισπῶσι τὴν ἰδίαν γενικὴν· Ὀρέσται Ὀρεστῶν, τοξόται τοξοτῶν, Ἀτρεῖδαι Ἀτρειδῶν, Αἰνεῖαι Αἰνειῶν, χωρὶς τοῦ χλοῦναι χλούνων καὶ
25χρήστων καὶ ἐτησίων. θηλυκαὶ δὲ οὖσαι, εἰ μὲν μονογενεῖς ὦσι, περισπῶσι τὰς ἰδίας γενικὰς· μοῦσαι
μουσῶν, ἄελλαι ἀελλῶν, κλίναι κλινῶν, πλὴν154

155

τοῦ ἀφύαι ἀφύων, εἰς διαστολὴν τῶν ἀφυῶν. εἰ δὲ παρεσχηματισμέναι ἀρσενικοῖς, ἐὰν ὁμοφωνήσωσι τῇ γε‐ νικῇ τῶν ἰδίων ἀρσενικῶν, ὁμοτονοῦσιν αὐτῇ· οἱ Ῥό‐ διοι τῶν Ῥοδίων αἱ Ῥόδιαι τῶν Ῥοδίων, μία φωνὴ
5καὶ εἷς τόνος, οἱ Βυζάντιοι τῶν Βυζαντίων αἱ Βυζάν‐ τιαι τῶν Βυζαντίων, οἱ ἅγιοι τῶν ἁγίων αἱ ἅγιαι τῶν ἁγίων. εἰ δὲ παραλλάξωσι τῇ φωνῇ πρὸς τὴν γενικὴν πληθυντικὴν τοῦ ἰδίου ἀρσενικοῦ, καὶ τὸν τό‐ νον παραλλάσσει καὶ περισπῶνται αἱ γενικαὶ θηλυκαὶ·
10οἱ μέλανες τῶν μελάνων αἱ μέλαιναι τῶν μελαινῶν, οἱ τάλανες τῶν ταλάνων αἱ τάλαιναι τῶν ταλαινῶν, οἱ γράψαντες τῶν γραψάντων αἱ γράψασαι τῶν γρα‐ ψασῶν. ὅτε δὲ κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπο‐ μένει τοῦ ΩΝ εἰς ΑΝ, περισπᾶται· κυανεᾶν ἀμφο‐
15τερᾶν. τὰ δὲ οὐχ ὁμοτονοῦντα ταῦτα· πόρνοι πόρ‐ νων πόρναι πορνῶν, βάκχοι βάκχων βάκχαι βακ‐ χῶν, ὄχθοι ὄχθων ὄχθαι ὀχθῶν, πέτροι πέτρων πέ‐ τραι πετρῶν, χῆροι χήρων χῆραι χηρῶν, κοῦροι κουρῶν κοῦραι κουρῶν. ἐπὶ τούτων γὰρ αἱ γενικαὶ
20πληθυντικαὶ περισπῶνται, καίπερ τῶν ἀρσενικῶν ὁμο‐ φωνουσῶν καὶ βαρυνομένων, ὅτι τὰ θηλυκὰ ὡς μονο‐ γενῆ περιεσπάσθησαν. οὐ γὰρ ἐκ τῶν ἀρσενικῶν ἐγέ‐ νοντο, ἀλλὰ τὰ ἀρσενικὰ ἐξ αὐτῶν, οὕτω καὶ παιδίσκοι παιδίσκων καὶ παιδίσκαι παιδισκῶν.
25Αἱ εἰς ΕΣ εὐθεῖαι πληθυντικαὶ ὑπερδισύλλαβοι
μὲν οὖσαι βαρύνουσι τὰς ἰδίας γενικὰς· Αἴαντες Αἰάν‐155

156

των, Θόαντες Θοάντων, Λάχητες Λαχήτων, χω‐ ρὶς τοῦ γυναῖκες γυναικῶν καὶ θυγατέρες θυγα‐ τρῶν, ἑπόμεναι τῷ τόπῳ τοῦ τόνου τῆς γενικῆς ἑνι‐ κῆς, καὶ χωρὶς τῶν παρ’ Ἀθηναίοις ἀριθμητικῶν τοῦ
5χιλιάδων καὶ μυριάδων. ταῦτα γὰρ παρ’ αὐτοῖς περισπῶνται, παρ’ ἡμῖν δὲ βαρύνονται. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι, ἐὰν εὑρεθῶσιν ὁμοφω‐ νοῦσαι ἀπὸ τῶν εἰς ΕΣ πληθυντικῶν εὐθειῶν γενικαὶ ... γενικαῖς ἀρσενικῶν περισπωμέναις, οὐκ ἀναγκάζονται
10καὶ ὁμοτονεῖν αὐταῖς, οἷον· οἱ Ἡλιάδαι τῶν Ἡλιαδῶν αἱ Ἡλιάδες τῶν Ἡλιάδων, οἱ Δαναΐδαι τῶν Δαναϊ‐ δῶν αἱ Δαναΐδες τῶν Δαναΐδων, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν αἱ Πριαμίδες τῶν Πριαμίδων. ἐν τού‐ τοις αἱ τῶν ἀρσενικῶν γενικαὶ περισπῶνται, αἱ δὲ τῶν
15θηλυκῶν βαρύνονται. Αἱ μέντοι εἰς ΕΕΣ εὐθεῖαι καὶ ΕΙΣ κατὰ διαί‐ ρεσιν γινόμεναι περισπῶσι τὴν συνῃρημένην γενικὴν πληθυντικὴν· οἱ Δημοσθένεες καὶ Δημοσθένεις τῶν Δημοσθενέων καὶ Δημοσθενῶν, εὐσεβέες εὐσεβεῖς
20εὐσεβέων εὐσεβῶν. τὸ δὲ δυσώδων παραλόγως ἐβαρύνθη. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουσιν οἱ δὲ περισπῶσιν, ὥσπερ καὶ αὐτάρκων καὶ τὸ συνήθων καὶ κακοήθων βαρύνεται, ὥσπερ καὶ τὰ αὐτῶν ἐπιῤ‐ ῥήματα.
25 Αἱ μέντοι ὑπολειπόμεναι πληθυντικαὶ γενικαὶ, αἱ μὴ ὑποπίπτουσαι τούτοις τοῖς κανόσιν ἀκολουθοῦσι τῇ
γενικῇ τοῦ δυϊκοῦ· φίλοιν φίλων, ἀνθρώποιν ἀν‐156

157

θρώπων. καὶ οὕτως αἱ εἰς ΟΙ λήγουσαι εὐθεῖαι πλη‐ θυντικαὶ, εἰ μὲν βαρύνονται, βαρύνουσι τὰς γενικὰς· δοῦλοι δούλων, κοῦφοι κούφων, νυμφίοι νυμφίων, Ὅμηροι Ὁμήρων, τίμιοι τιμίων. αἱ δὲ εἰς ΟΙ εὐ‐
5θεῖαι ὀξύτονοι περισπῶσι τὰς γενικὰς αὐτῶν· σοφοί σοφῶν, καλοί καλῶν, χρυσοῖ χρυσῶν. Αἱ δὲ εἰς Α οὐδέτεραι, εἰ μέν εἰσι τριγενεῖς, ὁμό‐ τονον ἔχουσι τὴν γενικὴν αὐτῶν τῇ γενικῇ τῶν ἰδίων ἀρσενικῶν· φίλοι φίλων φίλα φίλων, κοῦφοι κούφων
10κοῦφα κούφων, σοφοί σοφῶν σοφά σοφῶν. εἰ δέ εἰσι μονογενῆ τὰ ὀνόματα ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχοντα τὸν τόνον, ἐν τῇ αὐτῇ καὶ αἱ γενικαὶ αὐτῶν ἔχουσιν, εἰ καὶ μὴ ... τὸν αὐτὸν· τὰ ξυρά τῶν ξυ‐ ρῶν, τὰ πτερά τῶν πτερῶν, τὰ ὀστᾶ τῶν ὀστῶν,
15τὰ κανᾶ τῶν κανῶν. ἐὰν δὲ αἱ ὀνομαστικαὶ βαρυν‐ θῶσι, καὶ αἱ γενικαὶ αὐτῶν ὁμοίως· ὀστέα ὀστέων, γοῦνα γούνων. ποιήματα ποιημάτων, κέρατα κε‐ ράτων. καταβιβάζουσι δὲ τὸν τόνον ἔνια, μακρᾶς οὔ‐ σης τῆς ληγούσης.
20tΠερὶ τόνου τῆς δοτικῆς πληθυντικῆς.
21 Ἡ δοτικὴ πληθυντικὴ ἐπ’ ἐκείνης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ δοτικὴ ἑνικὴ· καλῷ κα‐ λοῖς, σοφῷ σοφοῖς, Μενελάῳ Μενελάοις, ἀέλλᾳ
ἀέλλαις, χωρὶς τοῦ παντὶ πᾶσι. κανὼν γὰρ, ὅτι157

158

πᾶσα δοτικὴ εἰς Ι ἐκφωνούμενον λήγουσα δισύλλαβος ἐπὶ μετοχῆς βαρύνεται· βᾶσι στᾶσι δοῦσι, ἐπὶ δὲ ὀνομάτων ὀξύνονται· Τρωσί βουσί παισί, χωρὶς τοῦ πᾶσι καὶ σπέσσι, καὶ ἔτι χωρὶς τοῦ μηδενί μη‐
5δέσιν καὶ οὐδενί οὐδέσιν. αἱ δὲ δοτικαὶ προσλα‐ βοῦσαι Α παροξύνονται· πατρί πατράσιν, ἀνδρί ἀν‐ δράσιν, υἷι υἱάσιν. Αἱ μέντοι μεταπλασμὸν παθοῦσαι δοτικαὶ προπα‐ ροξύνονται· προβάτοις πρόβασιν, ἐγκάτοις ἔγκασιν,
10ἄστροις ἄστρασιν.
11tΠερὶ τόνου τῆς πληθυντικῆς αἰτιατικῆς.
12 Πᾶσα αἰτιατικὴ πληθυντικὴ ἐπὶ ταύτης τῆς συλ‐ λαβῆς ἔχει τὸν τόνον, ἐφ’ ἧς καὶ ἡ γενικὴ ἑνικὴ· κα‐ λοῦ καλούς, Αἴαντος Αἴαντας, κοχλίου κοχλίας,
15εἰ μὴ συναίρεσις γένοιτο· ταχέος ταχεῖς, βραδέος βρα‐ δεῖς. καὶ χωρὶς τῶν εἰς ΟΣ ὀξυτόνων γενικῶν· τότε γὰρ οὐχ ὁμοτονοῦσιν αἱ αἰτιατικαὶ ταῖς γενικαῖς· αἱ γὰρ αἰτιατικαὶ πληθυντικαὶ εἰς ΑΣ λήγουσαι βραχυκα‐ τάληκτοι οὐκ ὀξύνονται, ἀλλὰ βαρύνονται. ὁμοτονοῦσι
20δὲ τῇ πληθυντικῇ εὐθείᾳ οὐδέποτε ὀξυτονουμένῃ, οἷον· γυναικός γυναῖκες γυναῖκας, θυγατρός θύγατρες θύ‐ γατρας προπαροξυτόνως, καὶ φωτός φῶτες φῶτας. καὶ πάλιν ἡ πληθυντικὴ αἰτιατικὴ συμβαρύνεται τῇ ἰδίᾳ
εὐθείᾳ, οἷον· φῶτας ἄνδρας παῖδας, διότι φῶ‐158

159

τες, ἄνδρες, παῖδες. πρόσκειται „εἰς ΑΣ λήγουσαι .....“ διὰ τὸ καλάς σοφάς· κἂν γὰρ ὀξύνηται, ἀλλ’ οὐ βραχυκαταληκτεῖ· μακρὸν γὰρ ἔχει τὸ Α.
4t[Περὶ τῶν ἐγκλινομένων μορίων.]
5 [Δεῖ εἰδέναι, ὅτι ἐν ὀνόμασι καὶ ἀντωνυμίαις καὶ ῥήμασιν καὶ ἐν ἐπιῤῥήμασι καὶ συνδέσμοις εὑρίσκεται ἐγκλινόμενα. καὶ ἐν ὀνόμασι μὲν τὸ τίς καὶ αἱ ἑξῆς πτώσεις καὶ ἀριθμοὶ· ἄνθρωπός τις, ἀνθρώπώ τινε, ἄνθρωποί τινες. ἐν ἀντωνυμίαις δὲ τὰ ση‐
10μαίνοντα ἀπόλυτα πρόσωπα· ἤκουσάς μου, ἔδωκάς μοι, ἔτυψάς με. ἐν δὲ ῥήμασι τὸ φημί καὶ εἰμί καὶ ἐστί καὶ τὰ ὅμοια· ἄνθρωπός εἰμι, ἄνθρω‐ ποί εἰσιν, Ἀρκεσίλαόν φημι. ἐν δὲ τοῖς ἐπιῤ‐ ῥήμασι τὰ ἀνταποδοτικὰ τῶν πευστικῶν, οἷον· πότε
15ποτέ ἐάν ποτε, πόθεν ποθέν ἐάν ποθεν, πόθι ποθί αἴ κέ[ν] ποθι. ἐν δὲ τοῖς συνδέσμοις ἐγκλί‐ νονται ὁ τέ καὶ ὁ νύ καὶ ὁ ποῖ καὶ τοί καὶ θήν
καὶ πέρ καὶ γέ.159

160

Ἰστέον δὲ, ὅτι, ἡνίκα ἔστι λέξις τετράχρονος, οὐκ ἀναπέμπει τῇ προηγουμένῃ λέξει τὸν τόνον, ἀλλὰ τῇ προηγουμένῃ συλλαβῇ· ἄνθρωπος ἥμων, ἔτυψας ἥμας· ἐπειδὴ οὐδέποτε πρὸ τεσσάρων χρόνων τόνος
5πίπτει. ἐὰν δὲ εὑρεθῇ λέξις τρίχρονος, ἢ δίχρονος, ἢ μονόχρονος, τότε ἀναπέμπει τῇ προηγουμένῃ λέξει τὸν τόνον κατὰ τὴν διαίρεσιν. ἡνίκα εὑρεθῇ ἡ προηγου‐ μένη λέξις ἢ προπαροξύτονος ἢ παροξύτονος τροχαϊκὴ ἀπὸ τόνου, ὡς ἐπὶ τοῦ τυφθέντα (ἀπὸ γὰρ τοῦ τόνου
10ἐπὶ τὴν λήγουσαν ἀναποδίζων τροχαῖον εὑρίσκει ἢ προ‐ περισπωμένην μὴ ἔχουσαν τὴν τελευταίαν θέσει μακρὰν), τότε ἀναπέμπουσι τῇ προηγουμένῃ λέξει, οἷον· Ἀρκε‐ σίλαός τε, Ὅμηρός ἐστι, γυναῖκές εἰσι, τυ‐ φθέντά τε. πρόσκειται „μὴ ἔχουσαν τὴν τελευταίαν
15θέσει μακράν“ διὰ τὸ φοίνιξ καὶ κήρυξ· τούτων γὰρ προηγουμένων οὐ γίνεται ἔγκλισις· φοίνιξ ἐστί, κήρυξ ἐστίν. Ἐὰν δὲ εὑρεθῇ λέξις ὀξύτονος ἢ περισπωμένη προηγουμένη τοῦ ἐγκλιτικοῦ, φυλάττεται ἡ ὀξεῖα καὶ ἡ περισπωμένη, οἷον· Ζεύς Ζεύς τε, καλῶς καλῶς
20μοι, σαφῶς σαφῶς γε, κανόνος λέγοντος, ὅτι πᾶσα λέξις ὀξύτονος πολλάκις ἐν τῇ συνθέσει κοιμίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν, χωρὶς τοῦ τίς, οἷον· Ζεύς Ζεὺς δέ· καλός καλὸς ἄνθρωπος· σοφός σοφὸς ἀνήρ.
πρόσκειται „χωρὶς τοῦ τίσ“, ἐπεὶ τοῦτο φυλάττει τὴν160

161

ὀξεῖαν, οἷον· τίς πόθεν εἶς ἀνδρῶν. δεῖ δὲ προσ‐ θεῖναι τῷ κανόνι „χωρὶς εἰ μὴ ἐπιφέρηται στιγμὴ ἢ ἐγκλιτικόν“. τότε γὰρ οὐ κοιμίζεται ἡ ὀξεῖα εἰς βαρεῖαν, οἷον· ὠκὺς Ἀχιλλεύς· ἐπιφερομένη στιγμὴ οὐ κοι‐
5μίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν .... τοῦ ἐγκλιτικοῦ ἐπιφε‐ ρομένου. Εἰ δὲ πρὸ τοῦ ἐγκλιτικοῦ εὑρεθῇ λέξις πυῤῥιχιακὴ ἀπὸ τόνου, δηλονότι ἐπὶ τὴν λήγουσαν, ὡς ἐπὶ τοῦ πολλάκις, ἢ ἰαμβικὴ ἀπὸ τόνου, ὡς ἐπὶ τοῦ μετα‐
10μέλει, ἢ σπονδειακὴ ἀπὸ τόνου, ὡς ἐπὶ τοῦ Ἀτρεί‐ δης, καὶ ἐπιφέρονται δισύλλαβα ἐγκλιτικὰ, φυλακτικὰ γίνονται τῶν ἰδίων τόνων, ὡς· Ἀτρείδης ἐστ, με‐ ταμέλει ἡμῖν, πολλάκις εἰσί. δεῖ δὲ προσθεῖναι „χωρὶς τῶν ἀπὸ ΣΦ ἀρχομένων ἀντωνυμιῶν“. αὗται
15γὰρ ἀναπέμπουσι τὸν τόνον τῇ προηγουμένῃ λέξει, οἷον· Ἀτρείδής σφισι, πολλάκίς σφεας. εἰ δὲ μὴ ὦσι δισύλλαβα, ἀλλὰ μονοσύλλαβα, τῷ νῷ μόνῳ γίνε‐ ται ἡ ἔγκλισις· μεταμέλει μοι, πολλάκις τις, Ἀτρείδης τε. ταῦτα γὰρ οὔτε τὸν ἴδιον τόνον δύ‐
20νανται φυλάττειν, οὔτε ἀναπέμπουσιν αὐτὸν τῇ προη‐ γουμένῃ λέξει. Γίνωσκε δὲ, ὅτι οὐδὲν προτακτικὸν ἐγκλίνεσθαι δύναται· τίνι γὰρ παραπέμψουσι τὸν ἴδιον τόνον; ἀλλ’ οὐδὲ τὰ ἔχοντα προηγουμένην στιγμήν· πῶς γὰρ δια‐
25ζεύξεως προηγουμένης ἔγκλισις γένηται; καὶ τούτου χά‐161

162

ριν τὰ ἄρθρα οὐκ ἐγκλίνονται. οὐδὲ τὰ βαρυνόμενα αὐτὰ καθ’ αὑτὰ ἐν τῇ συντάξει δύνανται ἐγκλίνεσθαι· τὰ γὰρ κλινόμενα αὐτὰ καθ’ ἑαυτὰ θέλουσιν ἔχειν ἐπὶ τέλους τὸν τόνον. Ὅτι τὰ ἐγκλινόμενα κατὰ τὴν εὐ‐
5θεῖαν καὶ κατὰ τὰς ἄλλας πτώσεις ἐγκλίνεσθαι δύναται· [διὸ οὔτε αἱ προθέσεις οὔτε αἱ μετοχαὶ ἐγκλίνεσθαι θέ‐ λουσιν margo]. Ὅτι τὰ μὴ ὀξυνόμενα ῥήματα οὐκ ἐγκλί‐ νονται, καὶ ὅτι τὰ ἐγκλινόμενα κατὰ τὸν ἐνεστῶτα οὐ πάντως κατὰ τὰ λοιπὰ ἐγκλίνονται.]
10t[Ἔτι] περὶ τῶν ἐγκλινομένων.
11 Πᾶν ἐγκλινόμενον μόριον ἢ ὀξύνεται ἢ περισπᾶται, οὐδὲν δὲ βαρύνεται. ὀκτὼ δὲ ὄντων τῶν μερῶν τοῦ λόγου τὰ πέντε ἐγκλίνονται· ὄνομα ῥῆμα ἀντωνυμία ἐπίῤῥημα σύνδεσμος. πάλιν τῶν ἐγκλινομένων τὰ μὲν
15χάριν κόσμου ἐγκλίνονται, ὡς τὰ ῥήματα καὶ οἱ σύνδε‐ σμοι, τὰ δὲ σημασίας, ὡς τὰ λοιπά. ἐν μὲν οὖν ὀνό‐ μασι τὸ ΤΙΣ μόνον ἐγκλίνεται καὶ αἱ τούτου πτώσεις καὶ οἱ ἀριθμοὶ καὶ τὸ οὐδέτερον· ἄνθρωπός τις, ἤκουσά τινος, ἔδωκά τινι, ἐδίδαξά τινα καὶ
20ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καὶ τὰ ἰσοδυναμοῦντα τού‐ τοις ΤΟΥ καὶ ΤΩΙ· ἤκουσά του, ἔδωκά τῳ. ταῦτα δὲ ἐγκλινόμενα, ὡς πρόκειται, ἀόριστά εἰσι. Τὸν δὲ
κατὰ φύσιν τόνον ἔχοντα πυσματικὰ γίνονται· τίς τί‐162

163

νος τίνι τίνα. ἐν δὲ ῥήμασιν ἐγκλίνεται τὸ ΦΗΜΙ καὶ ΕΙΜΙ· πεζὸς δ’ ἕνδεκά φημι, τόσσον ἐγώ φημι. τούτου τὸ δεύτερον ΦΗΣ ἀνέγκλιτον. τὸ δὲ τρίτον ἐγκλίνεται· τί ΦΗΣΙΝ οὗτος; ἔσθ’ ὅτε καὶ τὰ
5πληθυντικὰ ἐγκλίνεται. ἔτι καὶ τὸ ΕΙΜΙ· Διὸς δέ τοι ἄγγελός εἰμι. τὸ δὲ ΕΙ ἀνέγκλιτον. τὸ δὲ .... ΕΣΤΙΝ ἐγκλίνεται· αἵματός ἐστιν ἀγαθοῦ. τοῦτο δὲ τὸ ἐστίν ἐν ταῖς ἀρχαῖς τῶν λόγων βαρύνεται· ἔστι πόλις Ἐφύρη, καὶ μετὰ τῆς ΟΥ ἀποφάσεως· οὐκ
10ἔστιν ἀγαθόν. καὶ μετὰ τοῦ ΚΑΙ καὶ ΩΣ παρο‐ ξύνεται· καὶ ἔστιν ἰδεῖν, ὡς ἔστιν εἰπεῖν. ὁμοίως καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἐγκλίνονται. καὶ ΕΣΣΙ δεύτερον ἑνικὸν ἐγκλίνεται· σχέτλιός ἐσσι γεραιέ. Τῶν δὲ ἀντωνυμιῶν αἱ μὲν κτητικαὶ οὐδέποτε ἐγ‐
15κλίνονται, ἀλλ’ οὐδὲ αἱ εὐθεῖαι τῶν πρωτοτύπων. αἱ δὲ τῶν παραγώγων πτώσεις χωρὶς τῆς κλητικῆς ἐγκλί‐ νονται, ἡ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική. ἀλλ’ αἱ μὲν τοῦ πρώτου προσώπου ἐγκλινόμεναι καὶ τὸ κατ’ ἀρχὴν Ε ἀποβάλλουσιν· ἤκουσάς μου, ἔδωκάς μοι, ἐδί‐
20δαξάς με. αἱ δὲ τοῦ δευτέρου καὶ τρίτου προσώπου μονοσύλλαβοι οὖσαι οὐδεμίαν στοιχείου ἀποβολὴν ποιοῦ‐ σιν· ἤκουσά σου, ἔδωκά σοι, ἐδίδαξά σε, καί οἱ ἐπευχόμενος, καί ἑ νέον πόλεσιν, καί μιν
φωνήσας.163

164

Αἱ δυϊκαὶ τοῦ πρωτοτύπου τοῦ αʹ καὶ βʹ προσώ‐ που οὐδέποτε ἐγκλίνονται διὰ τὴν βραχεῖαν τάσιν· νῶϊν σφῶϊν· προπερισπῶνται γάρ. αἱ δὲ τοῦ τρίτου ὀξυ‐ νόμεναι ἐγκλίνονται· τίς τάρ σφωε θεῶν, καί
5σφωϊν δὸς ἄγειν. Καὶ τὰ πληθυντικὰ τοῦ τε πρώ‐ του προσώπου καὶ δευτέρου· ἡμῶν ὑμῶν ἡμῖν ὑμῖν ἡμᾶς ὑμᾶς τετράχρονοι οὖσαι, ἐπειδὰν ἐγκλίνωνται, τὴν πρώτην συλλαβὴν ὀξύνουσιν· ἤκουσεν ἥμων, ἔδωκεν ἥμιν καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. ἀδύνατον
10γὰρ ὑπερβῆναι τοὺς τέσσαρας χρόνους τὴν ὀξεῖαν. καὶ αἱ τοῦ τρίτου προσώπου πληθυντικαὶ ὀξυνόμεναι ἐγκλί‐ νονται· καί σφων, καί σφιν, καί σφας. καὶ εὔ‐ λογόν γε οἶμαι λέγειν, ὅτι μετὰ τὴν ἔγκλισιν τὸ πάθος ἐπηκολούθησεν, ἵνα μὴ βαρύτονοι οὖσαι ἐγκλίνωνται.
15Τῶν καλουμένων μονοπροσώπων μόνη ἡ αἰτιατικὴ· ἔλα‐ βέν αὐτον. ἐγκλίνεται δὲ ἀεὶ καὶ ἡ ΜΙΝ· καί μιν φωνήσας, καὶ ἡ ΕΘΕΝ παραλόγως, διότι παράγω‐ γος καὶ βαρύτονος. αἱ μὲν οὖν ἐγκλινόμεναι τῶν ἀν‐ τωνυμιῶν αὗταί εἰσιν, αἵτινες ὀρθοτονούμεναι μὲν ἀν‐
20τιδιαστολὴν ἔχουσιν ἑτέρου προσώπου· ἐμοῦ ἤκουσας, οὐκ ἄλλου· ἐμοὶ ἔδωκας, οὐκ ἄλλῳ· ἐμὲ ἐδίδαξας, οὐκ ἄλλον. ἐγκλινόμεναι δὲ ἀπόλυτα πρόσωπα δηλοῦσιν· ἤκουσά σου, ἔδωκά σοι. καὶ ἡ μὲν γενικωτάτη αἰτία τῆς ὀρθῆς τάσεως ἡ ἀντιδιαστολὴ τοῦ προσώπου.
25αὕτη δὲ διαιρεῖται εἰς πλείονα εἴδη. αἵ τε γὰρ διεζευγ‐164

165

μέναι ὀρθοτονοῦνται· καὶ ἐμοὶ καὶ Ἀπολλωνίῳ, ἢ ἐμοὶ ἢ Ἀπολλωνίῳ. καὶ μετὰ τοῦ ΕΝΕΚΑ συνδέσμου· ἕνεκα σοῦ ἕνεκα ἐμοῦ. καὶ αἱ μετὰ προθέσεως δὲ ἀεὶ ὀρθοτο‐ νοῦνται· διὰ σέ, περὶ σοῦ, κατ’ ἐμέ, ἐπὶ σοί.
5 Αἱ μετὰ τῆς ἐπιταγματικῆς ἀντωνυμίας τῆς ΑΥ‐ ΤΟΣ ἀεὶ ὀρθοτονοῦνται· αὐτὸν ἐμέ, αὐτῷ ἐμοί. ὑπεξ‐ αιρείσθωσαν δὲ αἱ παρὰ τοῖς ποιηταῖς μετὰ τῆς ἐπι‐ ταγματικῆς παραλόγως ἐγκλινόμεναι· ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην, καὶ Εὐρύαλος δέ ἑ αὐτόν,
10καὶ εἴ τινες ἄλλαι μετὰ προθέσεων ἢ συνδέσμων ἐνεγ‐ κλίθησαν παραλόγως. αἱ κατ’ ἀρχὴν τιθέμεναι, κἂν μὴ ἔχωσιν ἀντιδιαστολὴν, διὰ τῶν ἀρκτικῶν τόπων ὀρθο‐ τονοῦνται· ἐμὲ δ’ ἔγνω καὶ προσέειπεν. Ἐν δὲ τοῖς ἐπιῤῥήμασιν ἐγκλίνεται τὰ ὑποκείμενα·
15πῶς πῆ ποῦ ποτέ ποθέν ποθί. εἰ μὲν ὀρθοτο‐ νοῦνται βαρυνόμενα, πυσματικά ἐστιν, εἰ δὲ ἐγκλίνοιντο, ἀόριστα. καὶ τὰ ὑποδείγματα δῆλα· πῶς ἦλθεν; ἦλθέ πως, πῆ ἦλθες; ἦλθές πη, πότε γράφεις; γράφεις ποτέ, πόθεν ἦλθες; ἦλθές ποθεν, πόθι τοι πτό‐
20λις. ταῦτα πυσματικὰ ὄντα βαρύνεται, ἀόριστα δὲ ὀξύνεται, καὶ ἐν τῇ συντάξει ὑποτασσόμενα ἐγκλίνονται· ἦλθέ ποθι, αἴκέ ποθι Ζεύς, καί ποτέ τις εἴ‐ πῃσι. Ἐν δὲ συνδέσμοις οἱ ἐγκλινόμενοί εἰσιν οἵδε· τε
25κε περ γε τοι θην κεν. Τὰ μὲν οὖν ἐγκλινόμενα165

166

μόρια ταῦτά ἐστιν· οὐχ ὡς ἔτυχε δὲ ἐγκλίνονται, ἀλλὰ κατά τινα παρατήρησιν τῆς πρὸ αὐτῶν λέξεως. αἱ μὲν οὖν τετράχρονοι τῶν ἐγκλιτικῶν ἐπὶ τὴν πρώτην συλ‐ λαβὴν ἑαυτῶν τὴν ἔγκλισιν ἀναπέμπουσιν, ὡς μηδεμιᾶς
5δεόμενα παρατηρήσεως τῆς πρὸ αὐτῶν λέξεως· ἤκου‐ σαν ἥμων, ἔδωκαν ἥμιν. αἱ δὲ λοιπαὶ τὴν πρὸ αὐτῶν ἐγείρουσι βαρεῖαν. οὐκ ἐπὶ πάσης συλλαβῆς ταύ‐ την ἐγείρειν δύνανται· οὐ γὰρ, εἰ σπονδειακὴ τυγχάνοι ἡ προκειμένη λέξις καὶ βαρύνοιτο, ἡ βαρεῖα ταύτης ἡ
10ἐπὶ τέλει ἐγείρεται· οὕτω που Διῒ μέλλει ὑπερ‐ μενέϊ φίλον εἶναι, ἤδη τις εἶπεν, καὶ οὔτε τὴν ΤΩ συλλαβὴν τοῦ „οὕτω“ ὀξύνομεν, οὔτε τὴν ΔΗ τοῦ „ἤδη“. ἀλλ’ οὔτε, εἰ ἰαμβικὴ τύχοι, βαρύνεται, οἷον· λέβης τις, ὅπως γε. οὔτε, εἰ πυρριχιακὴ τύχοι, βα‐
15ρύνεται, οἷον· φίλος τις, ξένος τις· ἐπὶ γὰρ τού‐ των τῷ νοῒ μόνῳ καταλαμβάνεται ἡ ἔγκλισις· διὸ ση‐ μειοῦνται τὸ· ἔνθ’ ἔσαν οἱ πέπλοι παμποίκιλοι ἔργα γυναικῶν. παραλόγως γὰρ ἐνεκλίθη ἡ „οἱ“ ἀντωνυμία πυῤῥιχίου προκειμένου. σημειοῦνται καὶ τὰς διὰ τοῦ
20ΣΦ ἀντωνυμίας· καὶ αὗται γὰρ πυῤῥιχίου προκειμένου ἐγκλίνονται· ἵνά σφ’ ἀγορή τε θέμις τε, ὅτί σφέας εἰσαφίκηται, καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως.
εἰ μέντοι προπαροξύνοιτο ἡ προκειμένη λέξις τῶν ἐγκλι‐166

167

τικῶν μορίων, ἐγείρει τὴν ἐν τῷ τέλει αὐτῆς βαρεῖαν, οἷον· ἄνθρωπός τις (ἐν γὰρ τῇ ΑΝ συλλαβῇ καὶ τῇ ΠΟΣ ὀξεῖα τίθεται) ἤκουσέ μου, ἄνθρωποί εἰσι, κάκιστοί εἰσιν. εἴπομεν γὰρ, ὡς ἐν ἐπιῤ‐
5ῥήμασι μόνοις καὶ ἐν εὐκτικοῖς ἡ ΑΙ καὶ ἡ ΟΙ μακραί εἰσιν· ἐν δὲ τοῖς λοιποῖς οὐκ ἔτι μακραί εἰσιν. Ὁμοίως εἰ προπερισπῷτο ἡ προκειμένη λέξις, ἐγ‐ κλιτικοῦ ἐπιφερομένου ἐγείρει τὴν μετὰ τὴν προπερι‐ σπωμένην βαρεῖαν, οἷον· οἶκός τις, Σκῶλόν τε
10Κνῆμόν τε. κἂν παροξύνοιτο τροχαϊκὴ οὖσα· ἄλ‐ λός τις, ἔστί τις, ἔνθά ποτε. Ἔτι καὶ αἱ ὀξυνόμεναι λέξεις, βαρυνόμεναι δὲ διὰ τὴν συνέπειαν, ἐγκλιτικοῦ ἐπιφερομένου τὴν βαρεῖαν ἐγείρουσιν· αὐτός, αὐτός μοι. εἰ δὲ περισπῷτο ἡ
15λέξις, φυλάττεται ἡ περισπωμένη· [πῶ ποτε,] πῶς ποτε, πῆ με φέρεις. Ἐὰν οὖν συμβῇ πλείονα ἐφε‐ ξῆς ἐγκλιτικὰ εἶναι, πολλαὶ ἔσονται αἱ παράλληλοι ὀξεῖαι, ὡς παρ’ Ὁμήρῳ· ἤ νύ σέ που δέος ἴσχει ἀκή‐ ριον. τρεῖς γάρ εἰσιν ἐφεξῆς αἱ ὀξεῖαι. δυνατὸν δὲ
20καὶ πλείους ἐπινοῆσαι, οἷον· εἴπέρ τίς σέ μοί φησί ποτε. τὸ γὰρ „εἰ“ ὀξύνεται διὰ τὴν ἐπιφορὰν τοῦ „πέρ“ ἐγκλιτικοῦ· τὸ δὲ „πέρ“ διὰ τὸ „τίσ“, τὸ δὲ „τίσ“ διὰ τὸ „σέ“, τὸ δὲ „σέ“ διὰ τὸ „μοί“, τὸ δὲ „μοί“ διὰ
τὸ „φησί“, τὸ δὲ „φησί“ διὰ τὸ „ποτέ“. ὥστε ἐφεξῆς167

168

εἶναι ἓξ ὀξείας, εἰ καὶ σπάνιον τὸ τοιοῦτον διὰ τὴν τοῦ πνεύματος συνέχειαν δεομένην ἀναπαύσεως. Εἰ δὲ παραλλήλων ὄντων ἐγκλιτικῶν, ἐν τῷ με‐ ταξὺ περισπωμένων, ὡς ἐπὶ τοῦ ποῦ πῆ πῶς, καὶ μετὰ
5τοῦτο ἐπιφέροιτο ἕτερον ἐγκλιτικὸν, τοῦτο τὸ περισπώ‐ μενον ...... οὔτε περισπᾶται διὰ τὸ ἐγκλῖναι τὸν ἴδιον τόνον· ἐπεὶ μὴ πέφυκεν ἡ περισπωμένη κατὰ τὸ κοινὸν ἔθος συστολῆς μὴ παρακολουθούσης εἰς ὀξεῖαν μετατί‐ θεσθαι, οἷον· οὔ πω ἔστ’ ἀγέλαε (ἐν γὰρ τῇ ΟΥ
10διφθόγγῳ μόνῃ ἡ ὀξεῖα) ἤ που τίς σφιν εἶπεν (ἐν τῷ Η καὶ ἐν τῷ „τίσ“ ἡ ὀξεῖα) ἄνθρωπόν τινά που φησὶ μελῳδεῖν (πάλιν ἐν τῇ ΠΟΝ συλλαβῇ καὶ τῇ ΝΑ ἡ ὀξεῖα τίθεται). Κἀκεῖνο δὲ παραφυλακτέον, ὅτι τῶν ἐγκλινομένων
15εἰ σπονδειακὴ προηγεῖται λέξις ἢ τροχαϊκὴ, εἰ μὲν μο‐ νοσύλλαβον εἴη τὸ ἐπιφερόμενον ἐγκλιτικὸν, ὥσπερ ἐθέ‐ μην, ἐγκλίνεται· οὕτω που, ἤδη τις, οὔτε τὸ ἐγκλι‐ τικὸν δέχεται τὸν ἴδιον τόνον, οὐδὲ ἡ βραχεῖα τῆς δευτέρας συλλαβῆς προηγουμένης ἐγείρεται λέξεως, ἀλλὰ
20νοῒ μόνῳ νοεῖται τὰ τῆς ἐγκλίσεως, ὡς ἔφθημεν εἰ‐ πόντες· εἰ μέντοι δισύλλαβον εἴη τὸ ἐγκλιτικὸν μόριον,
τότε τὸν ἴδιον δέχεται τόνον, οὔτε δυνάμει οὔτε ἐνερ‐168

169

γείᾳ ἐγκλινόμενον, οἷον· ἤδη φαμέν (ὀξύνομεν γὰρ τὸ „φαμέν“), φίλοι εἰσίν (ὁμοίως καὶ τὸ „εἰσίν“ ὀξύ‐ νομεν), οὕτω ποτέ (καὶ τὸ ποτέ ὀξύνομεν). καὶ τοῦτο εἰκότως· οὔτε γὰρ τῆς προηγουμένης λέξεως τὴν ἐπὶ
5τέλει βαρεῖαν ἐγεῖραι δυνατὸν, οὔτε τὴν ἔγκλισιν νοεῖ‐ σθαι κατὰ τὴν πρώτην συλλαβὴν τῶν σπονδείων ἢ τῶν πυῤῥυχίων· οὐδὲ γάρ ποτε τετάρτη ἀπὸ τέλους ἡ ὀξεῖα πίπτει. Τὸ ἔστιν ἡνίκα ἀρχὴ λόγου ᾖ, ὅτε ὑποτάττηται τῇ
10„οὐ“ ἀποφάσει, ἢ τῷ „καί“ συνδέσμῳ, ἢ τῷ „ὡσ“ ἐπιῤῥήματι, τηνικαῦτα τὴν ὀξεῖαν ἔχει ἐπὶ τῷ Ε· ἔστι πόλις Ἐφύρη· ἐὰν δὲ ὑποτάττηται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ ἢ τροχαίῳ μὴ παροξυτόνῳ ἀλλὰ προπερι‐ σπωμένῳ, τηνικαῦτα ἐγκλίνεται, οἷον· ἀγαθός ἐστι,
15κακός ἐστιν. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τὴν ὀξεῖαν ἐπὶ τοῦ Ι δέχεται. καὶ ἐὰν πρόκειται αὐτῷ ἢ τροχαῖος πα‐ ροξύτονος ἢ σπονδεῖος ὁμοίως παροξύτονος ἢ ἴαμβος πάλιν παροξύτονος, τηνικαῦτα τὸν τόνον ἐπὶ τοῦ Ι προσδέχεται, οἷον· φίλος ἐστίν, ἥρως ἐστίν, ἔρως
20ἐστίν, Ἀγαμέμνων ἐστίν. Καὶ ταῦτα μὲν περὶ τόνου τῶν ὀνομάτων, ἔτι καὶ περὶ τῶν ἐγκλινομένων μορίων. ἕπεται δὲ εἰπεῖν περὶ
τόνου τῶν ῥημάτων, καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου.169

170

(1t)

Περὶ τῶν εἰς Ω καὶ εἰς ΜΙ ῥημάτων κατὰ πᾶν
2tπρόσωπον.
3tΒιβλίον ιϛʹ.
4Πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται· γράφω τύπτω
5ποιῶ βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ παρὰ Δωριεῦσι τὰ συνῃρημένα ἀπα‐ ρέμφατα εἰς ΕΙΝ ἀφαιρέσει τοῦ Ι, ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν. σεση‐ μείωται δέ τινα ῥήματα ὀξύτονα· δός θές σχές ἕς
10(τὸ ἀπόλυσον) χρή ἐλθέ εἰπέ εὑρέ εἰμί φημί, ἀπὸ τοῦ ἠμί, καὶ τὸ ἐσσί καὶ ἐστίν. Εἰσὶ δέ τινα ῥήματα ἁπλᾶ ὀξυνόμενα ἀπὸ κλίσεως τούτων· ἐστόν ἐστόν ἐστέ εἰσί. καὶ ἀπὸ τοῦ φημὶ· φής φησί (καὶ φῆ ἐκεῖνος κατ’ ἀποκοπὴν)
15φατόν φατόν φαμέν φατέ φασίν. καὶ τὸ φαθί οὕτω ἐπεκράτησε λέγεσθαι. τὸ δὲ λάβε καὶ ἴδε παρ’ ἡμῖν μὲν βαρύνονται, παρὰ δὲ Ἀττικοῖς ὀξύνονται. Πᾶν ῥῆμα εἰς Ω μονοσύλλαβον περισπᾶται· ζῶ κλῶ κνῶ θλῶ δρῶ, ἐὰν δρῶ, ἐὰν βῶ, ἐὰν στῶ.
20λείπεται τοίνυν διασαφηνίσαι τὴν τῶν εἰς Ω ληγόντων ἐνεστώτων τάσιν, κατὰ τὰς ἑαυτῶν συζυγίας. Τὰ εἰς ΒΩ λήγοντα βαρύνεται. τότε περισπᾶται, ὅτε ἐν ταῖς δυσὶ συλλαβαῖς ἔχει τὸ Β, ἢ ὄνομα προϋ‐
πάρχει, ἢ τὸ Ο ἔχει ἐν τῇ παραληγούσῃ, ἢ τὸ Ω μέγα.170

171

καὶ βαρύνεται μὲν ταῦτα· λείβω τρίβω στείβω φέρβω. περισπᾶται δὲ ταῦτα ὡς ἔχοντα ἐν δυσὶ συλ‐ λαβαῖς Β· βαβῶ (τὸ καθεύδω) βομβῶ βιβῶ (τὸ περιπατῶ). ἔτι περισπῶνται τὰ ἔχοντα προϋπάρχοντα
5ὀνόματα· φόβος φοβῶ, ἀσεβής ἀσεβῶ, εὐσεβής εὐ‐ σεβῶ, θόρυβος θορυβῶ, κόλυμβος κολυμβῶ, λαβή λαβῶ (τὸ γὰρ λάβω ὑποτακτικόν ἐστι τοῦ ἔλαβον). ἔτι περισπῶνται τὰ ἔχοντα Ο μικρὸν ἢ μέγα ἐν τῇ πα‐ ραληγούσῃ· σοβῶ κολοβῶ λωβῶ.
10 Τὰ εἰς ΠΩ λήγοντα βαρύνονται, εἰ μὴ παραλή‐ γοιτο τῷ Υ ἢ τῷ Ω, ἢ εἰ μὴ παρώνυμα ἔχοι, ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχοι τὸ Π· θάλπω λάμπω πέμπω λείπω μέλπω βλέπω ἐρείπω (τὸ καταβάλλω). πρόσκειται „εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέ‐
15λους τὸ Υ ἢ τὸ Ω“ διὰ τὸ γνυπῶ (τὸ γονυπετῶ) καὶ κλωπῶ (τὸ κλέπτω, ὅθεν καὶ κλώψ). τὸ δὲ „εἰ μὴ παρώνυμα ἔχοι“ διὰ τὸ κόπος κοπῶ, ἶπος (ἡ πα‐ γίς) ἰπῶ (τὸ βλάπτω), λύπη λυπῶ, τρύπη τρυπῶ, κτύπος κτυπῶ, ῥύπος ῥυπῶ. πρόσκειται δὲ „εἰ μὴ
20ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχει τὸ Π“ διὰ τὸ πιπῶ καὶ ὀπιπῶ (τὸ περιβλέπομαι). τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ Τ. Τὰ εἰς ΦΩ λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ Ο μικρῷ ἢ τῷ Ω μεγάλῳ, ἢ παρώνυμα εἴη· γρά‐
25φω γλύφω νήφω. σεσημείωται τὸ διφῶ (τὸ ζητῶ)171

172

καὶ ἀμφαφῶ. καὶ ἴσως παρώνυμα ἂν εἴη ἀπὸ τοῦ ἁφή. πρόσκειται „εἰ μὴ παρώνυμα εἴη“ διὰ τὸ ... τρυφῶ, κορυφή κορυφῶ, σοφός σοφῶ, ζωγράφος ζωγραφῶ, ψόφος ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ
5στρωφῶ καὶ ῥοφῶ ἔχουσιν Ο καὶ Ω. Τὰ εἰς ΠΤΩ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαστολὴ γένοιτο σημαινομένου· σκάπτω ῥίπτω (τὸ γὰρ ῥιπτῶ ἀττικὸν (ἢ) ποιητικόν) ἴπτω (τὸ βλάπτω) θάπτω σκώπτω ἐνίπτω (τὸ ἐπιπλήττω)
10τύπτω (καὶ τυπτῶ ἀττικῶς) ὄπτω (καὶ ὀπτῶ). εἰς ταῦτα δὲ προκατάρχεται ὄνομα· ἄβλεπτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλοαλειπτῶ. Τὰ εἰς ΓΩ δισύλλαβα τῷ Ι παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται· θήγω λήγω τμήγω.
15τὸ δὲ ἡγῶ, ἀφ’ οὗ τὸ ἡγοῦμαι, περισπᾶται ἀπὸ φω‐ νήεντος ἀρχόμενον. Τὰ εἰς ΓΩ ὑπερδισύλλαβα σύνθετα ἀπὸ τῶν διὰ τοῦ ΓΟΣ παρηγμένα τῷ Η παραληγόμενα περισπᾶται· ποδηγός ποδηγῶ, φορτηγός φορτηγῶ, στρατηγός
20στρατηγῶ, κυνηγός κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγός, ἀλλ’ αὐτὸ ἀπ’ ἐκείνου. τὸ δὲ κεκλήγω καὶ πεπλήγω ποιητικῶς βαρύνονται ἀπὸ τῶν παρακει‐ μένων γεγονότα. Τὰ εἰς ΓΩ ὑπερδισύλλαβα τῷ Α παραληγόμενα
25περισπᾶται μὴ ὄντα σύνθετα παρὰ πρόθεσιν· σμαραγῶ172

173

πλαταγῶ λαλαγῶ. καὶ καθόλου τὰ ἔχοντα τὸ Α περισπᾶται· ἀργῶ παταγῶ. τὸ δὲ ἄγω βαρύνεται καὶ τὰ ἀπ’ αὐτοῦ σύνθετα· διάγω ἀνάγω κατάγω. Τὰ εἰς ΓΩ μὴ παρώνυμα ἡ κατὰ παραγωγὴν γι‐
5νόμενα ἀπὸ βαρυτόνου βαρύνονται, ὁπότε μὴ πρὸς δια‐ στολὴν παραλαμβάνοιτο ἢ παραλήγοιτο τῷ Η ἢ τῷ Α· ψέγω φλέγω λέγω εἴργω πνίγω ἀμέλγω ἀλέγω ὀρέγω. πρόσκειται „μὴ παρώνυμα“ διὰ τὸ τρύγη τρυγῶ, στύξ στυγῶ, ἄλγος ἀλγῶ, σιγή σιγῶ, ῥῖ‐
10γος ῥιγῶ· „μὴ ἀπὸ βαρυτόνου δὲ ῥήματος παραχθέντα“ διὰ τὸ λέγω ἀλογῶ. „μὴ πρὸς ἀντιδιαστολὴν“ πρόσ‐ κειται διὰ τὸ ἄγω καὶ ἀγῶ (τὸ καταπλήττομαι, ἐξ οὗ τὸ ἄγημι [καὶ] ἄγαμαι) „ἢ εἰ μὴ παραλήγοιτο τῷ Α ἢ τῷ Η“ διὰ τὸ σμαραγῶ καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι.
15 Τὰ εἰς ΓΩ ἰαμβικὰ, εἰ μὲν ἔχοι πρὸ τοῦ τέλους τὸ Ε, βαρύνεται, εἰ δὲ ἄλλο τι, περισπᾶται· φλέγω λέγω στέγω. μογῶ δὲ καὶ στυγῶ καὶ τρυγῶ μὴ τὸ Ε ἔχοντα περισπῶνται. Τὰ εἰς ΓΩ ἔχοντα πρὸ τοῦ Γ σύμφωνον βαρύνε‐
20ται, εἰ μὴ παρ’ ὄνομα γένοιτο· εἴργω στέργω ἀμέλγω σφίγγω. τὸ δὲ ἀλγῶ ἔχει τὸ ἄλγος, καὶ τὸ ἀργῶ τὸ ἀργός, καὶ τὸ γεωργῶ τὸ γεωργός, καὶ κακουργῶ τὸ κακοῦργος. Τὰ εἰς ΓΩ δισύλλαβα παραληγόμενα φύσει μακρᾷ
25ὅτε ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα173

174

εἴη· τρώγω φεύγω τμήγω λήγω θήγω. τὸ μέν‐ τοι ῥιγῶ ἔχει τὸ ῥῖγος. Τὰ εἰς ΓΩ ὑπερδισύλλαβα μὴ παρ’ ὄνομα σύν‐ θετα, εἰ παραλήγοιτο φύσει μακρᾷ, βαρύνεται· [ἐπείγω]
5ἀρήγω ἐρεύγω. τὸ δὲ παιδαγωγῶ ἔχει τὸ παι‐ δαγωγός. Τὰ εἰς ΚΩ δισύλλαβα ἔχοντα τὸ Ε ἐν τῇ πρὸ τέ‐ λους συλλαβῇ βαρύνεται, εἰ μὴ ἄρχοιτο ἀπὸ τριῶν συμ‐ φώνων ἢ παρ’ ὄνομα εἴη· ῥέγκω δέρκω πλέκω
10τέκω πέκω (καὶ πείκω, καὶ πέκτω) ἕλκω (τοῦτο δὲ ἀπὸ περισπωμένου τὸ ἑλκῶ) δείκω (τὸ δεικνύω) εἴκω. τοιαῦτα καὶ τὰ ὑπερδισύλλαβα τῷ Ε παραληγόμενα· ὀλέκω ἐρείκω (τὸ σχίζω) ἐνέκω. πρόσκειται „εἰ μὴ παρ’ ὄνομα εἴη“ διὰ τὸ ἑλκόω ἑλκῶ ἕλκος, καὶ
15πελεκῶ πελεκᾶς· καὶ „μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώ‐ νων“ διὰ τὸ σπλεκῶ (τὸ συνουσιάζω). Τὰ εἰς ΚΩ δισύλλαβα τῷ Η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου πε‐ ρισπῶνται. καὶ βαρύνονται μὲν ταῦτα· τήκω δήκω,
20μεθ’ ὧν καὶ τὸ ἥκω· περισπᾶται δὲ ταῦτα· ληκῶ σφηκῶ. Τὰ εἰς ΚΩ, εἰ μὴ τῷ Σ παραλήγοιτο ἢ τῷ Η,
περὶ ὧν προείρηται, πάντως περισπᾶται· κακῶ ἀρκῶ174

175

ναρκῶ σαρκῶ φαλκῶ δοκῶ. τὸ δὲ διώκω καὶ ἥκω βαρύνεται. τὸ δὲ ἀσκῶ σφηκῶ περισπᾶται. Τὰ διὰ τοῦ ΣΚΩ βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα· τιτρώσκω γινώσκω βιβρώσκω ἀρέσκω
5πιφαύσκω κικλήσκω βόσκω. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου ἐγένετο· βοσκῶ βοσκήσω. τὸ μέντοι δισκῶ καὶ ἀσκῶ καὶ διασκῶ ἔχουσι τὸ δίσκος καὶ ἀσκός, καὶ τὸ βοσκῶ τὸ βοσκός, καὶ ἱπποβοσκῶ τὸ ἱπποβοσκός.
10 Τὰ εἰς ΚΤΩ μὴ παρ’ ὄνομα γινόμενα βαρύνεται· τίκτω πέκτω (τὸ κτενίζω) τὰ δὲ περισπώμενα ἔχου‐ σιν ὄνομα· εὔτακτος εὐτακτῶ, ἄτακτος ἀτακτῶ, ὑλακή ὑλακτῶ. τούτοις ἠκολούθησε καὶ τὸ ἀγανακτῶ. Τὰ εἰς ΧΩ δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου,
15μὴ διὰ τοῦ Η, παραληγόμενα φύσει μακρᾷ βαρύνεται. εἰ δέ τι περιεσπάσθη, τοῦτο ἐκ βαρυτόνου παρήχθη, ὡς ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρ’ ὄνομα ἐγένετο, τεῦ‐ χος τευχῶ. βαρύνεται δὲ ταῦτα· στείχω τεύχω ψύχω τρύχω λείχω γλίχω. οὐκ ἀντιπίπτει τὸ
20αὐχῶ· ἀπὸ φωνήεντος γὰρ, ᾧ ἠκολούθησε τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει Η. Τὰ εἰς ΧΩ δισύλλαβα τῷ Η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ μὴ πεποιημένην φωνὴν σημαί‐
νοι βαρύνεται· νήχω (ἐξ οὗ τὸ νήχομαι) σμήχω τρή‐175

176

χω (τὸ κτυπῶ) λήχω (ἀφ’ οὗ τὸ ἔλαχον). τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντος ἤρξατο. Τὰ εἰς ΧΩ δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ Χ τὸ
5Σ περισπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μα‐ κρὰν, ὑπεσταλμένων τῶν ἐχόντων τὸ Ε ἢ τὸ Α πρὸ τέλους· λοχῶ τροχῶ ὀρχῶ κιχῶ. τὸ δὲ ἴσχω ἔχει Σ. καὶ τὸ σμήχω ἔχει τὴν παραλήγουσαν φύσει μακράν. τὸ δὲ τρέχω ἔχει Ε, καὶ τὸ ἄρχω Α.
10 Τὰ εἰς ΧΩ ἐν τῇ. πρὸ τέλους συλλαβῆ Ε ἔχοντα βαρύνεται, εἰ μὴ παρ’ ὄνομα γένοιτο· τρέχω βρέχω δέχω ἔχω σπέρχω εὔχω (ὅθεν εὔχομαι) ἔρχω (ὅθεν ἔρχομαι) ἐλέγχω τεύχω. τὸ δὲ τευχῶ πε‐ ρισπώμενον, ὅτι τεῦχος.
15 Τὰ εἰς ΧΩ δισύλλαβα ἔχοντα τὸ Α ἐν τῇ πρὸ τέ‐ λους βαρύνεται· ἄχω (ἄχομαι) μάχω (μάχομαι, καὶ μαχῶ περισπᾶται) ἄρχω πάσχω, μεθ’ ὧν καὶ τὸ ἴσχω. τὸ δὲ βακχῶ περισπᾶται ὡς ἔχον τὸ βάκχος. Τὰ διὰ τοῦ ΑΧΩ τρισύλλαβα βαρύνεται· στε‐
20νάχω ἰάχω. ταῦτα δὲ καὶ ἀπὸ περισπωμένων· ἰα‐ χήσω, στεναχήσω. Τὰ εἰς ΧΩ ὑπερδισύλλαβα φύσει βραχείᾳ παραλη‐ γόμενα, ἢ παρ’ ὄνομα ὄντα ἢ διὰ τὸ ἰάχω περισπᾶται· στοναχῶ συμμαχῶ γνωσιμαχῶ ἡνιοχῶ ὀμιχῶ
25(τὸ οὐρῶ). σεσημείωται τὸ στενάχω καὶ ἰάχω. τὸ
δὲ διδάχω (διδάξω οὐκ ἐν χρήσει ὂν) βαρύνεται.176

177

Τὰ εἰς ΔΩ δισύλλαβα παραληγόμενα τῷ Η βαρύ‐ νεται· ἥδω (ἥδομαι) κήδω (κήδομαι). τὸ δὲ πηδῶ περισπᾶται. Τὰ εἰς ΔΩ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς
5τὸ Ε καταλήγουσαν περισπᾶται· ἐδῶ (ἐδήσω) μεδῶ (ἐξ οὗ τὸ μεδέω). ταῦτα δὲ βαρύτονα λέγονται· ἔδω καὶ μέδω. Πᾶν εἰς ΔΩ λῆγον ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας, οὐ βαρύνεται,
10ἀλλὰ περισπᾶται, ὡς ἔχει τὸ σταφιδῶ ὁμαδῶ ..... τοῦτο καὶ .. ἀπὸ βαρυτόνου. τὸ φείδω (φείδομαι) ψεύδω ψεύδομαι, ἐρείδω ἐρείδομαι παραλήγουσι δι‐ φθόγγῳ. Τὰ εἰς ΔΩ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ Ε,
15ᾧ ὑποτέτακται ἢ σύμφωνον ἢ ὑποτακτικὸν φωνῆεν, βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη· σπένδω ἔρδω ἀμέρδω (τὸ στερίσκω) εὕδω σπεύδω φείδω .... (τὸ φοβοῦμαι) εἴδω (καὶ εἰδῶ). τὸ δὲ κερδῶ, ὅτι κέρδος, περισπᾶται.
20 Τὰ εἰς ΔΩ παραληγόμενα τῷ Ο περισπᾶται· σπο‐ δῶ οἰδῶ (τὸ οἰδαίνω) ἀοιδῶ.
Τὰ εἰς ΔΩ παραληγόμενα τῷ Ω, εἰ παρ’ ὄνομα177

178

εἴη, περισπᾶται· κιθαρῳδῶ κωμῳδῶ τραγῳδῶ μεθ’ ὧν καὶ τὸ πηδῶ καὶ αὐδῶ. Τὰ εἰς ΔΩ ἐν τῇ πρὸ τέλους ἔχοντα τὸ Ι εἰς Ν καταλῆγον βαρύνεται· ἀλίνδω καταλίνδω κυλίνδω.
5 Τὰ εἰς ΔΩ δισύλλαβα, εἰ ἔχοι τὸ Α λῆγον ἐν τῇ πρὸ τέλους συλλαβῇ, περισπᾶται· φραδῶ (τὸ βου‐ λεύομαι). εἰ μέντοι εἰς σύμφωνον καταλήγοι, βαρύνεται· ἄρδω. τὸ μέντοι ἄλδω (τὸ αὔξω) ἀπὸ περισπωμέ‐ νου τοῦ [ἀλδῶ] ἀλδήσω ἐγέντο.
10 Τὰ διὰ τοῦ ΑΘΩ ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, ὅπερ κατὰ τροπὴν τοῦ τέλους εἰς Ω ἐποίησε τὸ ῥῆμα· κιάθω (τὸ πορεύομαι) ἀμυ‐ νάθω (τὸ βοηθῶ) διωκάθω (τὸ διώκω). τὸ μέντοι φιλομαθῶ καὶ εὐσταθῶ περισπῶνται· παρ’ ὄνομα
15γάρ. τὸ δὲ μαθῶ μαθήσω δισύλλαβον. Τὰ διὰ τοῦ ΕΘΩ βαρύνεται· σχέθω ἔθω ἐρέθω ἀερέθω φαέθω φλεγέθω. τὸ δὲ τηλεθῶ (τὸ εἰς ὕψος θέω) περισπᾶται. Τὰ διὰ τοῦ ΗΘΩ βαρύνεται· εἰ δέ τι περισπᾶται,
20ἀπὸ ὀνόματος γέγονε· ἀλήθω κνήθω λήθω πήθω (ἐξ οὗ καὶ ἔπαθον) πλήθω πρήθω. τὸ δὲ βοηθῶ ἀηθῶ παρ’ ὄνομα· ὅμοιον καὶ τὸ γηθῶ γηθήσω. Τὰ διὰ τοῦ ΥΘΩ βαρύνεται· μινύθω φθι‐
νύθω.178

179

Τὰ εἰς ΘΩ κατ’ ἐπιπλοκὴν συμφώνου βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα ἢ τῷ Ο ... παραλήγοιτο· ἀΐσθω (τὸ ἐκπνέω) αἴσθω (καὶ αἴσθομαι· τοῦτο δὲ ἀπὸ περισπωμένου ἐγένετο). τὸ μέντοι μισθῶ περι‐
5σπᾶται, ὅτι μισθός. Τὰ εἰς ΘΩ παραληγόμενα ΕΥ βαρύνεται· πεύ‐ θω (.) λεύθω κεύθω. Τὰ εἰς ΘΩ παραληγόμενα φύσει μακρᾷ, χωρὶς τῶν διὰ τοῦ Η, εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται·
10πείθω κλώθω. σεσημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ περισπῶνται, ὅτι μῦθος καὶ ἀπειθής. Τὰ εἰς ΘΩ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας καὶ μὴ τοῦ Ε περισπᾶται· τιθῶ ποθῶ μαθῶ (ἐξ οὗ τὸ μα‐
15θήσω). τὸ μέντοι σχέθω βαρύτονον, ἔχον τὸ Ε. σε‐ σημείωται τὸ ὄθω (τὸ φροντίζω) βαρυνόμενον. Τὰ εἰς ΘΩ, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν, ὑπεσταλμένης τῆς ΕΡ, περισπᾶ‐ ται· πτορθῶ ἀνθῶ πενθῶ ὀρθῶ. σεσημείωται
20τὸ ἄλθω. τὸ δὲ πέρθω βαρύνεται ὡς ἔχον ΕΡ.
Τὰ εἰς ΤΩ δισύλλαβα μὴ κατ’ ἐπιπλοκὴν τοῦ Σ179

180

περισπᾶται· ζητῶ κροτῶ πατῶ στρατῶ (τὸ στρα‐ τοπεδεύομαι) κοτῶ (τὸ ὀργίζομαι) βροντῶ. τὰ μέν‐ τοι βαρύτονα σπάνια καὶ μὴ ἐνεργητικῶς λεγόμενα· πέτω (πέτομαι) λίτω (λίτομαι). τὸ δὲ ἀνύτω ἀπὸ τοῦ ἀνύω
5.... κατὰ πλεονασμὸν τοῦ Τ. Τὰ εἰς ΖΩ βαρύνεται. εἰ δέ τι περισπᾶται, τοῦτο βαρύτονον ὤφθη. εἰ δὲ μόνως περιεσπάσθη, προϋ‐ πῆρξεν αὐτῷ ὄνομα, οὗ τὸ τέλος εἰς Ω τραπὲν ἰσοσύλ‐ λαβον ῥῆμα ἀπετέλεσε. καὶ βαρύνεται μὲν ταῦτα· βάζω
10βιβάζω λάζω (τὸ λαμβάνω) στάζω φράζω τράζω πιέζω. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου. τὸ δὲ τρα‐ πεζῶ περισπᾶται, ὅτι τράπεζα, ῥιζῶ ῥίζα, ῥοιζῶ ῥοῖζος, φυζῶ φύζα. Τὰ διὰ δύο ΣΣ βαρύνεται· εἰ δέ τι περιεσπάσθη,
15τοῦτο παρ’ ὄνομα ἐγένετο· πάσσω πλάσσω μάσσω πτίσσω φρίσσω τινάσσω ἑλίσσω. τὰ δὲ ἀπὸ ὀνομάτων περισπᾶται· θάλασσα θαλασσῶ, ἥσσων ἡσ‐ σῶ, κρείσσων κρεισσῶ, κισσός κισσῶ, λύσσα λυσσῶ. Τὰ εἰς ΣΩ ἐπὶ ἐνεστῶτος, ὁπότε μὴ ἀπὸ μέλλον‐
20τος εἰς ἐνεστῶτα μετήχθη ποιητικῶς, περισπᾶται· ἰσῶ νοσῶ μασῶ. Τὰ εἰς ΛΛΩ βαρύνονται, εἰ μὴ ἀπὸ ὀνόματος
εἴη· βάλλω θάλλω σκάλλω σφάλλω τίλλω ποι‐180

181

κίλλω. τὸ δὲ κυλλῶ περισπᾶται, ὅτι κυλλός· καὶ τὸ μεταλλῶ, ὅτι μέταλλος. Τὰ εἰς ΛΩ παραληγόμενα τῇ ΟΥ διφθόγγῳ σπά‐ νιά εἰσι· βούλω (ὅθεν τὸ βούλομαι) βαρύνεται. τὸ
5δὲ οὐλῶ περισπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλος. Τὰ εἰς ΛΩ δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς Ε καταλήγουσαν, βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου μὴ μέσου, χωρὶς εἰ μὴ παρ’ ὄνομα εἴη·
10κέλω πέλω μέλω θέλω. τὸ μέντοι ἐλῶ περισπᾶ‐ ται, ὅτι ἀπὸ φωνήεντος ἤρξατο. τὸ δὲ τελῶ ἔχει τὸ τέλος ὄνομα. Τὰ εἰς ΛΩ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν ἢ φωνήεντα λήγουσαν περισπᾶται, ὑπεσταλ‐
15μένων τῶν ἐχόντων τὴν ΟΥ δίφθογγον ἢ τὸ Ε ἐν δι‐ συλλάβῳ· καλῶ χαλῶ ζηλῶ δηλῶ αὐλῶ πολῶ (τὸ ἀναστρέφομαι) πωλῶ ἀπειλῶ βουκολῶ ἀμελῶ ὠφελῶ. σεσημείωται τὸ ἐθέλω καὶ ὀφείλω. Τὰ εἰς ΛΩ μετ’ ἐπιπλοκῆς συμφώνου περισπᾶται·
20εἰ δέ τι βεβαρυτόνηται, τοῦτο πάθος ἔχει ἐξ ἐντελεστέ‐ ρου τοῦ εἰς ΛΩ λήγοντος καθαρεύοντος· ἁπλῶ δι‐ πλῶ τριπλῶ πιμπλῶ κυκλῶ ἀντλῶ. ταῦτα καὶ
τὰ ὅμοια περισπῶνται. τὸ μέντοι ὄφλω βαρύνεται ἐκ181

182

τοῦ ὀφείλω (ὥσπερ καὶ τὸ κέλω κέκλω, καὶ μέλω μέλπω). Τὰ εἰς ΜΩ ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα παραληγόμενα τῷ Ε βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη·
5τρέμω νέμω (καὶ νεμῶ, ὅθεν νενέμηκα) δέμω τέ‐ μω γέμω χρέμω (τὸ ἠχῶ) βρέμω (τὸ κτυπῶ). σε‐ σημείωται τὸ κρεμῶ περισπώμενον, ὁμοίως καὶ τὸ ἀτρεμῶ. τὸ δὲ ἐμῶ ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς ΜΩ μὴ παραληγόμενα τῷ Ε περισπᾶται·
10κομῶ δαμῶ γαμῶ θυμῶ (καὶ θυμοῦμαι) μιμῶ (καὶ μιμοῦμαι) χραισμῶ κοσμῶ κοιμῶ (καὶ κοι‐ μῶμαι) οἱμῶ (τὸ ὁρμῶ). Τὰ εἰς ΝΩ δισύλλαβα μὴ κατ’ ἐπιπλοκὴν συμφώ‐ νου ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον
15καταλήγουσαν περισπᾶται· κιρνῶ πιλνῶ πορνῶ ἀρνῶ (ἀρνοῦμαι). Τὰ εἰς ΝΩ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλ‐ λαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν, .... ἢ ἀπὸ συμφώνου ἢ συμφώνων μὴ ἀντιστοίχων, περι‐
20σπᾶται, χωρὶς εἰ μὴ κατ’ ἐπένθεσιν εἴη τοῦ Ν γινόμενα·
κυνῶ καὶ ἐν συνθέσει προσκυνῶ, πλανῶ σινῶ182

183

(τὸ βλάπτω). τὸ δὲ τιῶ τίνω κατ’ ἐπένθεσιν τοῦ Ν, οὗ τὸ δίχρονον ποτὲ μὲν συστέλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιστοίχων ἤτοι ἰσο‐ στοίχων. τὸ δὲ ἄνω ἀντὶ .. ἀνύω ἀπὸ φωνήεντος ἄρ‐
5χεται. Τὰ εἰς ΝΩ παραληγόμενα τῷ Ε περισπᾶται, εἰ προκατάρχοιτο ὄνομα, ἐξ οὗ γέγονε· φρενός φρενῶ, ἑνός ἑνῶ, ξένος ξενῶ, ἀσθενής ἀσθενῶ, σθένος σθενῶ, στενός στενῶ. τὸ γὰρ στένω οὐκ ἔχει
10ὄνομα οὔτε τὸ μένω. Τὰ εἰς ΝΩ παραληγόμενα τῷ Ο περισπᾶται, φθο‐ νῶ δονῶ πονῶ κλονῶ ὀνῶ (τὸ ὠφελῶ) φρονῶ δολῶ. Τὰ εἰς ΝΩ παραληγόμενα φύσει μακρῷ φωνήεντι,
15ὁπότε μὴ εἴη κατ’ Αἰολίδα διάλεκτον, περισπᾶται· σκηνῶ θρηνῶ σφηνῶ φωνῶ ὠνῶ (καὶ ὠνοῦμαι) κοι‐ νωνῶ. τὸ πώνω βαρύνεται ὡς ἴδιον Αἰολέων. Τὰ εἰς ΝΩ δισύλλαβα παραληγόμενα τῇ ΕΙ δι‐ φθόγγῳ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη· τείνω γείνω
20κτείνω. τὸ δεινῶ περισπᾶται, ὅτι δεινός, καὶ τὸ πεινῶ, ὅτι πεῖνα. Τὰ εἰς ΝΩ δισύλλαβα παραληγόμενα Ι ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα· κρίνω πίνω κλίνω σίνω. τὸ δὲ ῥινῶ παρὰ τὴν ῥίνην. τού‐
25τοις ὅμοιον καὶ τὸ κοινῶ.183

184

Τὰ εἰς ΝΩ παραληγόμενα Υ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα· δύνω θύνω πλύνω φύνω μηκύνω πλατύνω ταχύνω τραχύνω. σεσημείω‐ ται τὸ βυνῶ περισπώμενον. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυ‐
5νός, καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη καὶ τὸ Υ βραχύ. Τὰ διὰ τοῦ ΑΙΝΩ βαρύνεται· ἃ δὲ περισπῶνται, ὀλίγα εἰσὶ καὶ παρ’ ὄνομα γεγόνασι· φαίνω φαίνομαι, μαίνω μαίνομαι, ῥαίνω μιαίνω. τὸ μέντοι αἰνῶ περισπώμενον ἔχει τὸ αἶνος, ὥσπερ καὶ τὸ κελαινῶ
10τὸ κελαινός καὶ τὸ τριαινῶ τὸ τρίαινα. Τὰ εἰς ΝΩ παραληγόμενα διφθόγγῳ, μὴ τῇ ΑΙ ἢ ΕΙ, περισπᾶται· ἐρευνῶ θοινῶ χαυνῶ κοινῶ οἰνῶ, χωρὶς τοῦ ἐλαύνω. Τὰ εἰς ΝΩ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΕΙ
15διφθόγγῳ ἢ μακρῷ τῷ Ι βαρύνεται· ..είνω ὠδίνω ὀρίνω. τὸ δὲ χαλινῶ περισπᾶται, ὅτι ἔχει τὸ χα‐ λινός, ὥσπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινός. Τὰ εἰς ΝΩ μετ’ ἐπιπλοκῆς συμφώνου περισπᾶται· ὑπνῶ πυκνῶ ἱκνῶ (καὶ ἱκνοῦμαι) τεχνῶ (τεχνῶ‐
20μαι) σκιδνῶ ἰδνῶ. σεσημείωται τὸ δάκνω βαρύ‐ τονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ συγκοπήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ Ν τὸ Μ βαρύνεται, χωρὶς εἰ μὴ
ἀπὸ δύο συμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοιτο·184

185

μίμνω κάμνω τέμνω. τὸ δὲ κρημνῶ περισπᾶται, ὅτι ἀπὸ δύο συμφώνων ἤρξατο. Τὰ διὰ τοῦ ΑΝΩ ὑπερδισύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματος. αὐτὴ δὲ ἡ διὰ τοῦ ΑΝΩ πα‐
5ραγωγὴ οὐκ ἔχει κατάρχον τὸ Ι ἐκτεταμένον, διὰ τὸ ἴσχω ...., ἢ τὴν ΕΙ δίφθογγον, διὰ τὸ δείκω τὸ δει‐ κνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα· λείπω λιμ‐ πάνω, λήβω λαμβάνω, μήθω μανθάνω, δήκω δαγκάνω, φεύγω φυγγάνω, οἴδω οἰδάνω. πε‐
10ρισπῶνται δὲ τὰ διπλασιασμὸν πάσχοντα· γαγγανῶ (τὸ ταράσσω), ἢ ὁπότε ἀπὸ ὀνόματος ἐγένετο· κυρκάνη κυρκανῶ (τὸ θορυβῶ), δαπάνη δαπανῶ, μηχανή μηχανῶ, στέφανος στεφανῶ, λίβανος λιβανῶ, μέ‐ λανος μελανῶ. τούτοις ὅμοιον καὶ τὸ παμφανῶ.
15 Τὰ εἰς ΡΩ παραληγόμενα φωνήεντι Α ἢ Η ἢ Ω περισπᾶται· κηρῶ πληρῶ γηρῶ τηρῶ ὠρῶ (τὸ φυλάττω) τιμωρῶ. σεσημείωται τὸ ἄρω βαρύτονον (τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι). Τὰ εἰς ΡΩ παραληγόμενα τῷ Ε καὶ βαρύνεται καὶ
20περισπᾶται. καὶ περισπᾶται μὲν, ὁπότε ἔχει πλησιάζον ψιλὸν τῷ Ε· κερῶ (τὸ κιρνῶ) περῶ πτερῶ στερῶ· μὴ οὕτως δὲ ἔχοντα βαρύνεται· δέρω φέρω. τὸ ἐρῶ περισπᾶται ἀπὸ φωνήεντος ἀρχόμενον. Τὰ εἰς ΡΩ, μὴ ὄντος πρὸ τοῦ Ρ συμφώνου, εἰ
25παραλήγοιτο τῷ Ο μόνῳ ἢ μεθ’ ἑτέρου φωνήεντος, πε‐185

186

ρισπᾶται· ἀγορῶ ἀφορῶ εὐπορῶ ἀπορῶ καρ‐ ποφορῶ ἱστορῶ ἐπικουρῶ ἀμοιρῶ. Τὰ διὰ τοῦ ΑΙΡΩ βαρύνεται, χωρὶς εἰ μὴ παρ’ ὄνομα εἴη· μαρμαίρω καρκαίρω σπαίρω καὶ
5ἀσπαίρω αἴρω (τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω). τὸ δὲ σφαιρῶ ἔχει τὸ σφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖρος. Τὰ διὰ τοῦ ΕΙΡΩ βαρύνεται, εἰ μὴ παρ’ ὄνομα εἴη· μείρω (τὸ μερίζω) τείρω φθείρω εἴρω σπεί‐ ρω κείρω ἐγείρω οἰκτείρω ἐθείρω (τὸ ἐξ ἔθους
10τι διαπράττομαι), τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ. Τὰ διὰ τοῦ ΥΡΩ ἐκτεταμένον τὸ Υ ἔχοντα βαρύ‐ νεται· σύρω πτύρω φύρω (καὶ φυρῶ περισπώμε‐ νον) μορμύρω πλημμύρω ὀδύρω (ἐξ οὗ τὸ ὀδύ‐
15ρομαι) ὀλοφύρω (ἐξ οὗ τὸ ὀλοφύρομαι). τὰ μέντοι ἔχοντα συνεσταλμένον τὸ Υ περισπᾶται· μαρτυρῶ ἀρ‐ γυρῶ πυρῶ ξυρῶ κυρῶ (τὸ τυγχάνω, οὗ τὸ Υ ἐκτέταται). Τὰ εἰς ΡΩ παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ Υ
20περισπᾶται· ἀμαυρῶ νευρῶ ἐπικουρῶ οἰκουρῶ. Τὰ εἰς ΡΩ ἔχοντα ἐπιπλοκὴν συμφώνου, ὁπότε μὴ συγκοπὴν ἐμφαίνοι, περισπᾶται· μετρῶ γεωμε‐
τρῶ ἱδρῶ κοπρῶ πιμπρῶ ποδαγρῶ λυτρῶ (ἐξ186

187

οὗ τὸ λυτροῦμαι). τὸ δὲ ἔγρω κατὰ συγκοπὴν ἀπὸ τοῦ ἐγείρω. Τὰ διὰ τοῦ ΑΙΩ βαρύνεται, εἰ μὴ εἴη ἀπὸ ὀνό‐ ματος· ῥαίω (τὸ φθείρω) πταίω ναίω παίω δαίω
5παλαίω κλαίω λιλαίω (ὅθεν τὸ λιλαίομαι). τὸ δὲ ἑδραιῶ ἔχει τὸ ἑδραῖος, καὶ τὸ δικαιῶ τὸ δίκαιος, καὶ βεβαιῶ τὸ βέβαιος, καὶ τὸ παλαιῶ τὸ παλαιός, καὶ περαιῶ τὸ πέρας, καὶ μαιῶ (τὸ ζητῶ) τὸ μαῖα, καὶ ματαιῶ τὸ μάταιος.
10 Τὰ εἰς Ω καθαρὰ παραληγόμενα τῇ διὰ Υ δι‐ φθόγγῳ βαρύνεται· ψαύω θραύω ἀπολαύω αὔω (τὸ βοῶ) δεύω τοξεύω ἰξεύω λιτανεύω. Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῷ Α βαρύνεται, ὁπότε πλησιάζουσι τοῖς διὰ τοῦ ΑΥΩ· χραύω χράω,
15φαύω φάω. περισπῶνται δὲ μὴ οὕτως ἔχοντα· δαῶ δαήσω, σαῶ σαώσω, ἀλαῶ. τὸ δὲ βοάω καὶ γε‐ λάω καὶ πεινάω βαρύνεται, καὶ τἄλλα ὡς ἐντέλειαι τῶν περισπωμένων. Τὰ εἰς Ω καθαρὸν παραληγόμενα Ε βαρύνεται,
20χωρὶς εἰ μὴ προκατάρχοιτο ὄνομα, ἢ ἀπὸ βαρυτόνου μετασταίη εἰς βαρύτονον· δέω ξέω θέω πνέω πλέω ῥέω ποιέω νοέω τελέω. σεσημείωται τὸ ἐῶ πε‐ ρισπώμενον. τὸ δὲ θεῶ (ὅθεν τὸ θεῶμαι) ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέος. καὶ τὸ δεῶ δεήσω ἀπὸ τοῦ βα‐
25ρυτόνου δέω γέγονε.187

188

Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῇ ΕΙ διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι· σείω βρωσείω ὀψείω κιχείω τελείω. τὸ μέντοι μειῶ ἔχει τὸ μεῖος, καὶ τὸ τελειῶ τὸ τέλειος, καὶ τὸ ἀρειῶ τὸ ἀρείων, καὶ
5τὸ ἀχρειῶ τὸ ἀχρεῖος. Τὰ εἰς Ω καθαρὸν ὑπερδισύλλαβα παραληγόμενα Ι βραχεῖ περισπᾶται· μειδιῶ κοπιῶ ἀξιῶ ἐρυθριῶ ἀγωνιῶ. τὸ δὲ ἐσθίω καὶ ἀΐω βαρύνονται. τὸ δὲ δειδίω καὶ κηκίω δεδιπλασίασται ἀπὸ τοῦ δίω καὶ
10κίω. τὸ δὲ μαστίω ἀπὸ τοῦ μαστίζω. σπάνια δέ εἰσι τὰ δισύλλαβα κατὰ συστολὴν τοῦ Ι, ὡς τὸ δίω καὶ τὸ διῶ (τὸ διώκω) ἴω καὶ ἰῶ (τὸ πορεύομαι) καὶ τίω (τὸ τιμῶ). τὸ δὲ βιῶ οῖς οῖ τὸ ζῶ, βιῶ δὲ βιᾷς βιᾷ τὸ βιάζω.
15 Τὰ εἰς Ω καθαρὸν ἔχοντα Ι ἐκτεταμένον βαρύνε‐ ται, εἰ μὴ ὄνομα ἔχοι· ψίω (τὸ ἐμβρωματίζω) λίω δηρίω μητίω κονίω μηνίω, ὃ δι[α]φορεῖται κατὰ τὸν χρόνον. τὸ δὲ ἰῶ ἰῶμαι ἰός, κριῶ κριός, ἀνιῶ ἀνία.
20 Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῷ Ο μόνῳ πε‐ ρισπᾶται· νοῶ βοῶ γοῶ θροῶ ποῶ μακκοῶ (τὸ μωραίνω). αἱ μέντοι ἐντέλειαι τῶν περισπωμένων βα‐ ρύνονται· χρυσόω στεφανόω.
Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῇ ΟΙ διφθόγγῳ188

189

περισπᾶται, εἰ μὴ διάστασις γένοιτο τοῦ Ι· ποιῶ οἰῶ (τὸ μονῶ) ἀλοιῶ (τὸ τύπτω) ἀλλοιῶ (τὸ μεταποιῶ) ἑτεροιῶ. τὸ δὲ οἴω (οἴομαι) ὀΐω γίνεται. ὁ δὲ οἴω ἐνεστὼς τοῦ οἴσω μέλλοντος οὐκ ἔστιν ἐν χρήσει.
5 Τὰ διὰ τοῦ ΥΩ δισύλλαβα βαρύνεται καὶ περι‐ σπᾶται. περισπᾶται μὲν, ὅσα ἔχει ὄνομα, ἢ κατ’ ἐναλ‐ λαγὴν γέγονε· δυῶ θυῶ (τὸ θυμιῶ, ὅτι θύος) μυῶ (καὶ μύω βαρύτονον) κυῶ Ἀττικὸν ἐκ τοῦ κύω. τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται· δύω (ἐξ οὗ τὸ δύνω)
10θύω (ἐξ οὗ τὸ θύνω) λύω μύω κύω ξύω. Ἔτι τὰ διὰ τοῦ ΥΩ ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ ἔχοι ὄνομα· ἀλύω ἀρτύω πληθύω κωλύω ζευγνύω ὀμνύω ὀρνύω σβεννύω. τὸ δὲ ἰχθυῶ ἔχει τὸ ἰχθῦς, καὶ τὸ ἐγγυῶ τὸ ἐγγύη, καὶ τὸ βο‐
15τρυῶ τὸ βότρυς. Τὰ εἰς Ω καθαρὸν παραληγόμενον τῇ ΥΙ βαρύνε‐ ται, εἰ μὴ παρ’ ὄνομα εἴη· ἀλυίω ὀπυίω. τὸ δὲ γυιῶ περισπᾶται. Τὰ εἰς Ω καθαρὸν παραληγόμενα τῷ Ω βαρύνε‐
20ται· ζώω πλώω σώω, χωρὶς τοῦ κολῳῶ, ὅπερ ἀπὸ τοῦ κολῳός γέγονε, καὶ ἔχει τὸ Ι προσγεγραμμένον. Τὰ εἰς ΞΩ καὶ ΨΩ περισπᾶται· διψῶ γυψῶ κενοδοξῶ φιλοδοξῶ ἀδοξῶ αὐξῶ ἀλεξῶ. τὸ
γὰρ αὔξω καὶ ἀλέξω καὶ ἕψω ἀττικῶς βαρύνονται.189

190

Οἱ εἰς Ω μέλλοντες κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν μὲν ἔχωσι πρὸ τοῦ Ω τὸ Ξ ἢ τὸ Ψ ἢ τὸ Σ, βα‐ ρύνονται· λέξω πλέξω τύψω γράψω ποιήσω νοήσω. ἐὰν δὲ μηδὲν ἔχωσι τούτων πρὸ τοῦ Ω, πε‐
5ρισπᾶται· σπερῶ φθερῶ πλυνῶ κτενῶ τιλῶ. πρόσκειται δὲ „κατὰ τὴν κοινὴν διάλεκτον“, ἐπειδὴ τὸ ποιήσω ποιησῶ οἱ Δωριεῖς λέγουσι, καὶ τὸ λέξω λεξῶ. Τὰ εἰς Ω λήγοντα δεύτερα πρόσωπα προστακτικὰ ὁμοτονεῖ τοῖς ἰδίοις ὁριστικοῖς· νικῶ ἐγώ νικῶ σύ,
10κρεμῶ ἐγώ κρεμῶ σύ. τὰ μέντοι τρίτα εἴτε εἰς ΤΩ εἴτε εἰς ΘΩ βαρύνεται· λεγέτω ποιείτω τυπτέσθω λεγέσθω. Τὰ εἰς Ω τρίτα πρόσωπα τῶν εὐκτικῶν περι‐ σπῶνται μετὰ τοῦ προσγεγραμμένου Ι· βοάοι βοῷ, τρυ‐
15πάοι τρυπῷ. Τὰ εἰς Ω ὑποτακτικὰ μονοσύλλαβα μὲν ὄντα πε‐ ρισπῶνται· ἐὰν δ, ἐὰν β, ἐὰν στ, ἐὰν σχῶ. ὑπὲρ μίαν δὲ συλλαβὴν βαρύνεται καὶ περισπᾶται. καὶ περισπῶνται μὲν, ἡνίκα ἔχωσι τὴν μετοχὴν εἰς ΕΙΣ
20μετ’ ὀξείας τάσεως καὶ διὰ τοῦ ΝΤ κλινομένην· τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, τιθείς τιθέντος ἐὰν τιθῶ· ἢ ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν συνῃρημένων· ἐὰν ποι, ἐὰν
βο, ἐὰν χρυσῶ. ἡνίκα δὲ μὴ ὦσι τοιαῦτα, βαρύ‐190

191

νονται· ἔφαγον ἐὰν φάγω, εἶπον ἐὰν εἴπω, τέτυφα ἐὰν τετύφω, τέτυπα ἐὰν τετύπω. σεσημείωται τὸ ἐὰν εἰδῶ, οὗ ἡ μετοχὴ ὁ εἰδώς τοῦ εἰδότος, εἰ καὶ ἀπὸ τοῦ εἰδέω.
5 Τὰ εἰς Ω ὑποτακτικὰ τῶν ἀορίστων παθητικῶν περισπῶνται· ἐὰν ληφθ, ἐὰν τυφθῶ, διὸ καὶ τὸ ἐὰν ἐγκαταλιπῶ ὑπὸ σοῦ περισπᾶται. τότε γὰρ τὰ τοιαῦτα ὑπὲρ μίαν συλλαβὴν περισπῶνται, ὅτε ἔχου‐ σιν ἀπαρέμφατον εἰς ΝΑΙ, ὡς τὸ ἐὰν νυγῶ νυγῆναι,
10καὶ μετοχὴν εἰς ΕΙΣ ὁ νυγείς καὶ τὸ εὐκτικὸν εἰς ΗΝ καθαρὸν νυγείην. ὁμοίως ἐὰν δαρῶ δαρείην. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, βαρύνεται· ἐὰν δράμω· δραμεῖν γὰρ καὶ δράμοιμι, ἐὰν φύγω φυγεῖν καὶ φύγοιμι. Τὰ δεύτερα καὶ τρίτα τῶν ὁριστικῶν ὁμοτονεῖ τοῖς
15πρώτοις, ἐὰν ἰσοσυλλαβῇ· λείπω λείπεις λείπει, ποιῶ ποιεῖς ποιεῖ. τὸ δὲ πνεῖ καὶ ῥεῖ καὶ πλεῖ οὐκ ἰσοσυλλαβεῖ. οὕτω καὶ ἐπὶ μέλλοντος· νοήσω νοήσεις νοήσει, καὶ ἐπὶ ὑποτακτικῶν· ἐὰν λέγω ἐὰν λέγῃς λέγῃ, ἐὰν βοῶ βοᾷς βοᾷ.
20 Τὰ εἰς ΜΙ λήγοντα ὁριστικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, καὶ τὰ τρίτα ὁμοτονοῦσι τοῖς ἰδίοις πρώ‐ τοις· τίθημι τίθης τίθησι, δίδωμι δίδως δίδωσι ..... φημί φής φησί, εἰμί εἶς εἶ ἐστί. Τὰ εἰς ΜΙ εὐκτικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν·
25τύπτοιμι τύποιμι ποιοῖμι χρυσοῖμι βοῷμι.191

192

Τὰ δεύτερα καὶ τρίτα τῶν εἰς ΜΙ εὐκτικῶν ὁμο‐ τονοῦσι τοῖς ἰδίοις πρώτοις· τύπτοιμι τύπτοις τύπτοι, ποιοῖμι ποιοῖς ποιοῖ, βοῷμι βοῷς βοῷ. Πᾶς παρακείμενος ὁριστικὸς εἰς Α λήγων ὑπερδι‐
5σύλλαβος ἁπλοῦς προπαροξύνεται· τέτυφα πεποίηκα. ὁμοίως καὶ ὁ ἀόριστος· ἔτυψα ἐποίησα. τὸ δὲ ἧψα καὶ οἶδα δισύλλαβα καὶ τὸ συνῆψα σύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ Α μακρόν. Τὰ εἰς ΘΑ ἐν δευτέροις προσώποις ὑπερδισύλλαβα
10προπαροξύνεται· λάβησθα ἔφησθα οἴδησθα. τὰ μέντοι δισύλλαβα προπερισπᾶται· φῆσθα ἦσθα. Καὶ τὰ εἰς ΘΑ δὲ πρῶτα πρόσωπα προπαροξύ‐ νονται· τυπτόμεθα νικώμεθα χρυσούμεθα. Πᾶν ῥῆμα εἰς Ν μακροκατάληκτον ὑπὲρ μίαν συλ‐
15λαβὴν πρὸ μιᾶς τοῦ τέλους ἔχει τὴν ὀξεῖαν· ἐνόουν ἐδείκνυν ἔγνων ἐγεγράφειν νυγείην διδοί‐ μην ἐτυπέτην ἔστων. τὸ δὲ ἐχρῆν καὶ ἦν πε‐ ρισπᾶται. Πᾶν πρόσωπον ὁριστικὸν, εἴτε ἑνικὸν εἴτε πλη‐
20θυντικὸν, ἁπλοῦν ὑπὲρ δύο συλλαβὰς, προπαροξύνεται· ἔγραφον ἐγώ καὶ ἔγραφον ἐκεῖνοι, ἔτυπον ἐγώ καὶ ἔτυπον ἐκεῖνοι. τὸ δὲ εἶχον (ἐξ οὗ τὸ κατεῖ‐ χον) καὶ ἄλλα περισπᾶται, ὡς δισύλλαβον. τὰ γὰρ δι‐ σύλλαβα ἢ προπερισπῶνται ἢ παροξύνονται κατὰ τοὺς
25κανόνας· μακρᾶς γὰρ οὔσης τῆς παραληγούσης προπε‐192

193

ρισπῶνται· ἦλθον εὗρον εἶχον εἶδον καὶ τἄλλα· βραχείας δὲ τῆς παραληγούσης παροξύνονται· ἴδον ἔσχον. Τὰ εἰς ΟΝ προστακτικὰ τοῦ πρώτου ἀορίστου
5ὑπερδισύλλαβα προπαροξύνονται· ἄκουσον νόησον φίλησον· δισύλλαβα δὲ ὄντα παροξύνονται, ἢ προπε‐ ρισπῶνται κατὰ τοὺς κανόνας· νεῖμον κρῖνον εἶ‐ πον (ἀντὶ τοῦ εἰπέ) τύψον λέξον γράψον. Πᾶν δεύτερον πρόσωπον εἰς Σ λῆγον παρῳχημέ‐
10νου χρόνου ὑπὲρ μίαν συλλαβὴν λήγοντος ἢ εἰς Ν ἢ εἰς Α ὁμοτονεῖ τῷ πρώτῳ· ἐνύγην ἐνύγης, ἐδάρην ἐδάρης, τέτυφα τέτυφας, ἔτυψα ἔτυψας, ἔτυπον ἔτυπες. ἔτι καὶ τὰ τρίτα ὁμοτονεῖ τοῖς δευτέροις· ἔλαβες ἔλαβεν, ἔτυψας ἔτυψεν.
15 Τὰ εἰς ΜΑΙ ὁριστικὰ προπαροξύνονται, ἢ προ‐ περισπῶνται. τὰ μὲν οὖν βραχείᾳ παραληγόμενα προ‐ παροξύνονται· λέγομαι ἵσταμαι δίδομαι. τὰ δὲ φύσει μακρᾷ ἁπλᾶ ὄντα προπερισπῶνται· κεῖμαι ἧμαι ποιοῦμαι γελῶμαι, ὑπεσταλμένων τῶν τῆς Αἰολί‐
20δος διαλέκτου ἀκάχημαι γὰρ καὶ ἀλάλημαι καὶ τοῦ παρακειμένου. οὗτος δὲ προπαροξύνεται ὁμότονος ὢν τῷ ἰδίῳ ἐνεργητικῷ· νενόηκα νενόημαι, πεποίηκα πεποίημαι. τὸ δὲ κατάκειμαι καὶ κάθημαι προπαροξύνει σύνθετα ὄντα.
25Τὰ εἰς ΤΑΙ τρίτα ὁμοφωνεῖ τοῖς εἰς ΜΑΙ πρώ‐193

194

τοις· τύπτομαι τύπτεται, πεποίημαι πεποίηται, ποιοῦμαι ποιεῖται, οἴομαι καὶ οἶμαι οἴεται. Τὰ δεύτερα πρόσωπα τῶν εἰς ΜΑΙ ἰσοσυλλαβοῦντα μὲν τοῖς πρώτοις καὶ ὁμοτονεῖ αὐτοῖς· τίθεμαι τίθε‐
5σαι, δίδομαι δίδοσαι, πεποίημαι πεποίησαι. ἐν‐ δέοντα δὲ μιᾷ συλλαβῇ, ἀπὸ μὲν προπαροξυτόνων ὄντα, παροξύνονται· τύπτομαι τύπτῃ, γράφομαι γράφῃ· ἀπὸ δὲ περισπωμένων περισπᾶται· βοῶμαι βοᾷ, ποιοῦ‐ μαι ποιῇ.
10 Τὰ εἰς ΜΑΙ ὑποτακτικὰ προπερισπῶνται μὲν ἀπὸ περισπωμένων ὄντα· ἐὰν νοῶ ἐὰν νοῶμαι, ἐὰν φιλῶ ἐὰν φιλῶμαι· καὶ ὅταν ὦσι παρακειμένου καὶ ὑπερ‐ συντελικοῦ· ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι. βα‐ ρύνονται δὲ ἀπὸ βαρυτόνων ὄντα· ἐὰν τύπτω ἐὰν τύ‐
15πτωμαι, ἐὰν τύπω ἐὰν τύπωμαι. Ζήτησιν δὲ ἔχουσι τοῦ ἐνεστῶτος χρόνου τοῦ ἀπὸ τῶν εἰς ΜΙ, πότε προπαροξύνονται καὶ πότε προπερι‐ σπῶνται; καὶ ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωσι τὸ ἐνεργη‐ τικὸν ὁριστικὸν ἐν χρήσει, προπερισπῶνται· τίθημι ἐὰν
20τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι, δίδωμι ἐὰν διδῶ‐ μαι. εἰ δὲ μὴ ἔχωσι τὸ ἐνεργητικὸν ἐν χρήσει, προ‐ παροξύνεται· δύναμαι ἐὰν δύνωμαι (τὸ γὰρ δύνημι οὐκ ἐν χρήσει) ἐπίσταμαι ἐὰν ἐπίστωμαι. Τὰ δεύτερα τῶν εἰς ΜΙ προστακτικῶν βαρύνεται,
25ὁπότε ... προπαροξύνονται κατὰ τὸ δεύτερον πρόσωπον ὑπὲρ
δύο συλλαβὰς ὑπάρχον· ἐτίθεσο ἐδίδοσο ἐπεποίησο194

195

ἔκεισο. τὸ δὲ ἧσο προπερισπᾶται ὡς δισύλλαβον. εἰ δὲ μακρᾷ λήγουσιν, ἀορίστου μὲν ὄντα παροξύνονται· ἐγρά‐ ψω ἐποιήσω ἐγένου ἐλάβου· παρατατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται· ἐλεγόμην ἐλέγου.
5εἰ δὲ ἀπὸ περισπωμένων ῥημάτων, περισπῶνται· ἐποιού‐ μην ἐποιοῦ, ἐνικώμην ἐνικῶ. Τῶν εἰς ΜΗΝ εὐκτικῶν τὰ δεύτερα πρόσωπα εἰς Ο καταλήγουσι καὶ ἢ προπαροξύνονται ἢ προπερισπῶνται. προπερισπῶνται μὲν τὰ δισύλλαβα· σχοίμην σχοῖο, δοί‐
10μην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰς ΜΙ λήγουσι· νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βοῴμην βοῷο. Ὁμοίως δέ ἐστιν εἰπεῖν, ὅσα ἀπὸ τῶν εἰς ΜΙ ὁρι‐ στικῶν εἰσι καὶ ἔχουσι τὰ εὐκτικὰ [μὲν] ἐνεργητικὰ εἰς ΗΝ καθαρὸν, προπερισπῶνται· τίθημι τιθείμην τι‐
15θεῖο (τιθείην γὰρ τὸ εὐκτικόν). τὸ δὲ δυναίμην δύ‐ ναιο προπαροξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρή‐ σει, οὔτε δυναίην εὐκτικόν. προπερισπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου· δεδοίμην δεδοῖο, πεποιήμην πε‐ ποιῇο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόσωπα εἰς Ο
20λήγοντα προπαροξύνονται· τυπτοίμην τύπτοιο, λεγοί‐ μην λέγοιο, τετυψοίμην τετύψοιο. Τὰ εἰς ΤΟ τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖς οἰ‐
κείοις δευτέροις· νοοῖο νοοῖτο, τύπτοιο τύπτοιτο.195

196

Τὰ εἰς ΤΟ τρίτα τῶν ὁριστικῶν ὑπερδισύλλαβα ὄντα τότε προπερισπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα πε‐ ρισπῶνται· ἐνοοῦ ἐνοεῖτο. ὅτε δὲ τὰ δεύτερα μὴ περισπᾶται, τὰ τρίτα προπαροξύνεται· ἐδέξω ἐδέξατο,
5ἐγένου ἐγένετο. ἧσο δὲ (τὸ ἐκαθέζου) καὶ ἧτο τὸ τρίτον, καὶ πλεονασμῷ τοῦ Σ ἧστο, προπερισπῶνται. Πᾶν μονοσύλλαβον προστακτικὸν μακροκαταληκτού‐ μενον περισπᾶται· θλᾶ κλᾶ ζῆ τῆ (ἀντὶ τοῦ δέξαι). βραχυκατάληκτον δὲ ὀξύνεται· σπές σχέ ἕς (ἀφ’ οὗ
10τὸ ἄφες) δός φρές (τὸ φέρε). Τὰ εἰς ΘΙ προστακτικὰ βαρύνονται· τύπηθι δά‐ ρηθι τύφθηθι (καὶ τύφθητι) βῆθι στῆθι ἴσθι (τὸ γίνωσκε). τὸ φαθί ὀξύτονον σεσημείωται. Πᾶν προστακτικὸν ὑπὲρ μίαν συλλαβὴν ὁμοιοκα‐
15τάληκτον τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονόν ἐστιν αὐτῷ· ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτύπτου τύ‐ πτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖς πε‐ ρισπᾶται. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύ‐ νουσι.
20 Τὰ εἰς ΑΙ ὑπερδισύλλαβα προστακτικὰ προπαροξύ‐ νονται· ποίησαι ἄσπασαι. τὸ δὲ λοῦσαι καὶ δέ‐
ξαι καὶ κτῆσαι βαρύνονται ὡς δισύλλαβα.196

197

Πᾶν ἀπαρέμφατον ἢ εἰς Ν λήγει ἢ εἰς ΑΙ. Καὶ τὰ εἰς Ν μακροκατάληκτα δύο ἔχει τόνους· ἢ γὰρ βα‐ ρύνονται ἢ περισπῶνται. καὶ τὰ μὲν μονοσύλλαβα πε‐ ρισπῶνται· πλεῖν ῥεῖν ζῆν δρᾶν· τὰ μέντοι ὑπὲρ
5μίαν συλλαβὴν ἢ βαρύνεται ἢ περισπᾶται. βαρύνεται μὲν τὰ ἀπὸ βαρυτόνων χρόνων ἐνεστῶτος καὶ μέλλον‐ τος· τύπτειν τύψειν ποιήσω ποιήσειν. τότε δὲ περισπᾶται, ὅτε καὶ τὰ ὁριστικὰ περισπῶνται· ποιῶ ποιεῖν, (κ)τυπῶ (κ)τυπεῖν, στελῶ στελεῖν, χρυσῶ
10χρυσοῦν. τὰ δὲ εἰς Ν τοῦ δευτέρου ἀορίστου ἄκλιτα περισπῶνται, ὥσπερ καὶ τὰ περισπώμενα· δραμεῖν φα‐ γεῖν πιεῖν ἐλθεῖν. τὸ δὲ πέφνειν σεσημείωται. Τὰ δὲ εἰς ΑΙ λήγοντα ἀπαρέμφατα πάντα βαρύνε‐ ται· τύψαι τυφθῆναι τετύφθαι τύπτεσθαι.
15tΠερὶ τῶν συνθέτων ῥημάτων καὶ ἔτι περὶ μετοχῶν.
16tΒιβλίον ιζʹ.
17 Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύν‐ θετον προπαροξύνεται· φημί σύμφημι, ἐστί σύνε‐
20στι, εὑρέ ἔφευρε (τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βα‐ ρυτόνου ἐγένετο) εἰπέ κάτειπε. εἰ δὲ μονοσύλλαβον
εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον παροξύνεται· δός ἀπόδος,197

198

θές ἐπίθες. σεσημείωται τὸ προές (τὸ ἄφες), σχές ἐπίσχες, σπές ἐνίσπες, χρή ἀπόχρη. (τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περισπωμένου ἐγένετο.) Τὰ εἰς Ω μονοσύλλαβα ἐπὶ ἐνεστῶτος μετὰ προ‐
5θέσεως συντεθειμένα τὴν περισπωμένην φυλάττει καὶ ἐν τῇ συνθέσει· σμῶ περισμῶ, ἀθλῶ συναθλῶ, κλῶ συγκλῶ. πρόσκειται „ἐπὶ ἐνεστῶτοσ“ διὰ τὸ σχῶ παράσχω· τοῦτο γὰρ δευτέρου ἀορίστου ἐστί. πρόσ‐ κειται „μετὰ προθέσεωσ“ διὰ τὸ ἄζω (τὸ ξηραίνω).
10τοῦτο γὰρ ἀπὸ τοῦ Α στερητικοῦ μορίου καὶ τοῦ ζῶ. Πᾶν ῥῆμα ὁριστικὸν εἰς Ω ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει φυλάττει τὸν αὐτὸν τόνον· γράφω κα‐ ταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμο‐
15γλυφῶ καὶ ἀσθενῶ καὶ εὐσεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουσι τὸν τόνον· οὐ γὰρ ἀπὸ ῥημάτων συνετέ‐ θησαν. Πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχό‐ μενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν φυλάττει τόνον
20καὶ ἐν τῇ συνθέσει· εἶχον κατεῖχον, ἧψα συνῆψα, εἶπον ἐξεῖπον, εὗρον ἐξεῦρον, πλὴν τοῦ εἶξεν ὑπό‐ ειξεν, εἶκον ἐπίεικον. τὸ δὲ οἶδα σύνοιδα Αἰο‐ λικόν· χαίρουσι γὰρ οἱ Αἰολεῖς ἀναβιβάζειν τοὺς τό‐ νους, ὥσπερ ἐπὶ τοῦ Ἀτρεύς Ἄτρευς. πρόσκειται „ἀπὸ
25φωνήεντος ἀρχόμενα“ διὰ τὸ σχές περίσχες, κεῖτο κα‐198

199

τέκειτο. πρόσκειται „ἀπὸ φύσει μακρᾶσ“ διὰ τὸ ἷζε ἔφιζε. πρόσκειται „ὁριστικὸσ“ διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε. [Ὅτι πᾶσα συλλαβὴ περισπωμένη φύσει μακρά ἐστι,
5καὶ οὐ θέσει οὔτε βραχεῖα. Ὅτι πᾶσα λέξις ὀξύτονος ἐν τῇ συνεπείᾳ κοιμίζει τὴν ὀξεῖαν εἰς τὴν βαρεῖαν χωρὶς τοῦ τίς. ὅπερ φυ‐ λάττει τὴν ὀξεῖαν, [καὶ] χωρὶς εἰ μὴ στιγμὴ ἐπιφέροιτο, ἢ ἐγκλιτικόν ἐστι.
10 Ὅτι πᾶσα λέξις μὴ περισπωμένη ἢ ὀξυνομένη βα‐ ρύνεται. Ὅτι ἡ ὀξεῖα καὶ ἡ βαρεῖα συνερχόμεναι εἰς συναί‐ ρεσιν περισπωμένην ἀποτελοῦσι, χωρὶς εἰ μὴ τονικὸν κωλύσῃ παράγγελμα, ὡς ἐπὶ τοῦ ἀδελφιδέος ἀδελφι‐
15δοῦς, καὶ θυγατριδέος θυγατριδοῦς· ταῦτα γὰρ συναιρεθέντα οὐκ ὀξεῖαν, ἀλλὰ περισπωμένην ἔσχον. Ὅτι ἡ ὀξεῖα καὶ δύο βαρεῖαι εἰς ὀξεῖαν καὶ βα‐ ρεῖαν συνέρχονται· Διομήδεος Διομήδους, χωρὶς εἰ μὴ τονικὸν κωλύσῃ παράγγελμα.
20 Ὅτι δασυνομένου φωνήεντος ἐπιφερομένου, τὸ προη‐ γούμενον ψιλὸν τρέπεται εἰς τὸ ἀντίστοιχον δασὺ· κατὰ ἡμῶν καθ’ ἡμῶν. τὸ δὲ ἀνάπαλιν οὔ, εἰ μὴ κατὰ διάλεκτον τραπῇ· τὸ γὰρ ἀμπέχεσθαι Αἰολικόν ἐστι.]
[Ἔτι περὶ συνθέτων ῥημάτων.199

200

Πᾶν ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν, τρί‐ την ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν ἐν τῇ συνθέσει· εἰ δὲ μονοσύλλαβον, πρὸ τέλους. τῶν μὲν οὖν δισυλλάβων
5καὶ ποιούντων τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν μαρτυρία τοιαύτη ἐστὶν· φημί ἀπόφημι, εἰμί σύνειμι, ἐσμέν σύνεσμεν, εἰπέ κάτειπε, ἐλθέ ἄπελθε. τῶν μέν‐ τοι μονοσυλλάβων· θές ἐπίθες, δός ἀπόδος, σχές ἐπίσχες.
10 Τὰ εἰς Ω λήγοντα φυλακτικά εἰσι τοῦ αὐτοῦ τό‐ νου ἐν τῇ συνθέσει· κλῶ κατακλῶ, ζῶ συζ. ἀλῶ ἀπὸ τοῦ Α καὶ λῶ. Πᾶν ῥῆμα εἰς Ω ὑπὲρ μίαν συλλαβὴν, εἴτ’ ἐπ’ ἄλλου χρόνου, ἐν τῇ συνθέσει τὸν αὐτὸν τόνον φυλάτ‐
15τει, χωρὶς εἰ μὴ μέσον ὄνομα πίπτοι· γράφω κατα‐ γράφω, βαίνω καταβαίνω. Πᾶν εἰς ΜΙ ὑπερδισύλλαβον προπαροξύνεται, ὁ‐ μοίως καὶ τὰ ἀπὸ τούτων· τίθημι τίθεμαι τίθεσαι τίθεται, ἵστημι ἵσταμαι, δίδωμι δίδομαι δίδοτε δίδο‐
20μεν δίδοται.] Πᾶσα μετοχὴ εἰς ΩΝ ἢ ἐνεστῶτός ἐστι καὶ παρα‐ τατικοῦ ἢ δευτέρου ἀορίστου ἢ μέλλοντος. αἱ μὲν οὖν τοῦ ἐνεστῶτος καὶ μέλλοντος ἢ βαρύνονται ἢ περισπῶν‐ ται. καὶ τότε μὲν ἡ μετοχὴ βαρύνεται, ὅτε τὸ ῥῆμα
25βαρύνεται· τύπτω τύπτων, γράφω γράφων, γράψω200

201

γράψων, ποιήσω ποιήσων. τότε δὲ περισπᾶται, ὅτε τὸ ῥῆμα περισπᾶται· ποιῶ ποιῶν, βοῶ βοῶν, τυπῶ τυπῶν. Αἱ δὲ εἰς ΩΝ τοῦ δευτέρου ἀορίστου ὀξύνονται·
5λαβών τυπών φαγών, πλὴν τοῦ πέφνων βαρυ‐ νομένου. τὸ δὲ ἑκών ἠκολούθησε τοῖς προειρημένοις, ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ. Αἱ εἰς ΑΣ τοῦ πρώτου ἀορίστου βαρύνονται· τύ‐ ψας ποιήσας, μεθ’ ὧν καὶ ἡ ἴσας ἀπὸ τοῦ ἴσημι.
10 Αἱ δὲ εἰς ΩΣ τῶν παρακειμένων ὀξύνονται· τε‐ τυφώς τετυπώς ἑστώς βεβώς. Πᾶσα μετοχὴ εἰς Σ λήγουσα ἀρσενικὴ μακροκατά‐ ληκτος ὀξύνεται, ὑπεσταλμένων τῶν μετοχῶν τοῦ πρώ‐ του ἀορίστου ἐνεργητικοῦ, περὶ οὗ εἴπομεν· τυφθείς
15δαρείς τυπείς τιθείς ἱστάς στάς φθάς δι‐ δούς πηγνύς ὀλλύς ὀμνύς. πρόσκειται „μακρο‐ κατάληκτοσ“ διὰ τὰς εἰς ΜΕΝΟΣ μετοχάς· αὗται γὰρ πᾶσαι προπαροξύνονται· τυπτόμενος τυψόμενος τυψάμενος τυπούμενος, πλὴν τῶν τοῦ παρα‐
20κειμένου παροξυτονουμένων· τετυμμένος πεποιη‐ μένος· εἰ μὴ καὶ αὗται πάθωσι· τότε γὰρ ἀναβιβά‐ ζουσι καὶ αὗται τὸν τόνον, μὴ οὖσαι ὑπὲρ τρεῖς συλ‐
λαβὰς· ὄρκα ὄρμαι ὄρμενος, ἥδω ἥσω ἧσμαι ἡσμένος201

202

καὶ ἄσμενος. πρόσκειται „ὑπὲρ τρεῖς συλλαβὰσ“ διὰ τὸ ἀκαχῶ ἀκαχήσω ἠκάχημαι ἀκαχημένος. ... Αἱ εἰς Η λήγουσαι θηλυκαὶ παροξύνονται· τυ‐ πτομένη τετυμμένη.
5 Αἱ εἰς Α θηλυκαὶ προπαροξύνονται ἢ προπερι‐ σπῶνται. καὶ προπερισπῶνται μὲν, ὅσαι ἀπὸ ὀξυτόνων εἰσὶν ἀρσενικῶν ἢ περισπωμένων· νοῶν νοοῦσα, εὐ‐ φρανῶν εὐφρανοῦσα, τυπείς τυπεῖσα, τετυφώς τετυφυῖα. προπαροξύνονται δὲ, ὅσαι ἀπὸ βαρυτό‐
10νων εἰσὶν ἀρσενικῶν· λέγων λέγουσα, τύψων τύ‐ ψουσα, ποιήσας ποιήσασα. Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦσι τοῖς ἰδίοις ἀρσε‐ νικοῖς· ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήσας τὸ ποιῆσαν, εἰ καὶ
15μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. Αἱ συντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουσι τὸν τό‐ νον· ἐλθών ἀνελθών, βάς ἀναβάς, πατῶν περι‐ πατῶν. εἰ δὲ ἀναβιβάσωσι τὸν τόνον, οὐκέτι μένουσι μετοχαὶ, ἀλλ’ ὀνόματα γίνονται· τλάς Ἄτλας, βάς
20Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών καὶ ἀέκων.
21tΠερὶ τόνου ἄρθρων ἀντωνυμιῶν καὶ προθέσεων.
22tΒιβλίον ιηʹ.
23Αἱ εὐθεῖαι καὶ αἰτιατικαὶ τῶν ἄρθρων ὀξύνονται·
ὅ τόν οἵ τούς οὕς ἥ ἥν τήν τά ἅ. αἱ γενικαὶ202

203

καὶ δοτικαὶ περισπῶνται· τοῦ τῷ τοῖν ταῖν τῆς τῇ τοῦ τῷ τῶν ταῖς τοῖς. καὶ τὸ ὦ τῆς κλητικῆς περισπᾶται. Αἱ πρωτότυποι ἀντωνυμίαι, μὴ οὖσαι μονοπρόσω‐
5ποι, ἑνικαὶ μὲν οὖσαι ὀξύνονται· ἐγώ σύ ἵ ἐμοί σοί οἵ ἐμέ σέ ἕ, ὑπεσταλμένων τῶν γενικῶν καὶ δοτικῶν τοῦ τρίτου προσώπου, αὗται γὰρ περισπῶνται ......· νῶϊν νῷν κατὰ συναίρεσιν, ὥσπερ καὶ τὸ σφῶϊν σφῷν τῆς περισπωμένης φυλαττομένης. καὶ πάλιν νῶϊ
10σφῶϊ· αὗται δὲ πάσχουσιν ἀποκοπὴν καὶ ὀξύνονται· νώ σφώ. τὸ γὰρ ἐν τοῖς δυϊκοῖς Ω ἀποστρέφεται τὴν περισπωμένην, διὸ τὼ καλώ, τὼ σοφώ. πρόσκειται „ὑπεσταλμένων τῶν τοῦ τρίτου προσώπου“, ἐπειδὴ αὗ‐ ται ὀξύνονται· σφωέ σφωΐν. πληθυντικαὶ δὲ οὖσαι
15περισπῶνται· ἡμεῖς ὑμεῖς σφεῖς ἡμῶν ὑμῶν σφῶν ἡμῖν ὑμῖν ἡμᾶς ὑμᾶς. ἡ σφίν ὀξύνεται· συνεσταλμένον γὰρ ἔχει τὸ Ι. τὴν σφᾶς οἱ μὲν ὀξύ‐ νουσι, οἱ δὲ περισπῶσι. Αἱ μονοπρόσωποι μονοσύλλαβοι μὲν οὖσαι ὀξύνον‐
20ται· μίν καὶ νίν. ὑπὲρ μίαν δὲ συλλαβὴν οὖσαι καὶ μὴ ἔχουσαι τὴν διὰ τοῦ Ι ἐπέκτασιν βαρύνονται· οὗ‐ τος ἐκεῖνος ὅδε, ὑπεσταλμένης τῆς αὐτός ὀξυτό‐ νου καὶ τῆς ὁ δεῖν περισπωμένης. τὰ δὲ ἐπέκτασιν
πάσχοντα ὀξύνεται· οὑτοσί ἐκεινοσί ὁδί. μονο‐203

204

πρόσωποι δὲ λέγονται ὡς μὴ ἔχουσαι δεύτερα καὶ τρίτα πρόσωπα. Αἱ παράγωγοι ἀντωνυμίαι αἱ εἰς ΕΘΕΝ μὲν οὖ‐ σαι βαρύνονται· ἐμέθεν σέθεν ἕθεν· αἱ δὲ διὰ τοῦ
5ΔΑΠΟΣ ἐκφερόμεναι ὀξύνονται· ἡμεδαπός ὑμε‐ δαπός. Αἱ εἰς ΟΣ κτητικαὶ ἀντωνυμίαι διὰ τοῦ ΤΕΡΟΣ μὲν ἐκφερόμεναι προπαροξύνονται· νωΐτερος σφωΐ‐ τερος ὑμέτερος ἡμέτερος σφέτερος· μὴ διὰ
10τοῦ ΤΕΡΟΣ δὲ ὀξύνονται· ἐμός σός ἑός. Πᾶσα πρόθεσις ὀξύνεται δισύλλαβος· ἀνά κατά διά μετά παρά ἀντί ἐπί περί ἀμφί ἀπό ὑπό ὑπέρ, εἰ μὴ κατὰ ἀναστροφὴν παραληφθῶσι· τότε γὰρ βαρύνονται, οἷον· ἄστυ κάτα Ξανθοῖο. εἰσὶ
15δὲ προθέσεις δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτο‐ νούμεναι δέκα· ἀνά διά ἀμφί ἀντί σύν ἐξ εἰς ἐν πρός πρό. ἐγκλινόμεναι δὲ καὶ ἀναστρεφόμεναι ὀκτὼ· κατά μετά παρά περί ἀπό ἐπί ὑπό ὑπέρ.
19t[Αἱ ὀρθοτονούμεναι.
20ἀνά ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτιατικῇ· ἀνὰ στρατόν. κατὰ δὲ Ἀττικοὺς καὶ Ἴωνας δοτικῇ· χρυσέῳ ἀνὰ σκήπτρῳ, ἀντὶ ... σύν. Ἡ διά ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ καὶ αἰτιατικῇ· διὰ προμάχων, διὰ δρυμὰ πυκνά.
25ἀμφί ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ
δοτικῇ καὶ αἰτιατικῇ.204

205

ἀντί ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ. Ἡ σύν καὶ ξύν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δο‐ τικῇ. Ἡ ἐξ καὶ ἐκ ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ.
5εἰς καὶ ἐς ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτια‐ τικῇ καὶ γενικῇ ἀττικῶς. Ἡ ἐν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δοτικῇ καὶ γε‐ νικῇ ἀττικῶς. Ἡ πρός ὀρθοτονουμένη γενικῇ καὶ δοτικῇ καὶ
10αἰτιατικῇ. Ἡ πρό ὀρθοτονουμένη γενικῇ. Αἱ δὲ ἐγκλινόμεναι καὶ ἀναστρεφόμεναι αἵδε. Ἡ κατά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ.
15μετά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ δοτικῇ καὶ αἰτιατικῇ. τὸ δὲ μετά σφισιν ἀντὶ ... ἐν. Ἡ παρά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ δοτικῇ καὶ αἰτιατικῇ. Ἡ περί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ δο‐
20τικῇ καὶ αἰτιατικῇ. Ἡ ἐπί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ συντάσσεται. Ἡ ὑπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ δο‐
τικῇ καὶ αἰτιατικῇ.205

206

ἀπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ. Ἡ ὑπέρ ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ. Τὸ περὶ τῆς συντάξεως αὐτῶν διεξοδικώτερον παν‐
5ταχοῦ εὕρηται.]
6tΠερὶ τόνου τῶν ἐπιῤῥημάτων καὶ συνδέσμων.
7tΒιβλίον ιθʹ.
8Τὰ ἐπιῤῥήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνονται. Πᾶν δὲ μονοσύλλαβαν ἐπίῤῥημα ὀξύνεται· ἄψ μάψ,
10δάξ (παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται) λάξ πύξ μίξ καὶ ἀπρίξ, χθές δίς τρίς, πρίν, μύ (τὸ θρηνητικὸν) μά νή. τούτοις ὁμοίως ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ στερητικὰ μόρια· ζά δά δύς νό νέ νή ἐρί ἀρί, ἃ οὐδέποτε καθ’ αὑτὰ λέγονται, ἀλλ’ ἐν συν‐
15θέσει. Τὰ ἔχοντα φύσει μακρὰν μονοσύλλαβα ὄντα πὴ μὲν περισπᾶται, πὴ δὲ ὀξύνεται. τὰ μὲν οὖν πυσμα‐ τικὰ περισπῶνται· ποῦ πῆ ποῖ πῶς. ἀνταποδο‐ τικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον· ὅπως
20ὅπη ὅποι ὅπου. περισπᾶται δὲ καὶ ὅσα ἔχει δί‐
χρονον ἐκτεταμένον· ἆ νῦν γρῦ κρῖ, ὁπότε ἐκτείνε‐206

207

ται, ὁπότε δὲ συστέλλεται, ὀξύνεται. τὸ δὲ λί ὀξύνεται ὡς ἔχον Ι. Τὰ μέντοι μονοσύλλαβα ἔχοντα τὸ Η μὴ προσκει‐ μένου τοῦ Ι ὀξύνεται· νή πλήν δήν ἥ (τὸ ἰσοδυνα‐
5μοῦν τῷ ΩΣ). τὸ δὲ ᾗ (ὅπου) περισπᾶται. Τὰ μέντοι ἔχοντα τὸ Ω ὀξύνεται καὶ βαρύνεται· τώς ὥς. τὸ δὲ οὕτως παροξύνεται. [Λείπει] ........................ ..............................
10 Τὰ εἰς ΩΣ μέγα ἐπιῤῥήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται· ἀληθῶς ἀψευδῶς. τὸ κα‐ θώς καὶ ὥς (ἀντὶ τοῦ οὕτως) ὀξύνεται. Τὰ εἰς Ω ὀξύνεται· ἰώ ὤ. τὸ δὲ τῆς κλητικῆς περισπᾶται· ὦ.
15 Τὰ εἰς ΩΝ πάντα ὀξύνονται· ἐμποδών ἐκπο‐ δών ἐκδεξιών ἐξαριστερών τελευτών χρεών. Τὰ εἰς Σ διὰ τοῦ Η περισπῶνται· ἑξῆς ἐφε‐ ξῆς καθεξῆς. τὰ δὲ διὰ τοῦ Ι ὀξύνεται· δίς τρίς
χωρίς.207

208

Τῶν εἰς Η ληγόντων περισπῶνται ταῦτα· διπλῆ τριπλῆ τριχῆ τετραχῆ ἡσυχῆ πεζῆ πανταχῆ, ὡς ἀπὸ περισπωμένων γινόμενα τῶν διπλῶς τριπλῶς πεζῶς πανταχοῦ. περισπᾶται καὶ τὸ ὁμαρτῇ ἁμαρτῇ
5κομιδῇ πῆ ᾗ (ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά). ὀξύνεται δὲ ταῦτα· ὠή ἰωή δηλαδή. Ὀξύνεται καὶ τὸ ἀκμήν. Τὰ εἰς Ι λήγοντα ὀξύνεται· ἀμισθί ἀπνευστί δευρί. προπερισπῶνται δὲ ταῦτα· αὖθι ᾗχι ἶφι. τὸ
10ναίχι δὲ παροξύνεται. Καὶ τὰ εἰς ΑΙ δίφθογγον ὀξύνεται· χαμαί βαβαί. Τὸ δὲ εἴθε καὶ αἴθε παροξύνεται. τὸ χαμάζε δὲ προπερισπώμενον εὗρον, ἀλλ’ ἡ συνήθεια παροξύνει. Τὰ εἰς ΟΙ περισπῶνται· ἐνταυθοῖ Ἰσθμοῖ
15πο. οἴκοι δὲ (ἀντὶ τοῦ εἰς τὸν οἶκον) παροξύνεται. Τὰ εἰς ΟΙ καὶ εἰς ΑΙ σχετλιαστικὰ παραλόγως περισπῶνται· ὀττοτοῖ εὐοῖ παπαῖ ἀταταῖ, πλὴν τοῦ αἴ οὐαί βαβαί. παροξύνεται δὲ τὸ οἴμοι ὤμοι.
ἡ δὲ συνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί.208

209

Τὰ εἰς ΕΥ περισπῶνται· φεῦ ἐλελεῦ εὖ. Καὶ τὰ εἰς ΟΥ περισπῶνται· πανταχοῦ ἀλλα‐ χοῦ ἀγχοῦ ὁμοῦ αὐτοῦ (ἀντὶ τοῦ εἰς τὸν τόπον αὐτὸν) καὶ τὰ λοιπὰ, πλὴν τοῦ ἰδού ἰού καὶ οὔ (τὸ
5ἀρνητικόν). τοῦτο καὶ ἐν τῇ συνηθείᾳ ὀξύνεται. Τὰ εἰς Υ ὀξύνεται· ἰθύ εὐθύ μεσηγύ. σὺν τούτοις καὶ τὸ εὐθύς. Τὰ εἰς Ξ ὀξύνεται· ὀδάξ ἀπρίξ. Τὰ εἰς Α· τριχθά τετραχθά ἀναφανδά. καὶ
10τὰ ἄλλως ἔχοντα τὸ Α· ἄψ μάψ λάξ διαμπάξ. Τὰ δὲ διὰ τοῦ Α πρὸ μιᾶς ἔχοντα τὸν τόνον καὶ μακρᾷ παραληγόμενα προπερισπῶνται· ὦκα ἦκα αἶψα οἷα (ἀντὶ τοῦ καθά). τὸ ἅμα παροξύνει τὴν παραλή‐ γουσαν, καὶ τὸ κάρτα διὰ τὸ θέσει μακρόν.
15 Τὰ εἰς ΑΡ προπερισπῶνται· αὐτῆμαρ ἐννῆμαρ. Τὰ ἐρωτηματικὰ περισπῶνται· πῶς ποῦ ποῖ πῆ. τὸ πώποτε προπαροξύνεται καὶ ... προπερισπᾶται. τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται. Πᾶς σύνδεσμος μονοσύλλαβος βραχυκατάληκτος ὀξύ‐
20νεται· γάρ ἄρ ῥά δέ τέ μέν κέν ἄν πέρ. Οἱ εἰς Α σύνδεσμοι ὑπὲρ μίαν συλλαβὴν βαρύνον‐ ται· ἄρα κᾷτα ὄφρα ἵνα ἕνεκα οὕνεκα δῆτα,
πλὴν τοῦ ἀλλά.209

210

Οἱ συμπλεκτικοὶ σύνδεσμοι ὀξύνονται· μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἀτάρ αὐτάρ, ὑπεσταλμένου τοῦ ἤτοι βαρυτόνου. οὗτος γὰρ οὐ μόνον συμπλεκτι‐ κὸς, ἀλλὰ καὶ διαζευκτικός.
5 Αἱ εἰς Σ λήγοντες ὑπὲρ μίαν συλλαβὴν βαρύνον‐ ται· ὅπως ἔμπης ὅμως καίτοι. Πᾶς σύνδεσμος παραπληρωματικὸς ὀξύνεται, χωρὶς εἰ μὴ δίφθογγον τὴν διὰ τοῦ Υ ἔχοι· δή θήν νύ ἄρ ῥά τοί γέ πέρ μήν. αὖ περισπώμενος ἔχων τὸ Υ.
10 Οἱ αἰτιολογικοὶ ὑπὲρ μίαν συλλαβὴν ὄντες βαρύ‐ νονται· ἕνεκα ὄφρα ὅτι χάριν. Οἱ μονοσύλλαβοι σύνδεσμοι ἔχοντες δίφθογγον τὴν διὰ τοῦ Ι ὀξύνονται· τοί καί εἴ (ὅθεν τὸ ἐπεί), ὁ δὲ οὖν περισπᾶται.
15 Ὁ Η σύνδεσμος καὶ ὀξύνεται καὶ περισπᾶται. καὶ ἡνίκα μὲν εὑρεθῇ διαπόρησις μετὰ διαζεύξεως, τότε ὁ Η ἐν τῇ ἀρχῇ ὢν ὀξύνεται, ἐν δὲ τῷ μέσῳ περισπᾶται· ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα. ἡνίκα δὲ εὑρεθῇ διαπόρησις ἄνευ διαζεύξεως, τότε ὁ Η, εἴτε ἐν
20ἀρχῇ εἴτε ἐν μέσῳ εὑρεθῇ, περισπᾶται· ἦ τῷ Ἀχιλ‐ λεῖ ἦ τοῖς Μυρμιδόσιν, ἀντὶ τούτῳ κἀκείνοις. Καὶ ταῦτα μὲν περὶ τόνων, διεξοδικῶς μὲν, ἀλλὰ
τοσοῦτον· οὐ γὰρ ἄλλως κατ’ ἐμὲ οἷόν τ’ ἦν συντεθεῖ‐210

211

σθαι τῷ τὸ μῆκος τῆς Ἡρωδιανοῦ πραγματείας ἐκφυ‐ γεῖν βουλομένῳ. νῦν δὲ περὶ αἰτίας τῆς τῶν τόνων εὑρέσεως καὶ τῶν σχημάτων αὐτῶν διὰ βραχέων διαλη‐ ψόμεθα· ἔτι δὲ περὶ χρόνων καὶ πνευμάτων.
5tΠερὶ τῆς τῶν τόνων εὑρέσεως, καὶ τῶν σχημάτων
6tαὐτῶν, καὶ περὶ χρόνων καὶ πνευμάτων.
7tΒιβλίον κʹ.
8 Οἱ χρόνοι καὶ οἱ τόνοι καὶ τὰ πνεύματα Ἀριστο‐ φάνους ἐκτυπώσαντος γέγονε πρός τε διαστολὴν τῆς ἀμ‐
10φιβόλου λέξεως, καὶ πρὸς τὸ μέλος τῆς φωνῆς συμ‐ πάσης καὶ τὴν ἁρμονίαν, ὡς ἐὰν ἐπᾴδοιμεν φθεγγόμε‐ νοι. σκέψαι δ’, ὡς ἕκαστον αὐτῶν φυσικῶς ἅμα καὶ οἰκείως, καθάπερ τὰ ὄργανα, ἐσχημάτισται καὶ ὠνόμα‐ σται, ἐπειδὴ καὶ ταῦτα ἔμελλε τῷ λόγῳ ὥσπερ ὄργανα
15ἔσεσθαι. ἑώρακε γὰρ καὶ τὴν μουσικὴν οὕτω τὸ μέλος καὶ τοὺς ῥυθμοὺς σημαινομένην, καὶ πὴ μὲν ἀνιεῖσαν, πὴ δ’ ἐπιτείνουσαν, καὶ τὸ μὲν βαρὺ, τὸ δὲ ὀξὺ ὀνο‐ μάζουσαν. εἰ δέ ποτε ἐπᾴδοιμεν, ἢ τέλεον ἐπιτείνοντες, ἢ πάλιν ἀνιέντες, τοῦτο σκληρὸν καὶ μαλακὸν ἐκάλει.
20κατὰ τοῦτο καὶ ὁ Ἀριστοφάνης σημεῖα ἔθετο τῷ λόγῳ211

212

πρῶτα ταῦτα, ἵν’ ἅμα συλλαβῆς καὶ λέξεως γενομένης κανών τις ἕποιτο, καὶ σημεῖον ὀρθότητος· ἔπειτα τρίχα τεμὼν τὴν κίνησιν τῆς φωνῆς, τὸ μὲν εἰς χρόνους, τὸ δὲ εἰς τόνους, τὸ δὲ εἰς αὐτὸ τὸ πνεῦμα. καὶ τοὺς
5μὲν χρόνους τοῖς ῥυθμοῖς ᾔκασε, τοὺς δὲ τόνους τοῖς τόνοις τῆς μουσικῆς. καὶ σημεῖα ἔθετο ἐφ’ ἑκάστῳ καὶ ὀνόματα, τοῖς μὲν χρόνοις τὸ βραχὺ καὶ τὸ μακρὸν ἐπονομάσας, καὶ σχήματα οἰκεῖα ποιησάμενος, τῷ μὲν μακρῷ τὴν εὐθεῖαν γραμμὴν καὶ ἀποτεταμένην (–), τῷ
10δὲ βραχεῖ τὴν συνεστραμμένην καὶ συνέχουσαν ὥσπερ ἑκατέρωθεν τὸν φωνὴν (⏑), τῶν δὲ τόνων τὴν μὲν ἄνω τείνουσαν καὶ εὐθεῖαν, καὶ εἰς ὀξὺ ἀπολήγουσαν, ἐοικυῖαν τοῖς βέλεσι τοῖς ἐφιεμένοις, ὀξεῖαν ἐπονο‐ μάσας (´), τὴν δὲ ἐναντίαν ταύτῃ βαρεῖαν (`). ἐπεὶ
15δὲ ἑώρα τὴν ἔξω τοῦ μέλους λέξιν οὐ κατὰ τὸ βαρὺ μόνον, οὐδ’ ἐν τῷ ὀξεῖ καταμένουσαν, ἀλλὰ καὶ τρίτου τινὸς δεομένην τόνου, τούτου δὴ τοῦ περισπωμένου, πρότερον αὐτῆς τῆς φωνῆς τὴν δύναμιν ἐσκοπεῖτο. Καὶ ἐπεὶ συνέβαινε ταῖς περισπωμέναις λέξεσιν εὐθὺς [ὑπ’]
20ἀρχομένην τὴν φωνὴν ὀξύ τι ὑπηχεῖν, κατατρέπειν δὲ ὡς εἰς τὸ βαρὺ οὐδὲν ἄλλο ἢ μίξιν καὶ κρᾶσιν ἐξ ἀμ‐ φοῖν, τοῦ τε ὀξέος καὶ τοῦ βαρέος ἡγησάμενος εἶναι
τὸ περισπώμενον, οὕτως αὐτῷ καὶ τὸ σχῆμα ἐποιήσατο.212

213

ἐφαρμοσάμενος γὰρ ἀλλήλαις τὰς εὐθείας ἑκατέρας, τήν τε τοῦ ὀξέος καὶ τὴν τοῦ βαρέος, ταύτην εἶναι τὴν περισπωμένην ἔλεγεν, ὧδέ πως αὐτὴν ἐξ ἀμφοῖν τοῖν τόνοιν ἐξ ὧν ἐγένετο (´`) ὀξυβάρειαν ὀνομάζων. ἐπεὶ
5δὲ ὁμοιότητα [αὐτὸ] τὸ σχῆμα τοῦ τόνου πρὸς τῶν γραμμάτων ἔμελλεν ἕξειν τῷ Λ, δεδοικὼς, μή τι ἄρα ἐν τῇ παραθέσει τῶν γραμμάτων παραμιγνύῃ τὴν ἀνά‐ γνωσιν, βραχύ τι τὴν εὐθεῖαν τῶν γωνιῶν κλάσας, καὶ περιτείνας αὐτὰς εἰς ἡμικύκλιον, ἅμα τῷ σχήματι τῆς πε‐
10ρισπωμένης καὶ τὸ ὄνομα ἐπὶ τὸ οἰκειότερόν τε καὶ εὐ‐ φωνότερον μετέβαλεν () ..... ἀλλ’ ἑκάστῳ πνεύματι οὐκ ἀτέχνως οὐδ’ ἀμούσως τὰ σημεῖα ἐπέθετο· καθάπερ οἱ τοῖς αὐλοῖς τὰ τρήματα εὑράμενοι, ἐπιφράττειν αὐτὰ καὶ ὑπανοίγειν ὁπότε βούλοιντο, κέρασί τισιν ἢ βόμβυ‐
15ξιν ὑφολμίοις ἐπετεχνάσαντο, ἄνω καὶ κάτω, καὶ ἔνδον τε καὶ ἔξω στρέφοντες αὐτὰ, οὑτωσὶ κἀκεῖνος ὥσπερ κέ‐ ρατα τὰ σημεῖα ἐποιήσατο τῷ πνεύματι, ἕν τι σχῆμα ἑκατέρῳ σημηνάμενος [τοῦτο δὴ τὸ ἓν ὥσπερ αὐλῷ ἐοι‐ κὸς], ὅπερ ἔνδον καὶ ἔξω στρέφων ἐπιφράττειν τε καὶ
20ὑπανοίγειν τὸ πνεῦμα διέταξεν. ἐπιφράττει μὲν γὰρ
αὐτὸ καὶ ἐπέχει, ὁπότε ψιλοῦν ἐπιτάττοι, ἀφίησι δὲ213

214

καὶ ὑπανοίγει, ἡνίκα ἐπιπνέοντες ἡμεῖς δασέως λέ‐ γειν ἀναγκαζόμεθα. Ἐποιήσατο δὲ καὶ τῇ πεπονθυίᾳ λέξει σημεῖα, τά τε συναληλιμμένα ἡμῖν διακρίνοντα καὶ τὰ συγκείμενα
5καὶ τὰ λελυμένα· οἷον τήν τε ἀπόστροφον νῦν κα‐ λουμένην ἐπὶ τοῖς συναληλιμμένοις τάξας, καὶ τὴν ὑπο‐ διαστολὴν ἐπὶ τοῖς ἀπ’ ἀλλήλων λυομένοις, καὶ αὖ τὴν ὑποτείνουσαν εὐθεῖαν ........ τὰ συγκείμενα, ἣν ὑφὲν οὕτως ὀνομάζομεν, ἐπὶ τοῖς συμπεπλεγμένοις. τὰ
10δὲ σχήματα τούτων σὺν τοῖς ἄλλοις μετ’ ὀλίγα γραφθή‐ σονται. ἀλλὰ καὶ τὰς στιγμὰς σημεῖα εἶναι οὐ μόνον τῇ λέξει, ἀλλὰ δὴ καὶ τοῦ λόγου, διέταξεν ἀνέσεις καὶ ἐποχὰς τῷ πνεύματι καὶ τῇ φωνῇ παρεχόμενος, καὶ χώρας αὐταῖς καὶ δυνάμεις ὡρισμένας διένειμεν. [τρεῖς
15μὲν τὰς πρώτας καὶ κυριωτάτας μόνον νῦν λέξομεν ἐπι‐ τομῆς χάριν· τὰ δὲ αὐτῶν μέρη ἐν τῷ περὶ περιόδων καὶ κώλων διείληπται, καὶ Νικάνωρι τῷ Ἑρμείου ἐν τῷ περὶ καθόλου στιγμῆς γέγραπται.] τὴν μὲν ἀπαρτί‐ ζειν ἀεὶ τὴν διάνοιαν τελείαν στιγμὴν ὑπέθετο, ἣν
20καὶ τίθησιν ἄνω κατὰ τὴν κεφαλὴν τοῦ στοιχείου, τὸ κῦρος ὥσπερ ἔχουσαν τοῦ λόγου, καὶ βαρύνουσαν τὴν φωνήν. τὴν δὲ ὑπὸ τῇ βάσει, ἣν καὶ ὑποστιγμὴν
καλοῦμεν, οὐκ ἀπαρτίζειν μὲν τὴν διάνοιαν ὥρισεν,214

215

πόθεν δὲ τοῦ μέλλοντος εἰρῆσθαι ὑφιέναι μὲν ἠρέμα τοῦ πνεύματος εἰς ὀξὺ τὸ λεῖπον ὥσπερ τοῦ λόγου τη‐ ροίη. τὴν δὲ μέσην καλουμένην ἀμφοτέρων, οὐδὲ αὐ‐ τὴν μὲν ἀπαρτίζειν τὴν διάνοιαν ἔταξεν, ἀναπαύειν δὲ
5ἐν καιρῷ τὸ πνεῦμα ἐπίσης τῇ φωνῇ χρωμένων, ἐπει‐ δὰν ᾖ ὁ λόγος πολὺς καὶ μακρός. ὥρισε καὶ τοῖς τό‐ νοις καὶ τοῖς πνεύμασι τεταγμένως περιπολεῖν τὴν λέξιν, τὸν μὲν ὀξὺν τόνον ἐν ἅπαντι μέρει καθαρῷ τόνου ἅπαξ ἐμφαίνεσθαι δοκιμάσας· καὶ μεμετρημένως ἐπὶ τοῦ πέ‐
10ρατος τῆς λέξεως, ὁπότε καὶ κυριεύοι τοῦ ὀνόματος ἡ παρὰ τὸ πέρας, ἢ τρίτον ἀπὸ τοῦ πέρατος· πόῤῥω γὰρ τοῦδε οὐ πρόεισιν, οὐδ’ ἂν ἐπιμήκιστον εἴη τὸ ὄνομα. ὁπότε δὲ αὐτὸς ἐνσταίη τὴν λέξιν ὁ τόνος, τηνικαῦτα περισπώμενος γίνεται. ἄμφω γὰρ ἅμα ἀδύνατον, ὅτι ἐκ
15τοῦ ὀξέος καὶ τοῦ βαρέος ὁ περισπώμενος, ὥσπερ εἴ‐ ρηται, γέγονεν. φαίνεται δὲ καὶ οὗτος τὰ πολλὰ ἐπὶ τοῦ πέρατος, ..... ἐπιπόῤῥω δ’ εὑρεῖν ἀδύνατον. Ὁ δὲ βαρὺς τόνος, ἅτε καὶ ἁπλοῦς τις ὢν καὶ μικροτέραν ἔχων δύναμιν, ἀτάκτως καὶ ἀμέτρως περίεισι
20τὴν λέξιν ἁπανταχῆ, καὶ πολλάκις καὶ ὅπη τύχοι φαι‐ νόμενος. οὕτω καὶ ἐπὶ τῶν πνευμάτων τὸ μὲν δασὺ κατὰ τὴν ἀρχὴν ἀεὶ φαίνεται, καὶ μέσον ὀλιγάκις, εἰ
συγκέοιτο τὸ ὄνομα· τὸ δὲ ψιλὸν οἷά τε ἀέριον καὶ κε‐215

216

χυμένον ἀπεριόριστον ὂν ἁπανταχῆ. καὶ οἱ χρόνοι δὲ καὶ τὰ σημεῖα τῶν παθῶν τέτακταί πως φυσικῶς.
3tΠερὶ προσῳδιῶν.
4Προσῳδίαι εἰσὶ δέκα· ὀξεῖα, οἷον· θεός, βαρεῖα,
5οἷον· Πὰν, περισπωμένη, οἷον· πῦρ , μακρὰ, οἷον· Ἄρη–ς –, βραχεῖα, οἷον· Ἄρ̆ης ⏑, δασεῖα, οἷον· ἥλιος ʽ, ψιλὴ, οἷον· ἠέλιος ʼ, ἀπόστροφος, οἷον· ὡς ἔφατʼ, ὑφὲν, οἷον· πας͜ιμ͜έλουσα , ὑποδιαστολὴ, οἷον· Δία δ’ οὐκ ἔχε, νήδυμος ὕπνος. Διαιροῦνται
10δὲ αὗται εἰς τέσσαρα· εἰς τόνους, εἰς χρόνους, εἰς πνεύ‐ ματα καὶ εἰς πάθη. Τόνοι μὲν τρεῖς· ὀξεῖα βαρεῖα περισπωμένη. χρό‐ νοι δὲ δύο· μακρά βραχεῖα. πνεύματα δὲ δύο· δασεῖα ψιλή. πάθη δὲ τρία· ἀπόστροφος ὑφέν ὑποδιαστολή.
15 Ὀξύτονον ὄνομα καλεῖται τὸ ἐπὶ τέλους ἔχον ὀξεῖαν, οἷον· σοφός καλός. παροξύτονον καλεῖται τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον ὀξεῖαν, οἷον· φίλος νέος. προπαροξύτονον ὄνομα καλεῖται τὸ πρὸ δύο συλ‐ λαβῶν τοῦ τέλους ἔχον τὴν ὀξεῖαν, οἷον· φιλόσοφος
20φιλόκαλος. περισπώμενον καλεῖται τὸ ἐπὶ τέλους ἔχον τὴν περισπωμένην, οἷον· Ἡρακλῆς Σοφοκλῆς· προπερισπώμενον ὄνομα καλεῖται τὸ πρὸ μιᾶς συλλαβῆς τοῦ τέλους ἔχον τὴν περισπωμένην, οἷον· δῆμος κῆ‐
πος. πρὸ δύω οὖν συλλαβῶν περισπωμένη οὐ τίθεται,216

217

οὔτε ὀξεῖα πρὸ τριῶν συλλαβῶν εὑρίσκεται. ἡ δὲ βα‐ ρεῖα τίθεται τὴν τελευταίαν τρέπων εἰς αὐτὴν, ὅτε ὁ λόγος τρέχει στιγμὴν μὴ ἔχων, οἷον· καλὸς καὶ σο‐ φὸς καὶ σεμνὸς καὶ ἀγαθὸς καὶ εὐσεβὴς ἀνὴρ
5ἐμοὶ συνδραμὼν διελέχθη. πᾶσα λέξις τούτου τοῦ λόγου αὐτὴ καθ’ αὑτὴν ὀξύνεται, ἀλλ’ ἐν τῇ συνδρομῇ τοῦ λόγου μεταβάλλεται εἰς βαρεῖαν· κυλινδροειδὴς γάρ ἐστι, καὶ δείκνυσιν, ὅτι στιγμὴν οὐκ ἔχει. καὶ δηλοῖ διὰ τῆς ἐπικλήσεως αὐτῆς, ὅτι συνδέδεται ἔτι ὁ λόγος, συνα‐
10πτομένης τῆς ἄνω λέξεως τῇ μετ’ αὐτήν. τίθεται καὶ ἐπὶ τέλους, οἷον· Πὰν δή.
12tΠερὶ χρόνων.
13 Τῶν χρόνων οἱ μὲν μακροὶ, οἱ δὲ βραχεῖς. καὶ μακρὸς χρόνος ἐστὶ φωνήεντος ἔκτασις· βραχὺς δὲ τοὐ‐
15ναντίον, οὗ παραδείγματα πάντα τὰ βραχυκατάληκτα. τοῦ δὲ μακροῦ χρόνου ταῦτα. Πᾶν ὄνομα μονοσύλλαβον μακροκατάληκτόν ἐστι φύσει ἢ θέσει, οἷον· στύξ νύξ πᾶς λίς κίς Κάρ· πλὴν τοῦ τίς.
20 Πᾶν ἀρσενικὸν καὶ θηλυκὸν εἰς ἀμετάβολον λῆγον μακροκαταληκτεῖ· Ἀλκμάν παιάν δελφίν ἀκτίν ῥίν Σαλαμίν Κάρ ψάρ μάρτυρ φόρην. σεση‐
μείωται τὸ μάκαρ δάμαρ.217

218

Τὰ εἰς ΑΣ ἀρσενικὰ βαρύτονα, εἴτε ὀνόματα, εἴτε μετοχαὶ, ἐκτείνονται· Αἴας Θόας Αἰνείας λέξας ποιήσας. σεσημείωται τὸ μέγας καὶ τὸ λᾶας. Τὰ εἰς ΑΣ ὀξύτονα, εἰ μὲν εἴη ὀνόματα, συστέλ‐
5λονται, εἰ δὲ μετοχαὶ, ἐκτείνονται· Ἀρκάς φυγάς ἐθάς κιχράς ἱστάς πιμπράς. σεσημείωται τὸ ἱμάς καὶ ἀνδριάς, καὶ ὅσα παρὰ τὸ κέκραμαι· ἰσο‐ κράς ἁλικράς. Τὰ διὰ τοῦ ΥΝΟΣ δισύλλαβα ἐκτείνει τὸ Υ· φρυ‐
10νός γρυνός θυνός. σεσημείωται τὸ πλυνός. Τὰ διὰ τοῦ ΥΝΟΣ ὑπὲρ δύο συλλαβὰς, εἰ μὲν παραλήγει τὸ Σ, συστέλλει τὸ Υ· δεσπόσυνος πί‐ συνος θάρσυνος· εἰ δὲ μὴ παραλήγει τῷ Σ, ἐκτεί‐ νει τὸ Υ· κίνδυνος εὔθυνος Πάχυνος. διὸ καὶ
15τὸ βόθυνος ἀναλόγως ἐκτείνουσιν Ἀττικοί. Τὸ ἀνδρόγυνος λάγυνος, καὶ τὰ ὅμοια τοῦ γυνή ἐτήρησαν τὸν χρόνον. τὸ μόσυνος Φόρκυνος Πόλτυνος τῶν εὐθειῶν συστελλομένων ἐξέτειναν τὸ Υ, ὡς Ἡρωδιανός.
20 Τὰ εἰς ΥΝ θηλυκὰ δισύλλαβα ἐκτείνει τὸ Υ· μύ‐ νη Φρύνη, πλὴν τοῦ γυνή. τὰ δὲ ὑπὲρ δύο συλ‐
λαβὰς συστέλλει τὸ Υ, διὰ τὸ ΣΥΝΗ· κερδοσύνη218

219

βριθοσύνη ὑποθημοσύνη. ἀλλὰ καὶ κορύνη χε‐ λύνη Ταμύνη. ἐκτείνουσι δὲ Ἀττικοὶ τὸ τορύνη. Τὰ διὰ τοῦ ΥΝΩ ῥήματα ὑπερδισύλλαβα βαρύ‐ τονα ἐκτείνει τὸ Υ· ὀτρύνω μολύνω. [Ἀττικοὶ δὲ
5βαρύνοντες τὸ Υ ἐκτείνουσιν αὐτό.] Πᾶν θηλυκὸν εἰς Α λῆγον, ὀξυνόμενον μὲν ἢ πε‐ ρισπώμενον, ἐκτείνει αὐτὸ, οἷον· Ἀθηνᾶ πυρκαϊᾶ μνᾶ· διὸ καὶ τὰ ἀργυρᾶ καὶ ἀργυρᾶ ὁτὲ μὲν ἐκ‐ τείνεται ὀξυνόμενον παρ’ Ἴωσι, ὁτὲ δὲ βαρύνεται καὶ
10συστέλλει αὐτό. Τὰ διὰ τοῦ ΥΡΑ θηλυκὰ ἀμοιβὴν ποιοῦνται τοῦ τόνου· ἢ γὰρ ἐκτείνουσι τὸ Υ καὶ συστέλλουσι τὸ Α καὶ προπαροξύνονται· ἄγκυρα Κέρκυρα ὄλυρα· ἢ ἐκτείνοντα τὸ Α συστέλλει τὸ Υ καὶ παροξύνεται·
15Ἐφύρα πορφύρα· σεσημείωται τὸ κολλύρα τὰς δύο ἐκτεῖνον. Τὰ εἰς ΡΑ μετ’ ἐπιπλοκῆς συμφώνου ἐκτείνει τὸ Α· Ἠλέκτρα ποτίστρα καλύπτρα ἐνέδρα. σε‐ σημείωται τὸ Τάναγρα καὶ σκολόπενδρα.
20 Τὰ διὰ τοῦ ΑΙΑ παρώνυμα ἐκτείνει τὸ Α· σελη‐ ναία ἁμαξαία ἀρχαία. γαῖα συνέσταλται. Τὰ εἰς Α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρ‐ σενικῷ ὁμόχρονον ἔχει τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσε‐
νικοῦ τὸ Α· ὀξέος ὀξεῖα, τάλανος τάλαινα, χα‐219

220

ρίεντος χαρίεσσα. Ῥόδιος δὲ Ῥοδία καὶ Σάμιος Σαμία. διὸ Ἀττικοὶ ἱερέως λέγοντες ἱερεία ἐκτετα‐ μένως λέγουσιν· ἀλλ’ οὐκέτι πανδόκεια βασίλεια. σεσημείωται τὸ μία, καὶ τὸ δῖα γυναικῶν, τὸ ἴα
5ἀπὸ τοῦ ἴος ἴου. Τὰ εἰς ΩΝ συγκριτικὰ οὐδέποτε ἐκτεταμένῳ δι‐ χρόνῳ παραλήγεται· βράσσων ἐλάσσων θάσσων σεσημείωται, ὅτι φύσει μακρᾷ παραλήγεται. Τὰ διὰ τοῦ ΑΡΙΟΝ ὑποκοριστικὰ συστέλλει τὸ Α·
10ἱππάριον πλοιάριον. Τὰ διὰ τοῦ ΙΝΗ ὑπὲρ τρεῖς συλλαβὰς ἐκτείνει τὸ Ι· Αἰητίνη θριδακίνη ἡρωΐνη. τὸ εἰλα‐ πίνη Μολυβδίνη ὄνομα πόλεως συνέσταλται. Τὰ διὰ τοῦ ΙΝΟΣ ὑπὲρ δύο συλλαβὰς ὀξύτονα
15παρὰ καιροῦ συντιθέμενα συστέλλει τὸ Ι· ἐαρινός νυ‐ κτερινός θερινός. οἱ ποιηταὶ δὲ πολλάκις ἐκτεί‐ νουσι. Τὰ εἰς ΟΣ οὐδέτερα δισύλλαβα, ἔχοντα πρὸ τοῦ τέλους τὸ Α, συνεσταλμένον αὐτὸ ἔχει· δάος φάος
20χάος. πλὴν τοῦ φᾶρος πρᾶγος. Τὰ εἰς ΣΙ λήγοντα μακρᾷ παραλήγει· ἱστᾶσι κιχρᾶσι. ποιηταὶ δὲ ἐνίοτε συστέλλουσι. Τὰ ἀπὸ τῶν εἰς ΗΣ ὀξυτόνων διὰ τοῦ ΕΙΑ πα‐ ροξύτονα συστέλλει τὸ Α, προπαροξύτονα δὲ ἐκτείνει·
25εὐσέβεια καὶ εὐσεβία, ἀμέλεια καὶ ἀμελία,220

221

συνήθεια καὶ συνηθία. τὸ μέντοι ἀμαθία μό‐ νον παροξύνεται καὶ διὰ βραχέος Ι γράφεται. Αἱ εἰς ΑΙ λήγουσαι εὐθεῖαι πληθυντικαὶ ἐκτείνου‐ σαι τυγχάνουσι τὸ Α τῶν αἰτιατικῶν· Σκύθαι Σκύ‐
5θας, καλαί καλάς. ...... Τὸ Α πρὸ τοῦ Β ἢ Μ συστέλλεται· ῥάβδος Λάβδακος βλάβη ἅμιλλα ἀμύμων ἅμα. Τὸ Ι κατ’ ἀρχὴν πρὸ τοῦ Τ συστέλλεται· ἴτυς ἰτέα, [ἴτριον]. Ἴτωνά τε καὶ ἴτεαι ποιητικά.
10 Τὰ διὰ τοῦ ΑΝΩ ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ Α· λιμπάνω ἁνδάνω λαμβάνω, πλὴν τοῦ ἱκάνω κιχάνω. Τὰ εἰς ΙΣ καθαρὸν βαρύτονα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ συστέλλει τὸ Ι· ἔρις Θέτις μῆνις Πάρις
15ἔχις ὄφις. τὸ ὄρνις εὐκνήμις καὶ τὰ ὅμοια σύν‐ θετα ἐκτείνουσιν Ἀττικοί. Τὰ εἰς Ι ὀξύτονα θηλυκὰ ἐκτείνει τὸ Ι καὶ μακρᾷ παραλήγει· κορωνίς ψηφίς βαλβίς φαρκίς ἀρω‐ πίς. δικαίως οὖν οἱ Ἀττικοὶ τὸ ἐλπίς καὶ καρίς
20συστέλλουσι. Τὰ εἰς ΡΟΣ καθαρὸν δισύλλαβα ἀρσενικὰ τῷ Α παραληγόμενα συστέλλει αὐτὸ· λάρος γάρος σκάρος.
Ἀττικοὶ ἐκτείνουσι.221

222

Τὰ εἰς ΜΟΣ καθαρὸν δισύλλαβα ἔχοντα τὸ Υ ἐκτείνουσιν αὐτὸ· χυμός θυμός. Πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται· Θέτι ἱρεύς ἴρηξ οἱ νέκυς οἱ βότρυς ῥῦσθαι εὐ‐
5φυᾶ εὐκλεᾶ. τὸ μέντοι ὑπερδέα δῆμον ἔχον‐ τας καὶ δυσκλέα Ἄργος ἱκέσθαι καὶ νηλέα θυ‐ μόν οὐκ ἔστι κατὰ κρᾶσιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸς Ε. Καὶ περὶ τούτων ἅλις· νῦν δὲ περὶ πνευμάτων
10διαληψόμεθα.
11tΠερὶ πνευμάτων.
12 Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπό καὶ ὑπέρ, οἷον· ἀντί ἐπί ἀμφί ἀπό ἐν ἐξ.
15 Πᾶν φωνῆεν πρὸ τοῦ Χ ψιλοῦται· ἔχω ἄχος ἠχώ. τὸ γὰρ ᾗχι δασύνεται, ὅτι κατ’ ἐπέκτασίν ἐστι τῆς ΧΙ. Τὸ Υ πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα· ὅρος οὖρος, ἕκηλος εὔκηλος, ὁδός οὐδός, ἕαδε
20εὔαδε. Πᾶν φωνῆεν εἰς Ρ λῆγον ἐπιφερομένου δασέος ψι‐ λοῦται· ἄρχω ἔρχομαι ὀρχός ὀρφανός. Ἀττικοὶ
δὲ δασύνουσι τὸ· εἱρκτή εἱρχθῆναι.222

223

Πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ Ρ ψιλοῦται· ὀφρῦς ἀφρός ὄφρα. τὸ ἅθρους, ὅτε ἐπιτατικὸν ἔχει τὸ Α, δασύνεται παρὰ Ἀττικοῖς. Τὸ Α Ι Η Ο πρὸ φωνήεντος ὄντα κατὰ διάστα‐
5σιν ψιλοῦται· ἀάπτους ἀήσυλα ἀΐσσω ἰάπτω ἰα‐ τρός ἠΐθεος Ἠετίων ἠέλιος ὀΐω ὀϊστός. σε‐ σημείωται τὸ ἵημι, καὶ ὅσα γέγονε παρ’ αὐτοῦ· ἱερεύς ἱέραξ ἱόμωρος. καὶ τὸ ἱάλλω Ἀττικοὶ δασύνουσι. Τὸ στερητικὸν Α ψιλοῦται· ἄφιλος ἄοικος πλὴν
10τοῦ ἅλυσις καὶ ᾅδης. Τὸ Ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπίπτον ψιλοῦται· ἔλεγον λέγον, ἔστην στῆν. τὸ δὲ ἑήνδανε καὶ ἑώρων οὐκ ἐκ κλίσεως, ἀλλ’ ἐκ πλεονασμοῦ.
15 Τὸ ἐν ἀντωνυμίαις Ε πρὸ συμφώνου ψιλοῦται· ἐμοί ἐκεῖνος πλὴν τοῦ ἕθεν. Πᾶν φωνῆεν πρὸ τοῦ Γ ψιλοῦται, πλὴν τοῦ Η καὶ Υ· ἀγοράν ἄγαν ὠγύγιος ἐγγύς. τὸ μέντοι ἁγνός καὶ ἅγιος τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύ‐
20λαξεν. Τὸ Α πρὸ τοῦ Ζ ψιλοῦται· ... ἐπὶ δὲ τοῦ σέβομαι δασύνεται· ἅζω. Τὸ Α πρὸ δασέως ψιλοῦται. σεσημείωται τὸ ἁφή καὶ τὸ παρ’ αὐτοῦ.
25Πᾶν φωνῆεν, πλὴν τοῦ Υ, ἐπαγομένων δύο δα‐223

224

σέων ἢ δασέος σὺν ἀμεταβόλῳ ψιλοῦται· ἴφθιμος ἄφνω ἰχθῦς. σεσημείωται τὸ ἑφθός. Τὸ Α πρὸ τοῦ Κ ψιλοῦται· ἀκοή ἄκμων ἀκόνη. Τὸ Α πρὸ τοῦ Λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, οἷον·
5ἄλλως. ὁμοίως καὶ τὸ Ι· ἴλλειν, καὶ τὸ Ω· ὦλ‐ λος. σεσημείωται τὸ Ἕλλην Ἑλλάς. Τὸ Ο πρὸ τοῦ Τ ψιλοῦται· ὀτρηρός ὀτοτύ‐ ζειν ὄτλος. οὐ μάχεται τὸ ὅτε καὶ ὅτι δασυνόμενα. Τὸ Η ἐν τροχαϊκῇ λέξει ἀμεταβόλου ἐπαγομένου
10ψιλοῦται, πλὴν τῶν παρὰ τοῦ ἥσω μέλλοντος· ἦμαρ ἦνις ἤρατο. ἧλος παρὰ τὸ ἵημι καὶ ἥσω. Τὸ Ο πρὸ τοῦ Π ψιλοῦται, εἰ μὴ τὸ Λ ἐπάγοιτο· ὀπίσω. ὁπόσος ὁποῖος καὶ τὰ ὅμοια ὡς ἀναφο‐ ρικὰ δασύνεται.
15 Τὸ Ε ἐπιφερομένου τοῦ Μ ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ψιλοῦσθαι θέλει· ἔμπλην Ἔμπουσ)α. Τὸ Α ἐπιφερομένου τοῦ Ν ψιλοῦται· ἄνεμος. τὸ ἁνύω Ἀττικοὶ δασύνουσι. Τὸ Α ἐπαγομένου τοῦ Ρ μετὰ φωνήεντος ψιλοῦ‐
20ται· ἄραβος ἀρετή ἀριθμός. τὸ δὲ χεῖρα ἁραιήν δασύνεται. Τὸ Α ἐν ταῖς ὑπὲρ μίαν συλλαβαῖς λέξεσιν, ἐπα‐ γομένου τοῦ Σ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται· Ἀσία ἄστυ ἀστράγαλος ἀσάμινθος. τὸ ἅσσα (ὃ δηλοῖ τὸ
25ἅτινα) δασύνεται.224

225

Τὸ Α πρὸ τοῦ Τ ἑνὸς ἢ διττοῦ ψιλοῦται· πλὴν τοῦ ἅτε καὶ ἅτερος. Τὸ Α Ι Ο ἐπαγομένου τοῦ Ψ ψιλοῦται· ἄψοῤ‐ ῥον ἴψας ὀψέ. τὰ δὲ παρὰ τὸ ἅψω δασύνεται·
5ἅψεα ἁψίς. Τὸ Ε καὶ Ο πρὸ δασέος ψιλοῦται, ὄφις ἔθνος Ἔφεσος. Τὸ Ο πρὸ τοῦ Ν ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται· ὄνυξ ὄναρ ὄνομα.
10 Τὸ Ο πρὸ τῶν διπλῶν ψιλοῦται· ὄξος ὀψέ ὄζαινα. Τὸ Ι πρὸ δασέος ψιλοῦται· ἶφις ἰχθῦς ἰσχα‐ νόων. Τὸ Η πρὸ τοῦ Λ ψιλοῦται· ἠλίβατος ἠλιαία
15ἠλιτόμηνος, πλὴν τοῦ ἥλιος. Τὸ Ο ἐπιφερομένου τοῦ Ρ ψιλοῦται· ὄρος ὄρυζα ὀρεύς ὀρέγω Ὀρέστης, πλὴν τοῦ ὁρῶ ὁρᾷς καὶ ὅρος (ἀρσενικὸν) καὶ ὁρίζω. Τὸ ΟΙ ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦ‐
20ται, εἰ μὴ τὸ Μ ἐπάγοιτο· Οἶον οἶστρος οἶκος. τὸ οἷος ἀναφορικὸν δασύνεται. τὸ οἷμος οἱμῶ δα‐ σύνεται. Ἡ ΑΥ δίφθογγος ψιλοῦται· αὔξω αὐδῶ αὐτός αὔριον, πλὴν τοῦ αὕτη βαρύτονον, ἀπὸ τοῦ οὗτος,
25καὶ αὑτός ἀντὶ τοῦ ἑαυτός.
Ἡ ΕΥ δίφθογγος ψιλοῦται, οἷον· εὐχή εὐλαί225

226

(οἱ σκώληκες) εὐδία εὐθεῖα καὶ τὰ λοιπὰ, πλὴν τοῦ εὕδω (τὸ καθεύδω) καὶ εὕω (τὸ φλογίζω) καὶ εὑρῶ (ἀφ’ οὗ καὶ εὑρίσκω) καὶ εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ Ε καὶ Ο εἰς τὴν ΕΥ δίφθογγον δωρικῶς.
5 Ἡ ΕΙ δίφθογγος ψιλοῦται, οἷον· εἶδος εἰκάζω εἴρων καὶ τὰ λοιπὰ, πλὴν τοῦ εἱρκτή εἵλως (ὁ δοῦλος) καὶ εἱκώς (ὁ πέμψας) καὶ εἱλίζω (τὸ συ‐ στρέφω) καὶ εἱλόμην καὶ εἷμα (τὸ ἱμάτιον) καὶ εἱ‐ μένος (ὁ ἐνδεδυμένος) καὶ εἷνα (τὸ ἕνα) καὶ εἵ‐
10ποντο (ἀντὶ τοῦ ἠκολούθουν) καὶ εἷσεν (ἀντὶ τοῦ ἐκάθησεν) εἱστήκει καὶ εἵως (ἀντὶ τοῦ ἕως) καὶ εἵαντο καὶ εἵλη (ἡ θερμασία). σεσημείωται καὶ τὸ εἷς ἀριθμητικόν. Ἡ ΟΥ ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦ‐
15ται· οὐρανός οὐλή οὐρ. οὕτω δὲ ἢ οὕτως δασύνεται. Τὸ Υ πάσης λέξεως ἄρχον δασύνεται πλὴν τῶν Αἰολικῶν. Πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνε‐
20ται· ὅ οὗ ᾧ. τὸ δὲ ὦ ψιλοῦται, οὐ γὰρ ἄρθρον, ἀλλ’ ἐπίῤῥημα κλητικόν. Πᾶσα ἀντωνυμία ἀποβαλλομένη τὸ Σ δασύνεται· σός ς, σοῦ οὗ. Τὸ Ρ ἀρχόμενον λέξεως δασύνεται, οἷον· ῥανίς
25ῥάξ, πλὴν τοῦ ᾿Ράρος καὶ ᾿Ράριον.
Τὸ Ρ, ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν226

227

πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται· οἷον συῤ‐ ῥάπτω. Τὸ Ε τῶν ἀριθμῶν δασύνεται· ἕν ἕξ ἑπτά καὶ τὰ λοιπὰ, πλὴν τοῦ ἐννέα καὶ ἐννενήκοντα. καὶ
5καθόλου εἰπεῖν, πᾶς ἀριθμὸς ἀπὸ φωνήεντος ἀρχόμενος
δασύνεται. ......227